- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:40-42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔谟提摩斯详细阐述了竞技会上的抽签程序与轮空者(ephedros)的判定方式,并主张在九名选手中,抽得第五个字母(E)的人可立即被确定为轮空者。
ΕΡΜΟΤΙΜΟΣ Τὸ μὲν παλαιὸν ἐπὶ Ἡρακλέους ἀγωνοθετοῦντος φύλλα δάφνης... ΛΥΚΙΝΟΣ Μή μοι τὰ πάλαι, ὦ Ἑρμότιμε, ἃ δὲ εἶδες ἐγγύθεν, ἐκεῖνα λέγε. ΕΡΜΟΤΙΜΟΣ Κάλπις ἀργυρᾶ πρόκειται ἱερὰ τοῦ θεοῦ. ἐς ταύτην ἐμβάλλονται κλῆροι μικροί, ὅσον δὴ κυαμιαῖοι τὸ μέγεθος, ἐπιγεγραμμένοι. ἐγγράφεται δὲ ἐς δύο μὲν ἄλφα ἐν ἑκατέρῳ, ἐς δύο δὲ τὸ βῆτα, καὶ ἐς ἄλλους δύο τὸ γάμμα καὶ ἑξῆς κατὰ τὰ αὐτά, ἢν πλείους οἱ ἀθληταὶ ὦσι, δύο ἀεὶ κλῆροι τὸ αὐτὸ γράμμα ἔχοντες. προσελθὼν δὴ τῶν ἀθλητῶν ἕκαστος προσευξάμενος τῷ Διὶ καθεὶς τὴν χεῖρα ἐς τὴν κάλπιν ἀνασπᾷ τῶν κλήρων ἕνα καὶ μετ' ἐκεῖνον ἕτερος, καὶ παρεστὼς μαστιγοφόρος ἑκάστῳ ἀνέχει αὐτοῦ τὴν χεῖρα οὐ παρέχων ἀναγνῶναι ὅ τι τὸ γράμμα ἐστὶν ὃ ἀνέσπακεν. ἁπάντων δὲ ἤδη ἐχόντων ὁ ἀλυτάρχης οἶμαι ἢ τῶν Ἑλλανοδικῶν αὐτῶν εἷς (οὐκέτι γὰρ τοῦτο μέμνημαι) περιιὼν ἐπισκοπεῖ τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων1 καὶ οὕτως τὸν μὲν τὸ ἄλφα ἔχοντα τῷ τὸ ἕτερον ἄλφα ἀνεσπακότι παλαίειν ἢ παγκρατιάζειν συνάπτει, τὸν δὲ τὸ βῆτα τῷ τὸ βῆτα ὁμοίως καὶ τοὺς ἄλλους τοὺς ὁμογράμμους κατὰ ταὐτά. οὕτω μὲν, ἢν ἄρτιοι ὦσιν οἱ ἀγωνισταί, οἷον ὀκτὼ ἢ τέτταρες ἢ δώδεκα, ἢν δὲ περιττοί, πέντε ἑπτὰ ἐννέα, γράμμα τι περιττὸν ἑνὶ κλήρῳ ἐγγραφὲν συμβάλλεται αὐτοῖς, ἀντίγραφον ἄλλο οὐκ ἔχον. ὃς δ’ ἂν τοῦτο ἀνασπάσῃ ἐφεδρεύει περιμένων ἔστ' ἂν ἐκεῖνοι ἀγωνίσωνται· οὐ γὰρ ἔχει τὸ ἀντίγραμμα. καὶ ἔστι τοῦτο οὐ μικρά τις εὐτυχία τοῦ ἀθλητοῦ, τὸ μέλλειν ἀκμῆτα τοῖς κεκμηκόσι συμπεσεῖσθαι.
赫尔谟提摩斯:古昔赫拉克勒斯主持竞技时,是以月桂树叶…… 吕基诺斯:别同我提古昔之事了,赫尔谟提摩斯;还是说说你近距离所见之事吧。 赫尔谟提摩斯:前方陈设着一只银瓮,是属于神明的圣物。其中投入了镌刻着文字的小签,大小恰如蚕豆。在两张签上各自刻着阿尔法,另两张刻着贝塔,再两张刻着伽马,若竞技者更多,则依此类推,始终是两张签带有相同的字母。于是每位竞技者上前向宙斯祈祷后,将手探入瓮中抽出一张签,接着另一人亦如是;而站在各自身旁的执鞭者托住他的手,不让他读出自己所抽出的字母究竟是什么。待到所有人手中皆持有一签时,我想是艾吕塔克,或是希腊裁判官中的一人(我已记不清究竟是哪一位),便绕行一圈,检视环立众人的签;如此便将持有阿尔法者与抽出另一张阿尔法者联结在一起进行摔跤或潘克拉辛搏击,持有贝塔者同样与持有贝塔者相联结,其他持有相同字母者亦依此类推。倘若参赛者为偶数,例如八人、四人或十二人,便是如此处置;但若为奇数,如五人、七人、九人,则有一张签上刻着多出来的一个字母同他们的一起投掷其中,不再有另一张相合的对签。谁若是抽出了这张签,便在一旁轮空等待,直到其余人比试完毕;因为他并无对签。而这对竞技者而言绝非微不足道的幸运:能够以充沛的精力去同筋疲力竭之人交锋。
