- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:50-53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对因检验所有哲学派别需要浩瀚时间而感到绝望烦躁的赫尔谟提摩斯,吕基诺斯阐明这是论证的必然推论,并指出盲信单一学派或大众声誉的荒谬。
ΕΡΜΟΤΙΜΟΣ Ὦ Λυκῖνε, οὐκ οἶδα ὅπως εὔλογα μὲν δοκεῖς μοι λέγειν, ἀτάρ—εἰρήσεται γὰρ τἀληθές—οὐ μετρίως ἀνιᾷς με διεξιὼν αὐτὰ καὶ ἀκριβολογούμενος οὐδὲν δέον.1 ἴσως δὲ καὶ ἔοικα οὐκ ἐπ' ἀγαθῷ ἐξεληλυθέναι τήμερον ἐκ τῆς οἰκίας καὶ ἐξελθὼν ἐντετυχηκέναι σοι, ὅς με πλησίον ἤδη τῆς ἐλπίδος ὄντα εἰς ἀπορίας φέρων ἐμβέβληκας ἀδύνατον ἀποφαίνων τῆς ἀληθείας τὴν εὕρεσιν ἐτῶν γε τοσούτων δεομένην. ΛΥΚΙΝΟΣ Οὐκοῦν, ὦ ἑταῖρε, πολὺ δικαιότερον μέμφοιο ἂν τῷ πατρί σου Μενεκράτει καὶ τῇ μητρὶ ἥτις ποτὲ ἐκαλεῖτο (οὐ γὰρ οἶδα), ἢ καὶ πολὺ πρότερον τῇ φύσει ἡμῶν ὅτι σε μὴ κατὰ τὸν Τιθωνὸν πολυετῆ καὶ μακρόβιον ἔθεσαν, ἀλλὰ περιέγραψαν μὴ πλείω βιῶναι τὸ μήκιστον ἐτῶν ἑκατὸν ἄνθρωπον ὄντα. ἐγὼ δὲ μετὰ σοῦ σκεπτόμενος εὗρον τὸ ἐκ τοῦ λόγου ἀποβάν.
赫尔谟提摩斯:吕基诺斯啊,我不知道怎么回事,你说的似乎很有道理,然而——说句实话——你这般逐一详述、全无必要地吹毛求疵,让我感到十分烦恼。或许我今天走出家门原本就不是什么好事,走出来又偏偏遇到了你;我本来已经接近希望,你却把我推入了困境,声称寻找真理需要这么多年,因而根本不可能。 吕基诺斯:那么,朋友,你大可以正当得多地去怪罪你的父亲墨涅克拉忒斯,以及不知叫什么名字的母亲(因为我不知道),或者更早地去怪罪我们的人性,因为他们没有把你造得像梯托诺斯那样年长而长寿,反而限制身为人的你最多活不过一百岁。至于我,不过是在与你一同探讨时,找出了根据论证所必然得出的结论而已。
ΕΡΜΟΤΙΜΟΣ Οὔκ, ἀλλὰ ὑβριστὴς ἀεὶ σύ, καὶ οὐκ οἶδ’ ὅ τι παθὼν μισεῖς φιλοσοφίαν καὶ ἐς τοὺς φιλοσοφοῦντας ἀποσκώπτεις. ΛΥΚΙΝΟΣ Ὦ Ἑρμότιμε, ἥτις μὲν ἡ ἀλήθειά ἐστιν ὑμεῖς ἂν ἄμεινον εἴποιτε οἱ σοφοί, σύ τε καὶ ὁ διδάσκαλος. ἐγὼ δὲ τό γε τοσοῦτον οἶδα, ὡς οὐ πάνυ ἡδεῖά ἐστιν αὐτὴ τοῖς ἀκούουσιν, ἀλλὰ παρευδοκιμεῖται ὑπὸ τοῦ ψεύδους παρὰ πολύ. εὐπροσωπότερον γὰρ ἐκεῖνο καὶ διὰ τοῦτο ἥδιον, ἡ δὲ ἅτε μηδὲν κίβδηλον ἑαυτῇ συνειδυῖα μετὰ παρρησίας διαλέγεται τοῖς ἀνθρώποις