← 琉善

赫尔莫蒂穆斯或论学派

§37-39

神庙盗窃的比喻与排查全部嫌疑人的必要性

赫尔谟提摩斯试图以搜查神庙失窃祭器的比喻为独尊斯多亚派辩护,吕基诺斯则反驳称由于嫌疑人众多且未刻铭文的失物本身亦不可辨识,必须审视所有人,随后将话题引向奥林匹亚竞技的抽签环节。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

ΕΡΜΟΤΙΜΟΣ Οὔ μοι δοκεῖς, ὦ Λυκῖνε, ξυνιέναι πῶς βούλομαι εἰπεῖν. ΛΥΚΙΝΟΣ Οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι ἀλλὰ μὴ τοιοῦτον φήσεις. ΕΡΜΟΤΙΜΟΣ Εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἢ ἐς τοῦ Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους ἐρευνηθῆναι αὐτοὺς ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν φιάλην. ΛΥΚΙΝΟΣ Καὶ μάλα. ΕΡΜΟΤΙΜΟΣ Ἔχει δὲ πάντως ὁ ἕτερος. ΛΥΚΙΝΟΣ Πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν; ΕΡΜΟΤΙΜΟΣ Οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν, οὐκέτι τὸν ἕτερον ἀποδύσεις. πρόδηλον γὰρ ὡς οὐκ ἔχει. ΛΥΚΙΝΟΣ Πρόδηλον γάρ. ΕΡΜΟΤΙΜΟΣ Καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης οὐδὲ οὕτως δεῖ. ΛΥΚΙΝΟΣ Ἔχει γάρ. ΕΡΜΟΤΙΜΟΣ Καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν;

赫尔谟提摩斯:吕基诺斯,在我看来,你并不明白我究竟想说什么。 吕基诺斯:那么,若你说你指的是另一回事而非这般,你就应当说得更明白些。 赫尔谟提摩斯:你马上就会知道我指的是什么了。假定有两个人走进了阿斯克勒庇俄斯神庙或狄奥尼索斯圣所,随后圣物中的某只浅杯失窃了。想必有必要搜查他们两人,看他们中哪一个将杯子藏在衣襟之下。 吕基诺斯:确是如此。 赫尔谟提摩斯:而且两人之中必定有一人藏着它。 吕基诺斯:怎么会不是呢,如果确实失窃了的话? 赫尔谟提摩斯:那么,如果你在前一个人身上搜出了它,你就不必再脱衣搜查另一个人了;因为很显然他没有藏着。 吕基诺斯:确实很显然。 赫尔谟提摩斯:而如果我们未能在前一人的衣襟中搜出它,另一个人便必定藏着它,即便如此也无需再行搜查了。 吕基诺斯:因为他确实藏着它。 赫尔谟提摩斯:因此,如果我们如今已经在斯多亚派那里找到了这只杯子,既然已经握有了我们长久以来探寻之物,我们便不再认为有必要搜查其余的人了。抑或我们为何还要徒费劳力呢?

