← 琉善

赫尔莫蒂穆斯或论学派

§43-46

无序抽签的比喻与检验所有学派的必要

吕基诺斯通过假设签上刻有无序字母或动物图绘的思想实验,迫使赫尔谟提摩斯承认唯有查验所有人才能辨明轮空者。随后他将此比喻引申至哲学的选择,论证只有完全考察过每一哲学学派的人才配充任追寻幸福之路的可靠向导。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43

ΛΥΚΙΝΟΣ Σὺ μὲν γὰρ ὡς ἑξῆς πάντων γραφομένων γραμμάτων1 εἴρηκας, οἷον πρώτου τοῦ Α, δευτέρου δὲ τοῦ Β καὶ κατὰ τὴν τάξιν, ἄχρι ἂν ἐς ἓν αὐτῶν τελευτήσῃ ὁ ἀριθμὸς τῶν ἀθλητῶν· καὶ δίδωμί σοι Ὀλυμπίασιν οὕτω γίγνεσθαι. τί δέ, εἰ ἐξελόντες ἀτάκτως πέντε γράμματα ἐξ ἁπάντων, τὸ Χ καὶ τὸ Σ καὶ τὸ Ζ καὶ τὸ Κ καὶ τὸ Θ, τὰ μὲν ἄλλα τέτταρα διπλᾶ ἐπὶ τῶν κλήρων τῶν ὀκτὼ γράφοιμεν, τὸ δὲ Ζ μόνον ἐπὶ τοῦ ἐνάτου, ὃ δὴ καὶ δηλοῦν ἔμελλεν ἡμῖν τὸν ἔφεδρον, τί ποιήσεις πρῶτον εὑρὼν τὸ Ζ; τῷ διαγνώσῃ2 ἔφεδρον ὄντα τὸν ἔχοντα αὐτό, ἢν μὴ ἐπὶ πάντας ἐλθὼν εὕρῃς οὐδὲν αὐτῷ συμφωνοῦν; οὐ γὰρ εἶχες ὥσπερ νῦν τῇ τάξει αὐτῶν τεκμαίρεσθαι. ΕΡΜΟΤΙΜΟΣ Δυσαπόκριτον τοῦτο ἐρωτᾷς.

吕基诺斯:因为你方才是基于这样一种预设而说的,即所有字母都是按顺序书写的,例如首位是A,次位是B,依此类推,直到竞技者的人数在其中某一字母处告终;而且我承认奥林匹亚就是这样做的。但假若我们从全体字母中不拘次序地随意挑出五个字母——X、S、Z、K和Th,将其余四个成双地写在八张签上,唯独将Z写在第九张签上,而这原本正是要向我们昭示轮空者的;当你最先遇到Z时,你又当如何?若不走到所有人面前并发现没有一枚与它相符,你凭借什么来辨别持有它的人便是轮空者?因为你便不可能像刚才那样凭借它们的顺序来推断了。 赫尔谟提摩斯:你问了一个难以回答的问题。

§44

ΛΥΚΙΝΟΣ Ἰδοὺ δὴ καὶ ἑτέρως τὸ αὐτὸ ἐπισκόπησον. τί γάρ εἰ μηδὲ γράμματα γράφοιμεν ἐπὶ τῶν κλήρων ἀλλά τινα σημεῖα καὶ χαρακτῆρας, οἷα πολλὰ Αἰγύπτιοι γράφουσιν ἀντὶ τῶν γραμμάτων—κυνοκεφάλους τινὰς καὶ λεοντοκεφάλους ἀνθρώπους; ἢ ἐκεῖνα μὲν ἐάσωμεν, ἐπείπερ ἀλλόκοτά ἐστι. φέρε δὲ τὰ μονοειδῆ καὶ ἁπλᾶ ἐπιγράψωμεν ὡς οἷόν τε εἰκάσαντες ἀνθρώπους ἐπὶ δυοῖν κλήροιν, δύο ἵππους ἐπὶ δυοῖν καὶ ἀλεκτρυόνας δύο καὶ κύνας δύο, τῷ δὲ ἐνάτῳ λέων ἔστω τοὐπίσημον. ἢν τοίνυν τῷ λεοντοφόρῳ τούτῳ κλήρῳ ἐν ἀρχῇ ἐντύχῃς, πόθεν ἕξεις εἰπεῖν ὅτι οὗτός ἐστιν ὁ τὸν ἔφεδρον ποιῶν, ἢν μὴ παραθεωρήσῃς ἅπαντας ἐπιὼν εἴ τις καὶ ἄλλος λέοντα ἔχει; ΕΡΜΟΤΙΜΟΣ Οὐκ ἔχω ὅ τι σοι ἀποκρίνωμαι, ὦ Λυκῖνε.

