← 琉善

赫尔莫蒂穆斯或论学派

§1-3

通往美德的险途与漫长的哲学修行

吕基诺斯遇见边走边沉思的赫尔谟提摩斯,认为他研修哲学二十年当已接近至福,赫尔谟提摩斯则反驳称通往美德之路漫长险峻,自己至今仍只在山脚下勉力起步。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΛΥΚΙΝΟΣ Ὅσον, ὦ Ἑρμότιμε, τῷ βιβλίῳ καὶ τῇ τοῦ βαδίσματος σπουδῇ τεκμήρασθαι,1 παρὰ τὸν διδάσκαλον ἐπειγομένῳ ἔοικας. ἐνενόεις γοῦν τι μεταξὺ προϊὼν καὶ τὰ χείλη διεσάλευες ἠρέμα ὑποτονθορύζων καὶ τὴν χεῖρα ὧδε κἀκεῖσε μετέφερες ὥσπερ τινὰ ῥῆσιν ἐπὶ ἑαυτοῦ διατιθέμενος, ἐρώτημα δή τι τῶν ἀγκύλων συντιθεὶς ἢ σκέμμα σοφιστικόν ἀναφροντίζων, ὡς μηδὲ ὁδῷ βαδίζων σχολὴν ἄγοις,2 ἀλλ’ ἐνεργὸς εἴης ἀεὶ σπουδαῖόν τι πράττων καὶ ὃ πρὸ ὁδοῦ σοι γένοιτ' ἂν ἐς τὰ μαθήματα. ΕΡΜΟΤΙΜΟΣ Νὴ Δί', ὦ Λυκῖνε, τοιοῦτό τι· τὴν γὰρ χθιζὴν συνουσίαν καὶ ἃ εἶπε πρὸς ἡμᾶς, ἀνεπεμπαζόμην ἐπιὼν τῇ μνήμῃ ἕκαστα. χρὴ δὲ μηδένα καιρὸν οἶμαι παριέναι εἰδότας ἀληθὲς ὂν τὸ ὑπὸ τοῦ Κῴου ἰατροῦ εἰρημένον, ὡς ἄρα “βραχὺς μὲν ὁ βίος, μακρὴ δὲ ἡ τέχνη.” καίτοι ἐκεῖνος ἰατρικῆς πέρι ταῦτ' ἔλεγεν, εὐμαθεστέρου πράγματος· φιλοσοφία δὲ καὶ μακρῷ τῷ χρόνῳ ἀνέφικτος, ἢν μὴ πάνυ τις ἐγρηγορὼς ἀτενὲς ἀεὶ καὶ γοργὸν ἀποβλέπῃ ἐς αὐτήν, καὶ τὸ κινδύνευμα οὐ περὶ μικρῶν—ἢ ἄθλιον εἶναι ἐν τῷ πολλῷ τῶν ἰδιωτῶν συρφετῷ παραπολόμενον ἢ εὐδαιμονῆσαι φιλοσοφήσαντα.

吕基诺斯:赫尔谟提摩斯啊,从你的书卷和急促的步履来看,你似乎正急忙赶往老师那里。总之,你一边走着一边在思考着什么,微微低语,嘴唇颤动,手也这般那般地挥动着,宛如独自向自己发表演说,大概是在构思某种曲折难解的论题,或是沉思某个诡辩的探究,以便即使在路上行走也不虚度光阴,而是始终保持活跃,从事着严肃之事,且是于你的学业有所助益之事。 赫尔谟提摩斯:凭宙斯起誓,吕基诺斯,确实是这般情形。我正在记忆中逐一回想昨天的讲筵以及老师对我们所说的话。我想,凡是深知科斯岛名医所言为真的人,都不应放过任何时机;正如那句话所说:“生命短暂,而学艺绵长。”然而,那位名医谈论的是医术,那尚是较易掌握之事;但哲学即便耗费漫长的岁月也难以企及,除非一个人极度警醒,始终以专注而敏锐的目光注视着它。而且这场赌注并非关乎小事——要么沦亡于凡夫俗子的乌合之众中而痛苦不堪,要么通过研习哲学而获得幸福。

§2

ΛΥΚΙΝΟΣ Τὰ μὲν ἆθλα, ὦ Ἑρμότιμε, θαυμάσια ἡλίκα εἴρηκας. οἶμαί γε μὴν οὐ πόρρω σε εἶναι αὐτῶν, εἴ γε χρὴ εἰκάζειν τῷ τε χρόνῳ ὁπόσον φιλοσοφεῖς καὶ προσέτι τῷ πόνῳ οἷόν μοι οὐ μέτριον ἐκ πολλοῦ ἤδη ἔχειν δοκεῖς. εἰ γάρ τι μέμνημαι, σχεδὸν εἴκοσιν ἔτη ταῦτά ἐστιν ἀφ' οὗ σε οὐδὲν ἄλλο ποιοῦντα ἑώρακα, ἢ παρὰ τοὺς διδασκάλους φοιτῶντα καὶ ὡς τὸ πολὺ ἐς βιβλίον ἐπικεκυφότα καὶ ὑπομνήματα τῶν συνουσιῶν ἀπογραφόμενον, ὠχρὸν ἀεὶ ὑπὸ φροντίδων καὶ τὸ σῶμα κατεσκληκότα. δοκεῖς δέ μοι ἀλλ’ οὐδὲ ὄναρ ποτὲ ἀνιέναι σεαυτόν, οὕτως ὅλος εἶ ἐν τῷ πράγματι. ταῦτ' οὖν σκοπουμένῳ μοι φαίνῃ οὐκ ἐς μακρὰν ἐπιλήψεσθαι τῆς εὐδαιμονίας, εἴ γε μὴ λέληθας ἡμᾶς καὶ πάλαι αὐτῇ συνών. ΕΡΜΟΤΙΜΟΣ Πόθεν, ὦ Λυκῖνε, ὃς νῦν ἄρχομαι παρακύπτειν ἐς τὴν ὁδόν; ἡ δ’ Ἀρετὴ πάνυ πόρρω κατὰ τὸν Ἡσίοδον οἰκεῖ καὶ ἔστιν ὁ οἶμος ἐπ' αὐτὴν μακρός τε καὶ ὄρθιος καὶ τρηχύς, ἱδρῶτα οὐκ ὀλίγον ἔχων τοῖς ὁδοιπόροις. ΛΥΚΙΝΟΣ Οὐχ ἱκανὰ οὖν ἵδρωταί σοι, ὦ Ἑρμότιμε, καὶ ὡδοιπόρηται; ΕΡΜΟΤΙΜΟΣ Οὔ, φημί· οὐδὲν γὰρ ἂν ἐκώλυέ με πανευδαίμονα εἶναι ἐπὶ τῷ ἄκρῳ γενόμενον. τὸ δὲ νῦν ἀρχόμεθα ἔτι,3 ὦ Λυκῖνε.

