- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:33-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯将那些吹嘘驳倒了缺席论敌的斯多亚派导师比作打空拳的拳手和向固定柴草射击的射手,并指出未曾检验他派便妄下断语,正如只见过丈夫而以为天下男人皆有口臭的妇人一般,是对其他一切学派的无知侮慢。
ΛΥΚΙΝΟΣ Ἢ νομίζεις ἐνταῦθα σιωπήσεσθαι ἡμῖν τοὺς ἀμφὶ τὸν Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἐπίκουρον καὶ τοὺς ἄλλους, οὐχὶ δὲ ἀναγελάσαντας ἂν εἰπεῖν1 πρὸς ἐμέ, Οἷα ποιεῖ, ὦ Λυκῖνε, ὁ ἑταῖρός σου ὁ Ἑρμότιμος; ἀξιοῖ τοῖς ἀντιδίκοις περὶ ἡμῶν πιστεύειν καὶ οἴεται τοιαῦτα εἶναι τὰ ἡμέτερα ὁποῖα ἂν ἐκεῖνοι φῶσιν ἢ οὐκ εἰδότες ἢ κρυπτόμενοι τἀληθές; οὐκοῦν ἤν τινα καὶ τῶν ἀθλητῶν ἴδῃ ἀσκούμενον πρὸ τοῦ ἀγῶνος λακτίζοντα εἰς τὸν ἀέρα ἢ πὺξ κενὴν πληγήν τινα καταφέροντα ὡς τὸν ἀνταγωνιστὴν δῆθεν παίοντα, εὐθὺς ἀνακηρύξει αὐτὸν ἀγωνοθέτης ὢν ὡς ἄμαχόν τινα ἢ ἐκεῖνα μὲν οἰήσεται ῥᾴδια εἶναι καὶ ἀσφαλῆ τὰ νεανιεύματα οὐδενὸς ἀνταιρομένου αὐτῷ, τὴν δὲ νίκην τηνικαῦτα κρίνεσθαι ὁπόταν καταγωνίσηται τὸν ἀντίπαλον αὐτὸν καὶ κρατήσῃ ὁ δ’ ἀπαγορεύσῃ, ἄλλως δὲ οὔ; μὴ τοίνυν μηδὲ Ἑρμότιμος ἀφ' ὧν ἂν οἱ διδάσκαλοι αὐτοῦ σκιαμαχῶσι πρὸς ἡμᾶς ἀπόντας οἰέσθω κρατεῖν αὐτοὺς ἢ τὰ ἡμέτερα τοιαῦτα εἶναι ὡς ἀνατρέπεσθαι ῥᾳδίως. ἐπεὶ τὸ τοιοῦτον ὅμοιον ἂν εἴη τοῖς τῶν παιδίων οἰκοδομήμασιν ἃ κατασκευάσαντες ἐκεῖνοι ἀσθενῆ εὐθὺς ἀνατρέπουσιν, ἢ καὶ νὴ Δία τοῖς τοξεύειν μελετῶσιν, οἳ κάρφη τινὰ συνδήσαντες, ἔπειτα ἐπὶ κοντοῦ πήξαντες οὐ πόρρω προθέμενοι στοχάζονται ἀφιέντες, καὶ ἢν τύχωσί ποτε καὶ διαπείρωσι τὰ κάρφη ἀνέκραγον εὐθὺς ὥς τι μέγα ποιήσαντες, εἰ διεξελήλυθεν αὐτοῖς τὸ βέλος διὰ τῶν φρυγάνων. ἀλλ’ οὐ Πέρσαι γε οὕτω ποιοῦσιν οὐδὲ Σκυθῶν ὅσοι τοξόται, ἀλλὰ πρῶτον μὲν αὐτοὶ κινούμενοι ἀφ' ἵππων ὡς τὸ πολὺ τοξεύουσιν, ἔπειτα δὲ καὶ τὰ τοξευόμενα κινεῖσθαι ἀξιοῦσιν οὐχ ἑστῶτα οὐδὲ περιμένοντα τὸ βέλος ἔστ' ἂν ἐμπέσῃ, ἀλλὰ διαδιδράσκοντα ὡς ἔνι μάλιστα. θηρία γέ τοι ὡς τὸ πολὺ κατατοξεύουσι, καὶ ὀρνίθων ἔνιοι τυγχάνουσιν. ἢν δέ ποτε καὶ ἐπὶ σκοποῦ δέῃ πειραθῆναι τοῦ τόνου τῆς πληγῆς, ξύλον ἀντίτυπον ἢ ἀσπίδα ὠμοβοΐνην προθέμενοι διελαύνουσιν, καὶ οὕτως πιστεύουσιν κἂν δι’ ὅπλων σφίσι χωρῆσαι τοὺς οἰστούς. εἰπὲ τοίνυν, ὦ Λυκῖνε, παρ' ἡμῶν Ἑρμοτίμῳ ὅτι οἱ διδάσκαλοι αὐτοῦ φρύγανα προθέμενοι κατατοξεύουσιν, εἶτά φασιν ἀνδρῶν ὡπλισμένων κεκρατηκέναι, καὶ εἰκόνας ἡμῶν γραψάμενοι πυκτεύουσι πρὸς ἐκείνας, καὶ κρατήσαντες ὡς τὸ εἰκός ἡμῶν κρατεῖν οἴονται. ἀλλὰ φαίημεν ἂν ἕκαστος πρὸς αὐτοὺς τὰ τοῦ Ἀχιλλέως ἐκεῖνα, ἅ φησι περὶ τοῦ Ἕκτορος, ὅτι "οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον."
吕基诺斯:难道你以为柏拉图、毕达哥拉斯、伊壁鸠鲁以及其他人在此会向我们保持沉默,而不会哑然失笑并对我说道:“吕基诺斯,你的同伴赫尔谟提摩斯这是在做什么?他竟然认为关于我们的事情应当听信反对者的言论,并以为我们的学说正如那些由于无知或隐瞒真相的人所说的那样?那么,作为裁判官,如果他看到某位运动员在赛前练习时对着空气踢腿,或者徒劳地挥拳仿佛在击打对手,难道他会立刻宣布此人不可战胜?还是说他会认为,在无人与他对决时,这种年轻气盛的举动既容易又安全,而胜利唯有在真正与对手较量并战胜他、直到对方认输时方能判定,除此别无他法?因此,赫尔谟提摩斯绝不该仅仅因为他的老师们趁我们不在场而对空比划(打空拳),就以为他们已经获胜,或者以为我们的学说能够被轻易击破。因为这就像小孩子们搭建的建筑一样,他们刚脆弱地造好,就立刻自己推倒;或者凭宙斯起誓,也正如那些练习射箭的人,他们把一些枯草捆在一起插在木桩上,立在不远处,然后瞄准射击;一旦碰巧射中并穿透了那捆枯草,就立刻大声欢呼,仿佛因为箭矢穿过了柴捆就成就了什么伟业似的。然而波斯人绝不这样做,斯基泰人的弓箭手也不这么做;相反,首先他们大多是在疾驰的马背上射击,其次他们要求射击的目标也是运动的,而不是伫立不动或等待箭矢落下的目标,而是在尽可能迅速地逃窜。事实上的确如此,他们大多射击野兽,有些人甚至能射中飞鸟。如果有时需要对着靶子检验射击的穿透威力,他们便立起坚硬的木料或生牛皮盾牌并将其射透,这样他们才确信自己的箭矢也能穿透铠甲。因此,吕基诺斯,请代我们转告赫尔谟提摩斯:他的老师们立起柴捆将其射倒,随后便声称征服了全副武装的勇士;他们画出我们的画像,对着画像比试拳击,在理所当然地战胜画像之后,便自以为战胜了我们。然而我们每个人都可以对他们说出阿喀琉斯关于赫克托尔所说的那句话: ‘因为他们不见我头盔的前沿。’