吕基诺斯:看啊,再用另一种方式来考察同一件事吧。倘若我们连字母都不写在签上,而是写上某种符号和图形,就像埃及人代替字母所大量书写的那样——长着狗头和狮头的人?或者且放下那些不谈,因为它们委实怪诞。来吧,让我们尽可能画出单一而单纯的形象:在两张签上画人,在两张上画两匹马,两只公鸡和两条狗,而在第九张上以狮子为徽记。那么,你若是一开始便遇到了这张绘有狮子的签,除非你走遍众人并一一对照检视是否有别人也持有狮子,你又从何能说出这就是产生轮空者的〔签〕呢? 赫尔谟提摩斯:吕基诺斯,我不知该如何回答你了。

§45

ΛΥΚΙΝΟΣ Εἰκότως· οὐδὲ γὰρ εὐπρόσωπον οὐδέν. ὥστε ἢν ἐθέλωμεν ἢ τὸν ἔχοντα τὴν ἱερὰν φιάλην εὑρεῖν ἢ τὸν ἔφεδρον ἢ τὸν ἄριστα ἡγησόμενον ἡμῖν ἐς τὴν πόλιν ἐκείνην τὴν Κόρινθον, ἐπὶ πάντας ἀναγκαίως ἀφιξόμεθα καὶ ἐξετάσομεν ἄκρως πειρώμενοι καὶ ἀποδύοντες καὶ παραθεωροῦντες. μόλις γὰρ ἂν οὕτω τἀληθὲς ἐκμάθοιμεν. καὶ εἴ γέ τις μέλλοι σύμβουλός μοι ἀξιόπιστος ἔσεσθαι φιλοσοφίας πέρι ἥντινα φιλοσοφητέον, οὗτος ἂν εἴη μόνος ὁ τὰ ὑπὸ πασῶν αὐτῶν λεγόμενα εἰδώς, οἱ δ’ ἄλλοι ἀτελεῖς, καὶ οὐκ ἂν πιστεύσαιμι αὐτοῖς, ἔστ' ἂν καὶ μιᾶς ἀπείρατοι ὦσι—τάχα γὰρ ἂν ἡ ἀρίστη ἐκείνη εἴη. οὐ γὰρ δὴ εἴ τις παραστησάμενος καλὸν ἄνθρωπον λέγοι τοῦτον εἶναι κάλλιστον ἀνθρώπων ἁπάντων, πιστεύσαιμεν ἂν αὐτῷ ἢν μὴ εἰδῶμεν ὅτι πάντας ἀνθρώπους ἑώρακεν. ἴσως μὲν γὰρ καὶ οὗτος καλός, εἰ δὲ πάντων κάλλιστος οὐκ ἂν ἔχοι εἰδέναι μὴ ἰδὼν ἅπαντας. ἡμεῖς δὲ οὐκ αὐτὸ μόνον καλοῦ, ἀλλὰ τοῦ καλλίστου δεόμεθα· καὶ ἢν μὴ τοῦτο εὕρωμεν, οὐδὲν ἡμῖν πλέον πεπρᾶχθαι ἡγησόμεθα.3 οὐ γὰρ ἀγαπήσομεν ὁποιῳδήποτε καλῷ ἐντυχόντες, ἀλλ’ ἐκεῖνο τὸ ἀκρότατον ζητοῦμεν κάλλος, ὅπερ ἀνάγκη ἓν εἶναι.