καὶ διὰ τοῦτο ἄχθονται αὐτῇ. ἰδού γέ τοι, καὶ σὺ νῦν ἄχθῃ μοι τἀληθὲς ἐξευρόντι περὶ τούτων μετὰ σοῦ καὶ δηλώσαντι οἵων ἐρῶμεν ἐγώ τε καὶ σύ, ὡς οὐ πάνυ ῥᾳδίων. ὥσπερ εἰ ἀνδριάντος ἐρῶν ἐτύγχανες καὶ ᾤου τεύξεσθαι ὑπολαμβάνων ἄνθρωπον εἶναι, ἐγὼ δὲ κατιδὼν ὡς λίθος ἢ χαλκὸς εἴη ἐμήνυσα πρός σε ὑπ' εὐνοίας ὅτι ἀδυνάτων ἐρᾷς, καὶ τότε δύσνουν ἐμὲ εἶναι ᾤου ἂν σαυτῷ διότι σε οὐκ εἴων ἐξαπατᾶσθαι ἀλλόκοτα καὶ ἀνέλπιστα ἐλπίζοντα.2
赫尔谟提摩斯:不,你一向傲慢无礼,不知发了什么疯竟憎恨哲学,并且嘲弄那些从事哲学的人。 吕基诺斯:赫尔谟提摩斯啊,至于真理究竟是什么,你们这些智者,你和你的老师,自然能说得更好。但我至少知道这一点:真理本身对于听众来说绝不中听,反而在声誉上远逊于虚伪。因为后者面目更讨喜,所以更受人喜爱;而真理自知内无任何伪作,因而坦率直言地对世人说话,世人也正因此而厌恶它。看吧,哪怕现在,我也只是同你一起弄清了关于这些事情的真相,向你指出你我所热切追求的事物是何等不易企及,你便对我恼怒起来。这就好像你碰巧爱上了一尊雕像,以为它是真人并期望占有它,而我看出那是石头或青铜,出于好意向你揭示你所爱恋的乃是不可能之物,你那时却认为我对你不怀好意,只因我不容许你抱着怪异而绝望的指望受骗一样。
ΕΡΜΟΤΙΜΟΣ Οὐκοῦν τοῦτο, ὦ Λυκῖνε, φής, ὡς οὐ φιλοσοφητέον ἡμῖν, ἀλλὰ χρὴ ἀργίᾳ παραδιδόντας αὑτοὺς ἰδιώτας καταβιῶναι; ΛΥΚΙΝΟΣ Καὶ ποῦ τοῦτο ἤκουσας ἐμοῦ λέγοντος; ἐγὼ γὰρ οὐχ ὡς οὐ φιλοσοφητέον φημί, ἀλλ’ ἐπείπερ φιλοσοφητέον ὁδοί τε πολλαί εἰσιν ἐπὶ φιλοσοφίαν ἑκάστη καὶ ἀρετὴν ἄγειν φάσκουσαι, ἡ δ’ ἀληθὴς ἐν αὐταῖς ἄδηλος, ἀκριβῆ ποιήσασθαι τὴν διαίρεσιν.3 ἀδύνατον δέ γε ἡμῖν ἐφαίνετο πολλῶν προτεθέντων ἑλέσθαι τὸ ἄριστον εἰ μὴ ἐπὶ πάντα ἴοι τις πειρώμενος· εἶτά πως μακρὰ ἡ πεῖρα ὤφθη. σὺ δὲ πῶς ἀξιοῖς; αὖθις γὰρ ἐρήσομαι—ὅτῳ ἂν πρώτῳ ἐντύχῃς, τούτῳ ἕψῃ καὶ συμφιλοσοφήσεις κἀκεῖνος ἕρμαιον ποιήσεταί σε;
赫尔谟提摩斯:那么,吕基诺斯,你的意思岂不是说我们不该从事哲学,而是应当将自己付诸怠惰,作为普通凡夫度过一生吗? 吕基诺斯:你究竟是在哪里听到我说过这话的?我可没有说不该从事哲学,而是说既然应当从事哲学,并且通往哲学和美德的道路有许多条,每一条都声称能引向它们,而其中哪一条是真实的却并不明确,我们就必须做出精确的辨析。而且在我们看来,当许多选择摆在面前时,一个人若不逐一遍历并加以尝试,便不可能选出最佳者;然而随后,这种尝试又显得何其漫长。那你又认为应当如何呢?因为我还要再问:难道你无论首先遇到谁,就跟着谁、同谁一起从事哲学,任由那人把你当作捡来的横财吗?
