- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:47-49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在缺乏向导的情况下,二人决定以审慎怀疑为准绳亲自考察各学派,然而在逐一推算学习各派所需时间后,发现走遍各学派竟然需要二百余年。
ΛΥΚΙΝΟΣ Τί δὴ οὖν πράξομεν, ὦ Ἑρμότιμε; οὐ γὰρ ἀπαγορευτέον οἶμαι ἐπεὶ μηδενὸς ἡγεμόνος τοιούτου ἔς γε τὸ παρὸν εὐποροῦμεν. ἆρα τόδε πάντων κράτιστόν ἐστι καὶ ἀσφαλέστατον, αὐτὸν ἕκαστον ἀρξάμενον διὰ πάσης προαιρέσεως χωρῆσαι καὶ ἐπισκέψασθαι ἀκριβῶς τὰ ὑπὸ πάντων λεγόμενα; ΕΡΜΟΤΙΜΟΣ Ἔοικεν ἀπό γε τούτων. πλὴν ἐκεῖνο μὴ ἐναντίον ᾖ1 ὃ μικρῷ πρόσθεν ἔλεγες, ὡς οὐ ῥᾴδιον ἐπιδόντα ἑαυτὸν καὶ πετάσαντα τὴν ὀθόνην ἀναδραμεῖν αὖθις. πῶς γὰρ οἷόν τε πάσας ἐπελθεῖν τὰς ὁδοὺς ἐν τῇ πρώτῃ, ὡς φής, κατασχεθησομένῳ; ΛΥΚΙΝΟΣ Ἐγώ σοι φράσω. τὸ τοῦ Θησέως ἐκεῖνο μιμησόμεθα καί τι λίνον παρὰ τῆς τραγικῆς Ἀριάδνης λαβόντες εἴσιμεν ἐς τὸν λαβύρινθον ἕκαστον, ὡς ἔχειν ἀπραγμόνως μηρυόμενοι αὐτὸ ἐξιέναι. ΕΡΜΟΤΙΜΟΣ Τίς ἂν οὖν ἡμῖν Ἀριάδνη γένοιτ' ἂν ἢ πόθεν τοῦ λίνου εὐπορήσομεν; ΛΥΚΙΝΟΣ Θάρρει, ὦ ἑταῖρε. δοκῶ γάρ μοι εὑρηκέναι οὗτινος ἐχόμενοι ἐξέλθοιμεν ἄν. ΕΡΜΟΤΙΜΟΣ Τί οὖν τοῦτό ἐστιν; ΛΥΚΙΝΟΣ Οὐκ ἐμὸν ἐρῶ ἀλλά τινος τῶν σοφῶν, τὸ “νῆφε καὶ μέμνησο ἀπιστεῖν”· ἢν γὰρ μὴ ῥᾳδίως πιστεύωμεν ἀκούοντες ἀλλὰ δικαστικῶς αὐτὸ ποιῶμεν ἀπολιπόντες καὶ τοῖς ἑξῆς λόγον, ἴσως ἂν εὐμαρῶς τοὺς λαβυρίνθους ἐκφύγοιμεν. ΕΡΜΟΤΙΜΟΣ Εὖ λέγεις, καὶ τοῦτο ποιῶμεν.
吕基诺斯:那么我们该怎么办呢,赫尔谟提摩斯?因为我认为我们绝不能放弃,既然就眼下而言我们没有这样一位现成的向导。难道这不是万事之中最好、最稳妥的办法吗:每个人自己动身走遍每一个学派,并精确地考察所有人讲出的学说? 赫尔谟提摩斯:从这些推论来看,似乎是这样。只是担心你刚才所说的话会成为阻碍——即一旦献身并扬起风帆,想要再折返回来绝非易事。因为正如你所说,一个注定要在第一条道路上被缠住的人,又怎么可能走遍所有的道路呢? 吕基诺斯:我来告诉你吧。我们要效仿忒修斯当年的壮举,从悲剧中的阿里阿德涅那里拿取一团线,走入每一座迷宫,以便我们能够轻松地一边卷着线一边走出来。 赫尔谟提摩斯:那么谁能成为我们的阿里阿德涅,或者我们从哪里弄到线呢? 吕基诺斯:放心吧,朋友;因为我觉得我已经找到了能让我们抓住并逃脱出来的东西。 赫尔谟提摩斯:那究竟是什么? 吕基诺斯:我说的不是我自己的话,而是一位智者的话:“保持清醒,切记怀疑”。因为如果我们不轻易听信所闻,而是如法官一般行事,把发言权也留给接下来的各方,我们或许就能轻松地逃离这些迷宫。 赫尔谟提摩斯:你说得很好,我们就这样做吧。