§38

ΛΥΚΙΝΟΣ Οὐδενός, εἴ γε εὕροιτε καὶ εὑρόντες ἔχοιτε εἰδέναι1 ὡς ἐκεῖνο ἦν τὸ ἀπολωλός, ἢ ὅλως γνώριμον ὑμῖν εἴη τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντες ἐς τὸν νεών, ὡς ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν, ἀλλὰ μάλα πολλοί τινες, εἶτα καὶ τὸ ἀπολόμενον αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τις ἢ σκύφος ἢ στέφανος. ὅσοι γοῦν ἱερεῖς, ἄλλος ἄλλο εἶναι λέγουσιν καὶ οὐδὲ περὶ τῆς ὕλης αὐτῆς ὁμολογοῦσιν, ἀλλ’ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου, οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκουσιν. ἀνάγκη τοίνυν ἅπαντας ἀποδῦσαι τοὺς εἰσελθόντας, εἰ βούλει εὑρεῖν τὸ ἀπολωλός. καὶ γὰρ ἂν παρὰ τῷ πρώτῳ εὐθὺς εὕρῃς φιάλην χρυσῆν, ἔτι καὶ τοὺς ἄλλους σοι ἀποδυτέον. ΕΡΜΟΤΙΜΟΣ Διὰ τί, ὦ Λυκῖνε; ΛΥΚΙΝΟΣ Ὅτι ἄδηλον εἰ φιάλη τὸ ἀπολόμενον ἦν. εἰ δὲ καὶ τοῦτο ὑπὸ πάντων ὁμολογηθείη, ἀλλ’ οὔτι γε χρυσῆν ἅπαντές φασιν εἶναι τὴν φιάλην. εἰ δὲ καὶ μάλιστα γνώριμον γένοιτο ὡς φιάλη ἀπόλοιτο χρυσῆ, καὶ σὺ παρὰ τῷ πρώτῳ εὕροις φιάλην χρυσῆν, οὐδὲ οὕτω παύσῃ διερευνώμενος τοὺς ἄλλους· οὐ γὰρ δῆλόν που εἰ αὐτὴ ἦν ἡ τοῦ θεοῦ. ἢ οὐκ οἴει πολλὰς φιάλας εἶναι χρυσᾶς; ΕΡΜΟΤΙΜΟΣ Ἔγωγε. ΛΥΚΙΝΟΣ Δεήσει δὴ ἐπὶ πάντας ἰέναι ἐρευνῶντα καὶ τὰ παρ' ἑκάστῳ εὑρεθέντα πάντα εἰς μέσον καταθέντα εἰκάζειν ὅ τι ποτὲ αὐτῶν πρέποι ἂν θεῖον κτῆμα οἴεσθαι.

吕基诺斯:毫无必要——只要你们真能找到它,并且找到之后能够知晓那正是失窃之物,或者说这件奉纳物对你们而言整体上是辨识得出的。但朋友,在当下的情形中,首先,进入神殿的并非区区两人,以至于两人中必定有一人持有赃物,而是极多的人;其次,失窃之物本身究竟是什么也尚不可知,究竟是一只浅杯、一只双耳深杯,还是一顶花冠。反正有多少祭司,大家便各执一词,甚至对器物本身的质料亦无一致意见,有的声称是青铜的,有的说是白银的,有的说是黄金的,还有的说是锡制的。因此,若你想找到失窃之物,就必须脱衣搜查所有进入神殿的人。因为即便你立刻在第一个人身上搜出一只金杯,你也仍须脱衣搜查其余的人。 赫尔谟提摩斯:这是为何,吕基诺斯? 吕基诺斯:因为失窃之物是否为一只浅杯尚不可知。即使这一点得到所有人的一致同意,但绝非人人都说这只浅杯是黄金制的。退一步说,哪怕黄金浅杯失窃之事已全然昭著,而你在第一个人身上搜出了一只金浅杯,你也绝不能就此停止彻底搜查其他人;因为这只杯子究竟是否就是神明的那只,终究并不清楚。抑或难道你认为世上就没有许多金杯了吗? 赫尔谟提摩斯:我当然认为有。 吕基诺斯:那么就必须搜查所有人,并将从每人身上搜得的物品全部置于中央,推测其中究竟哪一件才合宜被视作神明之物。