ΕΡΜΟΤΙΜΟΣ Καὶ τί σοι ἀποκριναίμην ἄν ἔτι, ὃς οὔτε αὐτόν τινα κρίνειν οἷόν τε εἶναι φής, ἤν μὴ φοίνικος ἔτη βιώσῃ πάντας ἐν κύκλῳ περιιὼν καὶ πειρώμενος οὔτε τοῖς προπεπειραμένοις πιστεύειν ἀξιοῖς οὔτε τοῖς πολλοῖς ἐπαινοῦσιν καὶ μαρτυροῦσιν; ΛΥΚΙΝΟΣ Τίνας φὴς τοὺς πολλοὺς εἰδότας καὶ πεπειραμένους ἁπάντων; εἰ γάρ τις τοιοῦτός ἐστιν, ἱκανὸς ἔμοιγε καὶ εἷς, καὶ οὐκέτι πολλῶν δεήσει. ἢν δὲ τοὺς οὐκ εἰδότας λέγῃς, οὐδέν τι τὸ πλῆθος αὐτῶν προσάξεταί με πιστεύειν ἄχρι ἂν ἢ μηδὲν ἢ ἓν εἰδότες περὶ ἁπάντων ἀποφαίνωνται. ΕΡΜΟΤΙΜΟΣ Μόνος δὲ σὺ τἀληθὲς κατεῖδες, οἱ δὲ ἄλλοι ἀνόητοι ἅπαντες ὅσοι φιλοσοφοῦσιν. ΛΥΚΙΝΟΣ Καταψεύδῃ μου, ὦ Ἑρμότιμε, λέγων ὡς ἐγὼ προτίθημί πῃ ἐμαυτὸν τῶν ἄλλων ἢ τάττω ὅλως ἐν τοῖς εἰδόσι, καὶ οὐ μνημονεύεις ὧν ἔφην, οὐκ αὐτὸς εἰδέναι τἀληθὲς ὑπὲρ τοὺς ἄλλους διατεινόμενος ἀλλὰ μετὰ πάντων αὐτὸ ἀγνοεῖν ὁμολογῶν.
赫尔谟提摩斯:我还能对你再回答什么呢?你既声称一个人除非活过不死鸟般的漫长岁月,将所有人环顾遍历并加以尝试,否则便不可能自己做出判断;你又不容许相信那些已经尝试过的人,也不相信那些称赞并作证的众人。 吕基诺斯:你说的那些知晓并尝试了全部的众人究竟是谁呢?因为如果有这样的人,对我来说哪怕一个就足够了,再不需要很多人。但如果你指的是那些并不知晓的人,只要他们在对一切事物做出断言时要么一无所知,要么仅知其一,那么他们人数再多,也绝不能促使我去相信他们。 赫尔谟提摩斯:那么只有你一个人洞察了真理,而其他所有从事哲学的人全都是傻瓜了? 吕基诺斯:赫尔谟提摩斯,你在诬陷我,说我不知怎么就把自己置于他人之上,或者索性把自己列入知者之中;你没有记住我所说的话:我并没有坚持说自己比别人更懂真理,而是承认自己同所有人一样对它一无所知。
- 50οὐδὲν δέον
非人称动词 δεῖ 的中性宾格分词所构成的宾格绝对分词结构,起副词性作用,意为“全然没有必要地”或“徒劳地”。
- 51ὥσπερ εἰ ἀνδριάντος ἐρῶν ἐτύγχανες καὶ ᾤου τεύξεσθαι ὑπολαμβάνων ἄνθρωπον εἶναι, ἐγὼ δὲ κατιδὼν ὡς λίθος ἢ χαλκὸς εἴη ἐμήνυσα πρός σε ὑπ' εὐνοίας ὅτι ἀδυνάτων ἐρᾷς, καὶ τότε δύσνουν ἐμὲ εἶναι ᾤου ἂν σαυτῷ διότι σε οὐκ εἴων ἐξαπατᾶσθαι ἀλλόκοτα καὶ ἀνέλπιστα ἐλπίζοντα.
过去相反的虚拟比较条件句。由 ὥσπερ εἰ 引导,条件从句包含未完成过去时直陈式 ἐτύγχανες 与 ᾤου,并与不定过去时 ἐμήνυσα 相对,主句归结部为 ᾤου ἄν(未完成过去时+ἄν),意为“那么你当时便会认为我……”。
- 52ἀκριβῆ ποιήσασθαι τὴν διαίρεσιν
不定式短语,承接前句 ἐγὼ γὰρ οὐχ ὡς οὐ φιλοσοφητέον φημί, ἀλλ’ ἐπείπερ... 主动词 φημί 直接支配不定式 ποιήσασθαι,或隐含承接前面的应当之意(相当于 δεῖν),表示“[我说的是]必须做出精确的辨析”。