ΛΥΚΙΝΟΣ Εἶεν. ἐπὶ τίνα δὴ αὐτῶν πρῶτον ἔλθοιμεν ἄν; ἢ τοῦτο μὲν οὐδὲν διοίσει; ἀρξάμενοι δὲ ἀφ' ὁτουοῦν οἷον ἀπὸ Πυθαγόρου ἢν οὕτω τύχῃ, πόσῳ ἂν χρόνῳ οἰόμεθα ἐκμαθεῖν τὰ Πυθαγόρου ἅπαντα; καὶ μή μοι ἐξαίρει καὶ τὰ πέντε ἔτη ἐκεῖνα τὰ τῆς σιωπῆς· σὺν δ’ οὖν τοῖς πέντε ἱκανὰ τριάκοντα οἶμαι, εἰ δὲ μή, ἀλλὰ πάντως γε εἴκοσι. ΕΡΜΟΤΙΜΟΣ Θῶμεν οὕτως. ΛΥΚΙΝΟΣ Εἶτα ἑξῆς τῷ Πλάτωνι θετέον δηλαδὴ τοσαῦτα ἕτερα, ἔτι μὴν καὶ Ἀριστοτέλει οὐκ ἐλάττω. ΕΡΜΟΤΙΜΟΣ Οὐ γάρ. ΛΥΚΙΝΟΣ Χρυσίππῳ δέ γε οὐκέτι ἐρήσομαί σε πόσα. οἶδα γὰρ παρὰ σοῦ ἀκούσας ὅτι τετταράκοντα μόγις ἱκανά. ΕΡΜΟΤΙΜΟΣ Οὕτως. ΛΥΚΙΝΟΣ Εἶτα ἑξῆς Ἐπικούρῳ καὶ τοῖς ἄλλοις. ὡς δὲ οὐ πολλὰ ταῦτα τίθημι, ἐκεῖθεν μάθοις ἄν, ἢν ἐννοήσῃς ὅσοι ὀγδοηκοντούτεις εἰσὶ Στωϊκοὶ ἢ Ἐπικούρειοι ἢ Πλατωνικοὶ ὁμολογοῦντες μὴ πάντα εἰδέναι τὰ τῆς ἑαυτοῦ αἱρέσεως ἕκαστος, ὡς μηδὲν ἐνδεῖν σφίσιν ἐς τὰ μαθήματα. εἰ δὲ μή, ἀλλὰ Χρύσιππός γε καὶ Ἀριστοτέλης καὶ Πλάτων φαῖεν ἄν, καὶ πρὸ τούτων ὁ Σωκράτης οὐδὲν φαυλότερος αὐτῶν, ὃς ἐκεκράγει πρὸς ἅπαντας οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδ’ ὅλως εἰδέναι τι2 ἢ τοῦτο μόνον ὅτι οὐκ οἶδεν. λογισώμεθα οὖν ἐξ ἀρχῆς· εἴκοσι τῷ Πυθαγόρᾳ ἐτίθεμεν, εἶτα Πλάτωνι τοσαῦθ' ἕτερα, εἶτα ἑξῆς τοῖς ἄλλοις. πόσα δὴ οὖν ταῦτα συντεθέντα ἐν κεφαλαίῳ γένοιτ' ἄν, εἰ δέκα μόνας θεῖμεν τὰς αἱρέσεις ἐν φιλοσοφίᾳ; ΕΡΜΟΤΙΜΟΣ Ὑπὲρ διακόσια, ὦ Λυκῖνε. ΛΥΚΙΝΟΣ Βούλει οὖν ἀφαιρῶμεν τὸ τέταρτον, ὡς πεντήκοντα καὶ ἑκατὸν ἔτη ἱκανὰ εἶναι, ἢ τὸ ἥμισυ ὅλον;
吕基诺斯:好吧。那么我们究竟应该先去谁那里呢?抑或这并没有任何分别?但无论从谁开始——比如假若碰巧从毕达哥拉斯开始——我们认为要花多少时间才能学完毕达哥拉斯的全部学说呢?请别把那五年的静默期给我排除在外;不过算上这五年,我认为三十年就够了,如若不然,无论如何二十年也是要的。 赫尔谟提摩斯:就这么定吧。 吕基诺斯:接下来显然也必须给柏拉图安排同样多的时间,给亚里士多德也绝不能更少。 赫尔谟提摩斯:确实不能。 吕基诺斯:至于克律西波斯,我便不再问你多少年了;因为我听你说过,四十年都勉强才够。 赫尔谟提摩斯:正是。 吕基诺斯:接下来是伊壁鸠鲁和其他人。至于我并没有把这些时间估得过长,你从这一点就能明白:只要你想想有多少八十岁的斯多亚派、伊壁鸠鲁派或柏拉图派学者,每个人都承认自己并未把本学派的全部学说通晓到使自己在学问上毫无欠缺的地步。即便他们不承认,克律西波斯、亚里士多德和柏拉图也会这么说,而在他们之前那丝毫不逊色于他们的苏格拉底也是如此,他曾当着所有人的面大声疾呼:自己不仅不是无所不知,甚至根本上一无所知,唯独知道自己一无所知。那么让我们从头算起:我们给毕达哥拉斯定下二十年,再给柏拉图同样长的时间,接下来顺延到其他人。假定哲学中只有十个学派,这些加在一起总共会有多少年? 赫尔谟提摩斯:超过二百年,吕基诺斯。 吕基诺斯:那么你希望我们减去四分之一,让一百五十年就足够,还是索性减去整整一半?