ΛΥΚΙΝΟΣ Ἔχ' ἀτρέμας.2 τούτου γὰρ ἐδεόμην μάλιστα. οὐκοῦν ἐννέα ὄντες ἀνεσπάκασιν ἅπαντες καὶ ἔχουσι τοὺς κλήρους. περιιὼν δὴ (βούλομαι γάρ σε Ἑλλανοδίκην ἀντὶ θεατοῦ ποιῆσαι) ἐπισκοπεῖς τὰ γράμματα, καὶ οὐ πρότερον οἶμαι μάθοις ἂν ὅστις ὁ ἔφεδρός ἐστιν, ἢν μὴ ἐπὶ πάντας ἔλθῃς καὶ συζεύξῃς αὐτούς. ΕΡΜΟΤΙΜΟΣ Πῶς, ὦ Λυκῖνε, τοῦτο φής; ΛΥΚΙΝΟΣ Ἀδύνατόν ἐστιν εὐθὺς εὑρεῖν τὸ γράμμα ἐκεῖνο τὸ δηλοῦν τὸν ἔφεδρον, ἢ τὸ μὲν γράμμα ἴσως ἂν εὕροις, οὐ μὴν εἴσῃ γε εἰ ἐκεῖνός ἐστιν· οὐ γὰρ προείρηται ὅτι τὸ Κ ἢ τὸ Μ ἢ τὸ Ι ἐστὶν τὸ χειροτονοῦν τὸν ἔφεδρον. ἀλλ’ ἐπειδὰν τῷ Α ἐντύχῃς, ζητεῖς τὸν τὸ ἕτερον Α ἔχοντα καὶ εὑρὼν ἐκείνους μὲν ἤδη συνέζευξας, ἐντυχὼν δὲ αὖθις τῷ βῆτα τὸ ἕτερον βῆτα ὅπου ἐστὶν ζητεῖς, τὸ ἀντίπαλον τῷ εὑρεθέντι, καὶ ἐπὶ πάντων ὁμοίως, ἄχρι ἂν ἐκεῖνός σοι περιλειφθῇ ὁ τὸ μόνον γράμμα ἔχων τὸ ἀνανταγώνιστον.
吕基诺斯:且慢!这正是我最需要的。那么,假定共有九人,所有人都已抽了签并握在手中。于是你绕行各处(因为我想让你充任希腊裁判官而非旁观者),检视这些字母;而我认为,除非你走到所有人面前并将他们一一配对,否则在此之前你绝不可能得知谁是轮空者。 赫尔谟提摩斯:你何出此言,吕基诺斯? 吕基诺斯:因为要想立刻找到那枚表明轮空者的字母是不可能的;或许你能找到那个字母本身,却绝不会知晓这便是轮空者;因为并未事先宣称卡帕、缪或约塔是指定轮空者的字母。相反,当你遇到A时,便去寻找持有另一个A的人,一旦找到,便已将他们二人配对;再次遇到B时,又去寻找另一个B在何处,即已寻获者的对手;凡此种种皆依此类推,直到最后只剩下那个持有独一无二、无可匹配字母之人。
ΕΡΜΟΤΙΜΟΣ Τί δ’ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις, τί ποιήσεις; ΛΥΚΙΝΟΣ Οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις οὐκ ἂν μάθοις τὸν ἔφεδρον. ΕΡΜΟΤΙΜΟΣ Καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι. ἐπὶ γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον, οἶδα ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί. ΛΥΚΙΝΟΣ Πῶς, ὦ Ἑρμότιμε; ΕΡΜΟΤΙΜΟΣ Οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσιν καὶ τὸ Β ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασιν καὶ ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι. ΛΥΚΙΝΟΣ Πότερον ἐπαινέσω σε, ὦ Ἑρμότιμε, τῆς συνέσεως,3 ἢ θέλεις ἀντείπω τά γ' ἐμοὶ δοκοῦντα ὁποῖα ἂν ᾖ; ΕΡΜΟΤΙΜΟΣ Νὴ Δία. διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.
赫尔谟提摩斯:那若是你第一个或第二个便遇上了那人,你又当如何? 吕基诺斯:不,倒是我想要知道,身为希腊裁判官的你究竟会如何做:你是会立刻宣布此人即是轮空者,还是有必要绕着环立的所有人走一圈,看看某处是否有一枚同他一样的字母?因为若不察看所有人的签,你绝无法得知谁是轮空者。 赫尔谟提摩斯:然而,吕基诺斯,我却能轻而易举地知晓。至少在九人之中,若是我在第一个或第二个身上找到了艾普西隆,我便知晓持有此签之人即是轮空者。 吕基诺斯:这又是为何,赫尔谟提摩斯? 赫尔谟提摩斯:理由如下:他们之中有二人持有阿尔法,同样二人持有贝塔,余下的四人中,有人必定抽得伽马,有人抽得德尔塔,因此这四个字母已全部分配给了八位竞技者。显而易见,按顺序多出来的字母唯有艾普西隆,而抽出此字母者便是轮空者。 吕基诺斯:赫尔谟提摩斯,我该称赞你的聪颖过人呢,还是你希望我将我所认定的看法说出以作反驳,不论这看法究竟如何? 赫尔谟提摩斯:凭宙斯起誓,〔但说无妨〕。不过我实在想不出,面对如此论证,你究竟能提出什么合情合理之言来反驳。
- 40ἐπισκοπεῖ τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων
属格分词 ἑστώτων 并非修饰句中的直接宾语 τοὺς κλήρους(宾格),而是指代语境中暗含的参赛选手们(如 τῶν ἀθλητῶν),作所属属格或关联属格修饰 κλήρους(“环立众人的签”)。
- 41Ἔχ' ἀτρέμας
由动词 ἔχω 的不及物命令式(相当于“保持”)与副词 ἀτρέμας(“平静地、不动地”)构成的习语,意为“且慢”、“且停一下”,用以打断对方并引出接下来的关键论点。
- 42τῆς συνέσεως
原因属格,由动词 ἐπαινέω(称赞)支配,意为“因你的聪颖而称赞你”。
