- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:54-57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔谟提摩斯主张可以像雕刻家见狮爪而推知整狮那样,在短时间内通过主旨要义判断各派哲学;吕基诺斯反驳称,不预先知晓全体便不可能认识部分,仅凭要旨无法分辨真理,并讽刺道这样做无异于靠占卜或抓阄来挑选哲学。
ΕΡΜΟΤΙΜΟΣ Ἀλλ', ὦ Λυκῖνε, τὸ μὲν ἐπὶ πάντας ἐλθεῖν χρῆναι καὶ πειραθῆναι ὧν φασι καὶ τὸ μὴ ἂν ἄλλως ἑλέσθαι τὸ βέλτιον ἢ οὕτως, εὔλογον ἴσως, τὸ δὲ τῇ πείρᾳ ἑκάστῃ τοσαῦτα ἔτη ἀποδιδόναι, παγγέλοιον, ὥσπερ οὐχ οἷόν τε ὂν1 ἀπ' ὀλίγων καταμαθεῖν τὰ πάντα. ἐμοὶ δὲ καὶ πάνυ ῥᾴδιον εἶναι δοκεῖ τὸ τοιοῦτον καὶ οὐ πολλῆς διατριβῆς δεόμενον. φασί γέ τοι τῶν πλαστῶν τινα, Φειδίαν οἶμαι, ὄνυχα μόνον λέοντος ἰδόντα ἀπ' ἐκείνου ἀναλελογίσθαι, ἡλίκος ἂν ὁ πᾶς λέων γένοιτο κατ' ἀξίαν τοῦ ὄνυχος ἀναπλασθείς. καὶ σὺ δέ, ἤν τίς σοι χεῖρα μόνην ἀνθρώπου δείξῃ τὸ ἄλλο σῶμα κατακαλύψας, εἴσῃ, οἶμαι, αὐτίκα ὅτι ἄνθρωπός ἐστι τὸ κεκαλυμμένον, κἂν μὴ τὸ πᾶν σῶμα ἴδῃς. καὶ τοίνυν τὰ μὲν κεφαλαιώδη ὧν ἅπαντες λέγουσι, ῥᾴδιον καταμαθεῖν ἐν ὀλίγῳ μορίῳ ἡμέρας, τὸ δὲ ὑπερακριβὲς τοῦτο καὶ μακρᾶς τῆς ἐξετάσεως δεόμενον οὐ πάνυ ἀναγκαῖον ἐς τὴν αἵρεσιν τοῦ βελτίονος, ἀλλ’ ἔστι κρῖναι καὶ ἀπ' ἐκείνων.
赫尔谟提摩斯:但是,吕基诺斯啊,必须去拜访所有人并尝试他们所说的话,以及除非如此否则无法选出更优者,这或许是合情合理的;然而把这么多岁月分配给每一次尝试,就未免太可笑了,仿佛人不可能由少数部分了解全体似的。在我看来,这样的事其实非常容易,不需要耗费很多时间。不管怎么说,人们说某位雕刻家——我想是菲迪亚斯——仅仅看见了一只狮子的爪子,就由此推算出按爪子的比例重塑起来的整只狮子会有多大。而你也是一样,如果有人把一个人的其余身体遮盖起来,只给你看一只手,我想你立刻就会知道被遮盖的是一个人,哪怕你没有看见整个身体。况且,在一天的很小一部分时间里就很容易领会所有人所说的主旨要义,而这种需要冗长考察的过分精细的推究,对于挑选更优者来说绝非必要,完全可以仅凭那些要义来做出判断。
ΛΥΚΙΝΟΣ Παπαί, ὦ Ἑρμότιμε, ὡς ἰσχυρὰ ταῦτα εἴρηκας ἀπὸ τῶν μερῶν ἀξιῶν τὰ ὅλα εἰδέναι. καίτοι ἐγὼ τὰ ἐναντία ἀκούσας μέμνημαι ὡς ὁ μὲν τὸ ὅλον εἰδὼς εἰδείη ἂν καὶ τὸ μέρος, ὁ δὲ μόνον τὸ μέρος οὐκέτι καὶ τὸ ὅλον. οὕτως καί μοι τόδε ἀπόκριναι· ὁ Φειδίας ἄν ποτε ἰδὼν ὄνυχα λέοντος ἔγνω ἄν ὅτι λέοντός ἐστιν, εἰ μὴ ἑωράκει ποτὲ λέοντα ὅλον; ἢ σὺ ἀνθρώπου χεῖρα ἰδὼν ἔσχες ἂν εἰπεῖν ὅτι ἀνθρώπου ἐστὶ μὴ πρότερον εἰδὼς μηδὲ ἑωρακὼς ἄνθρωπον; τί σιγᾷς; ἢ βούλει ἐγὼ ἀποκρίνωμαι ὑπὲρ σοῦ τά γε ἀναγκαῖα ὅτι οὐκ ἂν εἶχες; ὥστε κινδυνεύει ὁ Φειδίας ἄπρακτος ἀπεληλυθέναι μάτην ἀναπλάσας τὸν λέοντα· οὐδὲν γὰρ πρὸς τὸν Διόνυσον ὦπται λέγων.2 ἢ πῶς ταῦτα ἐκείνοις ὅμοια; τῷ μὲν γὰρ Φειδίᾳ καὶ σοὶ οὐδὲν ἄλλο τοῦ γνωρίζειν τὰ μέρη αἴτιον ἦν ἢ τὸ εἰδέναι τὸ ὅλον—ἄνθρωπον λέγω καὶ λέοντα· ἐν φιλοσοφίᾳ δέ, οἷον τῇ Στωϊκῶν, πῶς ἂν ἀπὸ τοῦ μέρους καὶ τὰ λοιπὰ ἴδοις; ἢ πῶς ἂν ἀποφαίνοιο ὡς καλά; οὐ γὰρ οἶσθα τὸ ὅλον οὗ μέρη ἐκεῖνά ἐστιν.
吕基诺斯:哎呀,赫尔谟提摩斯,你居然主张从部分认识全体,这话讲得真是太有力了!然而我记得听过相反的说法:知晓全体的人也能知晓部分,但仅知部分的人却绝不可能同时知晓全体。那么你也回答我这个问题:如果菲迪亚斯从未见过整只狮子,他看见狮爪能知道那是属于狮子的吗?或者你如果事先既不知道也没有见过人,看见一只人手能说出它是属于人的吗?你为何沉默?还是说你想让我替你回答那个必然的答案——你根本不可能?所以看来菲迪亚斯白白重塑了狮子,徒劳无功地离去了;因为事实表明他的话根本风马牛不相及。或者说,这些情况与那些情况怎么会有相似之处呢?因为对于菲迪亚斯和你来说,能够辨识出部分的唯一原因正是知晓全体——我指的是人和狮子;但在哲学中,比如斯多亚派的哲学,你怎么能从部分看出其余的内容呢?又怎能断言它们是美好的呢?因为你根本不知道那些东西作为其一部分的全体。
Ὃ δὲ φής, ὅτι τὰ κεφάλαια ῥᾴδιον ἀκοῦσαι ἁπάσης φιλοσοφίας ἐν ὀλίγῳ μορίῳ ἡμέρας (οἷον ἀρχὰς αὐτῶν καὶ τέλη καὶ τί θεοὺς οἴονται εἶναι, τί ψυχήν, καὶ τίνες μὲν σώματα πάντα φασί, τίνες δὲ καὶ ἀσώματα εἶναι ἀξιοῦσι, καὶ ὅτι οἱ μὲν ἡδονήν, οἱ δὲ τὸ καλὸν ἀγαθὸν καὶ εὔδαιμον τίθενται καὶ τὰ τοιαῦτα) οὑτωσὶ μὲν ἀκούσαντας ἀποφήνασθαι ῥᾴδιον καὶ ἔργον οὐδέν· εἰδέναι δὲ ὅστις ὁ τἀληθῆ λέγων ἐστίν, ὅρα μὴ οὐχὶ μορίου ἐστὶν ἡμέρας ἀλλὰ πολλῶν ἡμερῶν δέηται.3 ἢ τί γὰρ ἐκεῖνοι παθόντες ὑπὲρ αὐτῶν τούτων ἑκατοντάδας καὶ χιλιάδας βιβλίων ἕκαστοι συγγεγράφασιν, ὡς πείσαιεν οἶμαι ἀληθῆ εἶναι τὰ ὀλίγα ἐκεῖνα καὶ ἅ σοι δοκεῖ ῥᾴδια καὶ εὐμαθῆ; νῦν δὲ μάντεως οἶμαι δεήσει σοι κἀνταῦθα πρὸς τὴν αἵρεσιν τῶν κρειττόνων, εἰ μὴ ἀνέχῃ τὴν διατριβήν ὡς ἀκριβῶς ἑλέσθαι, αὐτὸς ἅπαντα καὶ ὅλον ἕκαστον κατανοήσας. ἐπίτομος γὰρ αὕτη γένοιτ' ἄν, οὐκ ἔχουσα περιπλοκὰς οὐδ’ ἀναβολάς, εἰ μεταστειλάμενος τὸν μάντιν ἀκούσας τῶν κεφαλαίων ἁπάντων σφαγιάζοιο ἐφ' ἑκάστοις· ἀπαλλάξει γάρ σε ὁ θεὸς μυρίων πραγμάτων δείξας ἐν τῷ τοῦ ἱερείου ἥπατι ἅτινά σοι αἱρετέον.