ταῦτα μὲν οἱ ξύμπαντες ἐν τῷ μέρει ἕκαστος. Ὁ Πλάτων δ’ ἄν μοι δοκεῖ καὶ διηγήσασθαί τι τῶν ἐκ Σικελίας ὡς ἂν εἰδὼς τὰ πλεῖστα· τῷ γὰρ Συρακουσίῳ Γέλωνί φασι δυσῶδες εἶναι τὸ στόμα καὶ τοῦτο ἐπὶ πολὺ διαλαθεῖν αὐτὸν οὐδενὸς τολμῶντος ἐλέγχειν τύραννον ἄνδρα, μέχρι δή τινα γυναῖκα ξένην συνενεχθεῖσαν αὐτῷ τολμῆσαι καὶ εἰπεῖν ὅπως ἔχοι. τὸν δὲ παρὰ τὴν γυναῖκα ἐλθόντα τὴν ἑαυτοῦ ὀργίζεσθαι ὅτι οὐκ ἐμήνυσε πρὸς αὐτὸν εἰδυῖα μάλιστα τὴν δυσωδίαν, τὴν δὲ παραιτεῖσθαι συγγνώμην ἔχειν αὐτῇ· ὑπὲρ γὰρ τοῦ μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρὸς μηδὲ ὁμιλῆσαι πλησίον οἰηθῆναι2 ἅπασι τοῖς ἀνδράσι τοιοῦτό τι ἀποπνεῖν τοῦ στόματος. καὶ ὁ Ἑρμότιμος τοιγαροῦν ἅτε μόνοις τοῖς Στωϊκοῖς ξυνών, φαίη ἂν ὁ Πλάτων, εἰκότως ἀγνοεῖ ὁποῖα τῶν ἄλλων τὰ στόματά ἐστιν. ὅμοια δ’ ἂν καὶ Χρύσιππος εἴποι ἢ ἔτι πλείω τούτων, εἴπερ λιπὼν αὐτὸν ἄκριτον ἐπὶ τὰ Πλάτωνος ὁρμήσαιμι πιστεύσας τινὶ τῶν μόνῳ Πλάτωνι ὡμιληκότων. ἑνί τε λόγῳ ξυνελών φημι, ἄχρι ἂν ἄδηλον ᾖ τίς ἀληθής ἐστι προαίρεσις ἐν φιλοσοφίᾳ, μηδεμίαν αἱρεῖσθαι. ὕβρις γὰρ ἐς τὰς ἄλλας τὸ τοιοῦτον.
”他们所有人依次都会说出这番话。此外在我看来,柏拉图由于极其了解西西里的掌故,大概还会讲述一段西西里的轶事:据说叙拉古的盖隆患有口臭,而这件事情长久以来他自己并不知情,因为无人敢于当面斥责一位僭主,直到一位与他结识的异国女子鼓起勇气,据实告诉了他真相。当他回到自己的妻子那里,恼怒妻子最清楚这种恶臭却从未向他透露时,妻子却请求原谅,辩解道:正因为她从未经历过其他男人,也从未与他人近距离接触过,所以她一直以为所有男人的口中都会散发出这种气味。柏拉图大概会说:“因此,赫尔谟提摩斯既然只与斯多亚派交往,自然不知道其他人的口气究竟是怎样的。”而如果我未加审查便舍弃克律西波斯,盲信某位只与柏拉图交往的人而投奔柏拉图门下,克律西波斯也同样会说出类似的话,甚至比这更多。总之,用一句话概括:只要在哲学中哪一种抉择是真理尚不明确,就绝不可做出任何选择。因为那样做乃是对其他一切学派的轻慢侮辱。
- 33ἀναγελάσαντας ἂν εἰπεῖν
由动词 νομίζεις 所支配的带不定式的宾格结构。潜在小词 ἄν 修饰不定式 εἰπεῖν(对应直接引语中的 ἂν εἴποιεν),并通过 οὐχὶ δέ 与前面的将来时不定式 σιωπήσεσθαι 相对立。不定过去时分词 ἀναγελάσαντας 在宾格上与不定式的主语 τοὺς ἀμφὶ τὸν Πλάτωνα... 一致,表示伴随或先行的动作(“大笑并说道”)。
- 34ὑπὲρ τοῦ μὴ πεπειρᾶσθαι ἄλλου ἀνδρὸς μηδὲ ὁμιλῆσαι πλησίον οἰηθῆναι
介词短语 ὑπὲρ τοῦ 加上接连的不定式(πεπειρᾶσθαι 与 ὁμιλῆσαι)表示原因(“因为从未接触过其他男子,也从未近距离交往过”)。紧随其后的不定式 οἰηθῆναι 则承接 παραιτεῖσθαι 隐含的言说动词(延续 φασι 引出的间接引语),说明妻子申辩的理由(“[请求宽恕,称]她以为……”)。