吕基诺斯:理当如此;因为根本没有任何体面的遁词。因此,无论我们是想要找出持有圣杯之人,还是轮空者,抑或是能为我们指引通往那座科林斯城最佳道路之人,我们都必须走到所有人面前,极尽尝试、使其赤裸并相互对照检视。唯有如此,我们才能勉强探求到真相。而且,假若有人打算在探究应当追随哪种哲学上成为我值得信赖的顾问,此人只能是通晓所有这些哲学学说之人;其他人都是不完全的,只要他们对其中哪怕一派未加涉猎,我都不会相信他们——因为或许那一派恰好就是最好的。诚然,假若有人把一个美貌之人引到身旁,宣称此人是全人类中最美之人,除非我们知晓他已见过了所有人类,否则我们是不会相信他的。因为也许这人确实美貌,但未曾见过所有人,他便不可能知道这是否为全人类中最美之人。而我们需要的不仅是美好的事物,而是最美的事物;若寻不到这个,我们便认为自己一无所获。因为我们不会在遇到随便任何美好的事物时就心满意足,而是要追寻那必然是唯一的至高之美。

§46

ΕΡΜΟΤΙΜΟΣ Ἀληθῆ. ΛΥΚΙΝΟΣ Τί οὖν; ἔχεις μοί τινα εἰπεῖν ἁπάσης ὁδοῦ πεπειραμένον ἐν φιλοσοφίᾳ καὶ ὃς τά τε ὑπὸ Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καὶ Χρυσίππου καὶ Ἐπικούρου καὶ τῶν ἄλλων λεγόμενα εἰδὼς τελευτῶν μίαν εἵλετο ἐξ ἁπασῶν ὁδῶν ἀληθῆ τε δοκιμάσας καὶ πείρᾳ μαθὼν ὡς μόνη ἄγει εὐθὺ τῆς εὐδαιμονίας; εἰ γάρ τινα τοιοῦτον εὕροιμεν, παυσόμεθα πράγματα ἔχοντες. ΕΡΜΟΤΙΜΟΣ Οὐ ῥᾴδιον, ὦ Λυκῖνε, τοιοῦτον ἄνδρα εὑρεῖν.

赫尔谟提摩斯:诚哉斯言。 吕基诺斯:那么怎样?你能否向我指明有哪一个人,他在哲学中走遍了所有的道路,通晓毕达哥拉斯、柏拉图、亚里士多德、克律西波斯、伊壁鸠鲁及其他人所讲的学说,最终在判明其真实并在实践中得知唯有这一条直通幸福之后,从所有道路中选出了一条?因为若是我们能找到这样一个人物,我们便可免除种种操劳了。 赫尔谟提摩斯:吕基诺斯,要找到这样一个人物绝非易事。

语法注3 条
  1. 43ὡς ἑξῆς πάντων γραφομένων γραμμάτων

    连词 ὡς 与属格独立结构(πάντων γραφομένων γραμμάτων)连用,表示赫尔谟提摩斯论证所依据的主观预设或理由(“基于所有字母皆依序书写的预设”)。

  2. 43τῷ διαγνώσῃ

    τῷ 为疑问代词 τίς 的中性单数与格(相当于 τίνι,作工具/手段与格使用),而非定冠词,意为“凭借什么(手段)进行辨别”。

  3. 45οὐδὲν ἡμῖν πλέον πεπρᾶχθαι ἡγησόμεθα

    短语 πλέον πράττειν(“取得进展/利益”)在此处转为完成时被动态不定词 πεπρᾶχθαι,并与表示动作施事/关涉者的与格 ἡμῖν 搭配,字面意为“我们将认为于我们而言未曾取得任何更多成效(一无所获)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:43-46