- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:35-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔谟提摩斯主张,正如知道二加二等于四无需向其他算术家求证一样,仅追随宣讲真理的斯多亚派便已足够;吕基诺斯反驳道,这是将无可争议的算术公理与各学派根本分歧的哲学学说混为一谈,犯了乞题的逻辑谬误。
ΕΡΜΟΤΙΜΟΣ Ὦ Λυκῖνε, πρὸς τῆς Ἑστίας, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους ἀτρεμεῖν ἐάσωμεν· οὐ γὰρ κατ' ἐμὲ ἀνταγωνίζεσθαι αὐτοῖς.1 νὼ δέ, ἐγώ τε καὶ σύ, ἐφ' ἡμῶν αὐτῶν ἐξετάσωμεν, εἰ τοιοῦτόν ἐστι τὸ φιλοσοφίας πρᾶγμα οἷον ἐγώ φημι αὐτὸ εἶναι. Αἰθίοπας δέ γε ἢ τὴν Γέλωνος γυναῖκα τί ἔδει καλεῖν ἐκ Συρακουσῶν ἐπὶ τὸν λόγον; ΛΥΚΙΝΟΣ Ἀλλ' ἐκεῖνοι μὲν ἀπίτωσαν ἐκποδών, εἴ σοι δοκοῦσι περιττοὶ εἶναι πρὸς τὸν λόγον. σὺ δὲ λέγε ἤδη. θαυμαστὸν γάρ τι ἐρεῖν ἔοικας. ΕΡΜΟΤΙΜΟΣ Δοκεῖ μοι, ὦ Λυκῖνε, καὶ πάνυ δυνατὸν εἶναι μόνα τὰ τῶν Στωϊκῶν ἐκμαθόντα εἰδέναι τἀληθὲς ἀπὸ τούτων, κἂν μὴ τὰ τῶν ἄλλων ἐπεξέλθῃ τις ἐκμανθάνων ἕκαστα. οὑτωσὶ δὲ σκόπει· ἤν τις λέγῃ πρός σέ μόνον τοῦτο ὡς αἱ δύο δυάδες τὸν τέτταρα ἀριθμὸν ἀποτελοῦσιν, ἆρα δεήσει περιιόντα σε πυνθάνεσθαι τῶν ἄλλων ὅσοι ἀριθμητικοὶ μή τις ἄρα εἴη πέντε ἢ ἑπτὰ λέγων αὐτὰς εἶναι;2 ἢ αὐτίκα εἰδείης ἂν ὅτι ὁ ἀνὴρ ἀληθῆ λέγει; ΛΥΚΙΝΟΣ Αὐτίκα, ὦ Ἑρμότιμε. ΕΡΜΟΤΙΜΟΣ Τί ποτ' οὖν ἀδύνατον εἶναί σοι δοκεῖ, ἐντυγχάνοντά τινα μόνοις τοῖς Στωϊκοῖς λέγουσι τἀληθῆ πείθεσθαί τε αὐτοῖς καὶ μηκέτι δεῖσθαι τῶν ἄλλων εἰδότα ὡς οὐκ ἄν ποτε τὰ τέτταρα πέντε γένοιτο, οὐδ’ ἂν μυρίοι Πλάτωνες ἢ Πυθαγόραι λέγωσιν;
赫尔谟提摩斯:吕基诺斯,凭赫斯提亚起誓,就让我们别去惊动柏拉图、亚里士多德、伊壁鸠鲁以及其他人吧;因为与他们竞争绝非我的能力所及。倒不如我们两人,你和我,在彼此之间审视一番:哲学的实情是否正如我所说的那样。毕竟,何必非要把埃塞俄比亚人或者盖隆的妻子从叙拉古召入这番论辩呢? 吕基诺斯:那么,若你觉得他们对论辩纯属多余,就让他们走开好了。你现在就请说吧,因为你看来要说出一番惊人之论了。 赫尔谟提摩斯:吕基诺斯,在我看来,一个人完全可能仅仅透彻学习斯多亚派的学说,便从中获知真理,哪怕他不曾逐一深入学习并审视其他学派的学说。且请这样看:如果有人仅仅对你说,两个二构成了四这个数字,难道你非得四处打听,去问所有的算术家,看是否有人会说它们是五或者七吗?还是说你会立刻明白这人说的是真话? 吕基诺斯:会立刻明白的,赫尔谟提摩斯。 赫尔谟提摩斯:那么,若有人仅仅遇见宣讲真理的斯多亚派,便信服他们,并且由于深知四绝不可能变成五——哪怕有一万个柏拉图或毕达哥拉斯如此声称也是徒然——因而不再需要其余各派,这在你看来究竟为何是不可能的呢?