至于你说在一天的很小一部分时间里很容易听取一切哲学的主旨要义(例如它们的前设本原与终极目的,它们认为神是什么,灵魂是什么,哪些人声称万物皆是物体,哪些人认为也存在非物体,以及某些人将快乐,而另一些人将高尚之物设定为善和幸福等等),这样听完之后做出断言固然容易,毫不费力;但要知晓谁才是说真话的人,你可要当心这绝非一天的一小部分时间的事,而是需要很多日子。否则,他们究竟是着了什么魔,才就这同样的问题各自撰写了成百上千卷著作,我想正是为了让人相信那寥寥数条在你看来容易且易学的教义是真实的吧?而眼下,如果你不肯忍受为了准确抉择而耗费的时间,不肯亲自去彻底理解万事以及各个全体,我想在这里你也需要一个预言家来替你挑选更优者了。因为若在召来预言家并听完所有要旨之后,针对每一派都献祭问卜,这倒成了一条既无周折也无拖延的捷径;因为神会通过祭牲的肝脏向你指明应当选择哪一派,从而免去你的万般麻烦。
Εἰ δὲ βούλει, καὶ ἄλλο τι ἀπραγμονέστερον ὑποθήσομαί σοι, ὡς μὴ ἱερεῖα καταθύῃς ταυτὶ καὶ θυσιάζῃς τῳ μηδὲ ἱερέα τινὰ τῶν μεγαλομίσθων παρακαλῇς, ἀλλὰ ἐς κάλπιν ἐμβαλὼν γραμμάτια ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε παῖδα—τῶν ἀνήβων ἀμφιθαλῆ τινα4—προσελθόντα πρὸς τὴν κάλπιν ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν κατὰ τὸν λαχόντα ἐκεῖνον ὅστις ἂν ᾖ φιλοσόφει.
如果你愿意,我还可以给你提出另一个更省事的建议,免得你宰杀这些祭牲向某神献祭,也不用去请那些索取高额酬劳的祭司:把写有每个哲学家名字的纸片扔进一个水罐里,命令一个少年——一个双亲健在的未成年人——走到水罐前,摸出纸片中最先碰到他手的那一张,此后,无论是谁中签,你就跟着那个人去从事哲学吧。
- 54ὥσπερ οὐχ οἷόν τε ὂν
由 ὥσπερ 引导的无人称句 οἷόν τέ ἐστι 的宾格绝对结构(或分词结构),用作副词短语,表示与事实不符的主观假定(“仿佛……是不可能的似的”)。
- 55οὐδὲν γὰρ πρὸς τὸν Διόνυσον ὦπται λέγων
使用了希腊语习语 οὐδὲν πρὸς τὸν Διόνυσον(“与狄奥尼索斯毫无关系”,即“风马牛不相及/离题”)的被动分词句结构。主语为菲迪亚斯,意为“事实表明他的话根本无关紧要/完全不着边际”。
- 56ὅρα μὴ οὐχὶ μορίου ἐστὶν ἡμέρας ἀλλὰ πολλῶν ἡμερῶν δέηται
表示忧虑或提醒的 ὅρα μή 句型,接虚拟式 δέηται(或直陈式与虚拟式并用),意为“当心/注意是否……”。否定词 οὐχὶ 直接否定其后的名词词组 μορίου。
- 57τῶν ἀνήβων ἀμφιθαλῆ τινα
ἀμφιθαλής(双亲健在的)是古希腊宗教或仪式语境中为了吉兆而对充当仪轨者的儿童所要求的身份条件。此处与部分属格 τῶν ἀνήβων(未成年人)连用,作受格宾语的修饰同格成分。