ΕΡΜΟΤΙΜΟΣ Αὐτὸς ἂν εἰδείης ἄμεινον· ἐγὼ δὲ ὁρῶ τοῦτο, ὅτι ὀλίγοι ἂν καὶ οὕτω διὰ πασῶν ἐξέλθοιεν ἐκ γενετῆς εὐθὺς ἀρξάμενοι. ΛΥΚΙΝΟΣ Τί ἂν οὖν πάθοι τις, ὦ Ἑρμότιμε, εἰ τοιοῦτόν ἐστι τὸ πρᾶγμα; ἢ ἀνατρεπτέον ἐκεῖνα τὰ ἤδη ὡμολογημένα—ὡς οὐκ ἄν τις ἕλοιτο ἐκ πολλῶν τὸ βέλτιστον μὴ οὐχὶ πειραθεὶς ἁπάντων;3 ὡς τόν γε ἄνευ πείρας αἱρούμενον μαντείᾳ μᾶλλον ἢ κρίσει τἀληθὲς ἀναζητοῦντα. οὐχ οὕτως ἐλέγομεν; ΕΡΜΟΤΙΜΟΣ Ναί. ΛΥΚΙΝΟΣ Πᾶσα τοίνυν ἀνάγκη ἐπὶ τοσοῦτον βιῶναι ἡμᾶς, εἰ μέλλοιμεν εὖ τε αἱρήσεσθαι ἁπάντων πειραθέντες καὶ ἑλόμενοι φιλοσοφήσειν καὶ φιλοσοφήσαντες εὐδαιμονήσειν. πρὶν δὲ οὕτω ποιῆσαι, ἐν σκότῳ φασὶν ὀρχοίμεθ' ἂν οἷς ἂν τύχωμεν προσπταίοντες καὶ ὅ τι ἂν πρῶτον ἐς τὰς χεῖρας ἔλθῃ, τοῦτο εἶναι τὸ ζητούμενον ὑπολαμβάνοντες διὰ τὸ μὴ εἰδέναι τἀληθές. εἰ δὲ καὶ εὕροιμεν ἄλλως κατά τινα ἀγαθὴν τύχην περιπεσόντες αὐτῷ, οὐχ ἕξομεν βεβαίως εἰδέναι εἰ ἐκεῖνό ἐστιν ὃ ζητοῦμεν. πολλὰ γάρ ἐστιν ὅμοια αὑτοῖς, λέγοντα ἕκαστον αὐτὸ εἶναι τἀληθέστατον.
赫尔谟提摩斯:你自己或许更清楚;但我明白这一点,即便如此,哪怕有人刚一出生就立刻开始,也只有极少数人能走遍所有学派。 吕基诺斯:赫尔谟提摩斯啊,如果事情是这个样子,人又能怎么办呢?抑或我们必须推翻那些已经取得共识的结论——即一个人若不曾全部尝试,便无法从众多事物中选出最好者;因为未经尝试便做出选择的人,乃是靠占卜而非靠判断来寻找真相?我们之前不正是这样说的吗? 赫尔谟提摩斯:是的。 吕基诺斯:因此,如果我们打算在尝试了所有事物之后做出明智的选择,并在选择之后从事哲学,从事哲学之后获得幸福,我们就绝对必须活这么久。而在做到这一点之前,正如人们所说,我们是在黑暗中起舞,在随便碰到的东西上磕绊,由于不知道真相,便以为最先落入自己手中的东西就是所要探求的。即使我们在别的情况下靠某种好运偶然碰到了它,我们也无法确切地知道这是否就是我们所寻找的东西。因为有许多彼此相似的东西,各自都坚称自己才是最真实的。
- 47πλὴν ἐκεῖνο μὴ ἐναντίον ᾖ
独立句中“μή + 虚拟语气”表示担忧或审慎断言的结构:“只怕/只担心那件事会成为妨碍”。
- 48οὐχ ὅπως μὴ πάντα, ἀλλὰ μηδ’ ὅλως εἰδέναι τι
惯用句式“οὐχ ὅπως ... ἀλλά (καί/μηδέ) ...”,意为“不仅(不)……甚至完全不……”;此处意为“不仅不是无所不知,甚至根本上一无所知”。
- 49μὴ οὐχὶ πειραθεὶς ἁπάντων
在否定句(οὐκ ἄν τις ἕλοιτο)之后由双重否定“μὴ οὐχί + 分词”构成的从属结构,表示必要条件:“若非尝试了所有事物(便不能……)”。