ΛΥΚΙΝΟΣ Οὐδὲν πρὸς ἔπος,3 ὦ Ἑρμότιμε. τὰ γὰρ ὁμολογούμενα τοῖς ἀμφισβητουμένοις εἰκάζεις, πάμπολυ αὐτῶν διαφέροντα. ἢ τί ἂν φαίης; ἔστιν ᾧτινι ἐντετύχηκας λέγοντι τὰς δύο δυάδας συντεθείσας τὸν ἑπτὰ ἢ ἕνδεκα ἀριθμὸν ἀποτελεῖν; ΕΡΜΟΤΙΜΟΣ Οὐκ ἔγωγε. ἢ μαίνοιτ' ἂν ὁ μὴ τέτταρα ξυμβαίνειν λέγων. ΛΥΚΙΝΟΣ Τί δὲ, ἐντετύχηκας πώποτε (καὶ πρὸς Χαρίτων πειρῶ ἀληθεύειν) Στωϊκῷ τινι καὶ Ἐπικουρείῳ μὴ διαφερομένοις περὶ ἀρχῆς ἢ τέλους; ΕΡΜΟΤΙΜΟΣ Οὐδαμῶς. ΛΥΚΙΝΟΣ Ὅρα τοίνυν μή πώς με παραλογίζῃ, ὦ γενναῖε, καὶ ταῦτα φίλον ὄντα. ζητούντων γὰρ ἡμῶν οἵτινες ἀληθεύουσιν ἐν φιλοσοφίᾳ, σὺ τοῦτο προαρπάσας ἔδωκας φέρων τοῖς Στωϊκοῖς λέγων ὡς οὗτοί εἰσιν οἱ τὰ δὶς δύο τέτταρα τιθέντες, ὅπερ ἄδηλον εἰ οὕτως ἔχει. φαῖεν γὰρ ἂν οἱ Ἐπικούρειοι ἢ Πλατωνικοί σφᾶς μὲν οὕτω ξυντιθέναι, ὑμᾶς δὲ πέντε ἢ ἑπτὰ λέγειν αὐτά. ἢ οὐ δοκοῦσί σοι τοῦτο ποιεῖν ὁπόταν ὑμεῖς μὲν μόνον τὸ καλὸν ἀγαθὸν ἡγῆσθε εἶναι, οἱ Ἐπικούρειοι δὲ τὸ ἡδύ; καὶ ὅταν ὑμεῖς λέγητε σώματα εἶναι ἅπαντα, ὁ Πλάτων δὲ νομίζῃ καὶ ἀσώματόν τι ἐν τοῖς οὖσιν εἶναι; ἀλλ’ ὅπερ ἔφην, πλεονεκτικῶς πάνυ τὸ ἀμφισβητούμενον συλλαβὼν ὡς ἀναμφιλόγως ἴδιον τῶν Στωϊκῶν δίδως αὐτοῖς ἔχειν, καίτοι ἀντιλαμβανομένων τῶν ἄλλων καὶ λεγόντων αὐτῶν τοῦτο εἶναι, ἔνθα δὴ κρίσεως μάλιστα οἶμαι δεῖ. ἂν μὲν οὖν πρόδηλον γένηται τοῦτο ὡς Στωϊκῶν ἐστι μόνων τὰ δὶς δύο τέτταρα ἡγεῖσθαι, ὥρα σιωπᾶν τοῖς ἄλλοις. ἄχρι δ’ ἂν αὐτοῦ τούτου πέρι διαμάχωνται, πάντων ὁμοίως ἀκουστέον ἢ εἰδέναι ὅτι πρὸς χάριν δικάζειν δόξομεν.
吕基诺斯:这完全不相干,赫尔谟提摩斯。因为你这是把公认毫无争议的事情,比作了争议之事,尽管〔前者〕与它们大相径庭。抑或你会怎么说?你难道曾遇到过任何人声称两个二加在一起会构成七或十一吗? 赫尔谟提摩斯:我未曾见过。谁若说得出的不是四,那他定是疯了。 吕基诺斯:那么,你可曾遇到过——凭美惠三女神起誓,请务必道出实情——任何一位斯多亚派与伊壁鸠鲁派,在始基或终极目的的问题上是没有分歧的吗? 赫尔谟提摩斯:绝没有。 吕基诺斯:那么注意了,我高尚的朋友,可别用诡辩来蒙蔽我,况且我还是你的挚友。因为当我们正在探求哲学中究竟是谁在道出真理时,你却预先攫取了这一点,拱手送给了斯多亚派,声称唯有他们是将二乘二定为四的人——而事实是否如此尚不可知。因为伊壁鸠鲁派或柏拉图派尽可声称他们自己才是这样计算的,而你们却把它们说成了五或七。抑或难道你不觉得,当你们认为唯有高尚之物才是善,而伊壁鸠鲁派认为快乐才是善时,他们正是在这样做吗?又或者,当你们声称一切存在皆是物体,而柏拉图却认为在实存之物中亦有非物体之物存在时,也是如此?然而正如我所说的,你极不公正地霸占了那争议之处,将其视作毫无疑问属于斯多亚派的特有之物赋予他们持有,尽管其他人亦紧抓不放并声称此物属于他们自身——而我认为,这恰恰是最需要作出裁断之处。因此,如果真能昭然若揭地证明唯独斯多亚派才认为二乘二得四,那么其他人自然该噤声不语了。但只要他们还在就此事本身争论不休,我们就必须同样倾听所有人的声音,否则要明白,我们必将被视作偏私裁判。
- 35οὐ γὰρ κατ' ἐμὲ ἀνταγωνίζεσθαι αὐτοῖς
介词短语 κατ' ἐμέ(按照我的能力/尺度)在此省略了系动词 ἐστί,后接不定式 ἀνταγωνίζεσθαι(与他们抗衡)作为主语或补充成分(“与他们竞争并非我的能力所及”)。κατά 加宾格在此表示符合某种能力、地位或标准。
- 35μή τις ἄρα εἴη πέντε ἢ ἑπτὰ λέγων αὐτὰς εἶναι
在表示询问的动词 πυνθάνεσθαι 之后,由 μή 引导带有希求式 εἴη 的从句。该结构源自惧怕从句,在此用作含有疑虑或试探意味的间接疑问句(“打听是否竟有人会说它们是五或七”)。小词 ἄρα 增添了“万一/难道真有”的意味。
- 36Οὐδὲν πρὸς ἔπος
字面意为“与话语(论辩)毫不相干”。此处省略了系动词 ἐστί,为希腊语熟语,意为“离题”、“与论点毫无干系”。