§39

Καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ, ὁ δὲ ἀργύρου. εἰ δὲ ὃ ἔχει, τοῦτο ἱερόν ἐστιν, οὐδέπω δῆλον. πᾶσα τοίνυν ἀνάγκη ἀπορεῖν ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ ὅμοια εἶχον ἄδηλον ἦν καὶ οὕτως2 ὅστις ὁ τὰ τοῦ θεοῦ ὑφῃρημένος—ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν. τὸ δ’ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν οἶμαι τὸ ἀνεπίγραφον εἶναι τὴν ἀπολομένην φιάλην (θῶμεν γὰρ φιάλην ἀπολωλέναι), ὡς εἴ γε ἐπεγέγραπτο τοῦ θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος ἧττον ἂν ἐκάμνομεν3 καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ' ἂν ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς ἑωρακέναι πολλάκις. ΕΡΜΟΤΙΜΟΣ Καὶ ὀρθῶς οἴει. πολλάκις γὰρ καὶ πολλαχόθι. ΛΥΚΙΝΟΣ Ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς ἐκαθέζου; ΕΡΜΟΤΙΜΟΣ Νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις· ἐπεθύμουν γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς Ἑλλανοδίκαις γιγνόμενα. ΛΥΚΙΝΟΣ Οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν; ΕΡΜΟΤΙΜΟΣ Οἶδα γάρ. ΛΥΚΙΝΟΣ Οὐκοῦν ἂν ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών.

而且,导致巨大困惑的还有这一点:所有将被脱衣搜查的人身上必定都带着某件器物——有的带着深杯,有的带着浅杯,有的带着花冠,且有的用青铜制成,有的用黄金,有的用白银。但他所带之物是否就是圣物,尚属未明。因此,关于该将谁称为盗庙者,陷入困境实属必然;因为即便所有人带着相同的器物,究竟谁是盗窃神物之人也同样不可得知——毕竟人们也可能拥有私人物品。而我认为,这种不知的根由唯独在于失窃的浅杯上未镌刻铭文(因为且让我们假定失窃的是一只浅杯);因为倘若上面刻有神明的名号或奉献者的姓名,我们本可少费力气,一旦找到刻有铭文的杯子,便可停止脱衣搜查与打扰其他人了。不过赫尔谟提摩斯,我想你以往也常观看竞技会吧。 赫尔谟提摩斯:你想得完全正确;因为在许多地方我都曾多次观看过。 吕基诺斯:那么你可曾也坐到裁判员们本人的身边去过? 赫尔谟提摩斯:凭宙斯起誓,最近在奥林匹亚,就在希腊裁判官们的左侧,因为伊利斯人埃万德里达斯在他同邦公民的席位中为我预先占了个观赏之位;因为我极想近距离观看在裁判官身旁发生的一切。 吕基诺斯:那么你也知道这一点了:他们是如何抽签决定谁应当同谁进行摔跤或潘克拉辛搏击的? 赫尔谟提摩斯:我知道。 吕基诺斯:那么作为近前目击之人,还是由你来说更好。

语法注3 条
  1. 38εὑρόντες ἔχοιτε εἰδέναι

    动词 ἔχω 接不定式(εἰδέναι)意为“能够(知道)”。此处的希求法 ἔχοιτε 位于 εἴ γε 引导的条件从句内,由 καί 与前面的 εὕροιτε 并列(“如果你们找到它之后能够确知……”)。

  2. 39ὅπου γε καὶ εἰ πάντες τὰ ὅμοια εἶχον ἄδηλον ἦν καὶ οὕτως

    连词 ὅπου γε 引出原因或情境从句(“鉴于……”、“既然……”)。其内部的 καὶ εἰ 构成让步性质的与事实相反的条件从句,使用未完成过去时 εἶχον(“即便所有人均持有类似物品”)。归结句 ἄδηλον ἦν 省略了 ἄν,这在表达必然性、显明性或不可能性的无人称表语结构中属于常见用法。

  3. 39ὡς εἴ γε ἐπεγέγραπτο τοῦ θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος ἧττον ἂν ἐκάμνομεν

    小词 ὡς 在此作为表示原因的连词(“因为……”、“要是……的话”),解释前文所说未刻铭文的影响。其后引导与过去事实相反的条件句:条件从句使用过去完成时 ἐπεγέγραπτο,主句归结部分使用 ἄν 加上未完成过去时 ἐκάμνομεν(“我们本可少费力气”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:37-39