吕基诺斯:赫尔谟提摩斯啊,你所说的奖赏委实巨大得惊人。但我认为你离它们并不遥远,如果可以凭你研习哲学的漫长岁月,再加上依我看来你早已承担的非同寻常的辛劳来推断的话。因为如果我没记错的话,差不多有二十年了,我只见你别无他事,只是一味地拜谒诸位导师,大半时间伏案读书,抄录讲筵的笔记,因沉思而始终面色苍白,身躯消瘦。依我看来,你甚至在梦中也不曾让自己松懈片刻,竟如此全身心地沉浸于此道。因此,考虑到这些,在我看来,你将在不久之后把握住幸福,除非你早已在我们不知不觉间与它常伴。 赫尔谟提摩斯:怎会如此呢,吕基诺斯?我如今才刚刚开始探头张望这条道路。依照赫西俄德所言,美德居住在极遥远的地方,通往它的道路既漫长、陡峭又坎坷,会让行路者流下不少汗水。 吕基诺斯:那么赫尔谟提摩斯,难道你流的汗还不够多,走过的路还不够长吗? 赫尔谟提摩斯:不,我说不够。因为如果我已到达顶峰,就没有任何东西能阻碍我享有全然的幸福了。但吕基诺斯,事实是我们如今仍在开头。

§3

ΛΥΚΙΝΟΣ Ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατὰ μέσην τὴν ἄνοδον ἤδη λέγοντες εἶναί σε οὐκ ἂν ἁμάρτοιμεν. ΕΡΜΟΤΙΜΟΣ Οὐδέπω οὐδὲ τοῦτο. πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο. ΛΥΚΙΝΟΣ Ἀλλὰ ποῦ γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα; ΕΡΜΟΤΙΜΟΣ Ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν βιαζόμενον. ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος. ΛΥΚΙΝΟΣ Οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ λόγους, ὑφ' ὧν σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς. ΕΡΜΟΤΙΜΟΣ Αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον. ὅσον γοῦν ἐπ' ἐκείνῳ4 πάλαι ἀνεσπάσμην ἂν καὶ συνῆν αὐτοῖς. τὸ δ’ ἐμὸν ἔτι ἐνδεῖ.

吕基诺斯:然而,正是这位赫西俄德曾说,开头是全盘的一半;因此我们若说你已在半山腰,当不会有错。 赫尔谟提摩斯:连这都还算不上。否则我们早已完成了极大的部分。 吕基诺斯:那么,我们要说你究竟正处在这条道路的何处呢? 赫尔谟提摩斯:吕基诺斯,还在下面的山脚处,刚刚勉力向前迈进。而且那里既湿滑又崎岖,需要有人伸出援手。 吕基诺斯:那么,你的老师足以从上面、从峰顶为你做这件事,就如同荷马笔下的宙斯垂下一根金绳那般,垂下他自己的言论,他正是凭此将你拉上去,提升向他自己和美德,因为他本人早已登上了峰顶。 赫尔谟提摩斯:吕基诺斯,你所说的正是实情。倘若仅就他而言,我早就被拉上去与他们同在了;只是我自身尚有所欠缺。

语法注4 条
  1. 1Ὅσον, ὦ Ἑρμότιμε, τῷ βιβλίῳ καὶ τῇ τοῦ βαδίσματος σπουδῇ τεκμήρασθαι

    不定词 τεκμήρασθαι 由 ὅσον 引导,构成表示限定的绝对不定词结构,意为“从……来推断”。与格短语 τῷ βιβλίῳ καὶ τῇ τοῦ βαδίσματος σπουδῇ 表示推断的依据或标准。

  2. 1ὡς μηδὲ ὁδῷ βαδίζων σχολὴν ἄγοις

    连词 ὡς 后接希求法 ἄγοις 及随后的 εἴης,是从属于主句一系列未完成过去时动词(ἐνενόεις, διεσάλευες 等)的目的或主观意图从句,意为“以便(你)不享闲暇……而是保持活跃”。

  3. 2τὸ δὲ νῦν ἀρχόμεθα ἔτι

    短语 τὸ δέ 为副词性宾格惯用语,与前文的反事实假设(“若已达峰顶……”)形成对比,意为“但实际上”、“然而实情是”。νῦν 修饰 ἀρχόμεθα。

  4. 3ὅσον γοῦν ἐπ' ἐκείνῳ

    短语 ὅσον ἐπί 搭配与格,属于表示限定的惯用结构,意为“就……而言”或“在……的能力范围内”。此处指就老师(ἐκείνῳ)那一方面而言,救援早就已经达成了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:1-3