- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:29-32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对赫尔谟提摩斯坚称斯多亚派才是通往目的地的唯一正确引路人,吕基诺斯反驳道每个学派都有同样的说法;不加检验便盲信一家,无异于在法庭上对其他哲人进行缺席审判,正如一个从未踏出本国的埃塞俄比亚人狂妄宣称世上绝无白人一样偏颇荒谬。
ΕΡΜΟΤΙΜΟΣ Οὕτω γε ἄμεινον, ὦ Λυκῖνε, παρὰ πολύ. πλὴν οἶδά γε ὅτι ἅπαντας ἐν κύκλῳ περιελθὼν οὐκ ἄλλους ἂν εὕροις οὔτε ἡγεμόνας ἀμείνους οὔτε κυβερνήτας ἐμπειροτέρους τῶν Στωϊκῶν, καὶ ἢν ἐθελήσῃς γε ἀφικέσθαι ποτὲ εἰς τὴν Κόρινθον, ἐκείνοις ἕψῃ κατὰ τὰ Χρυσίππου καὶ Ζήνωνος ἴχνη προϊών. ἄλλως δὲ ἀδύνατον. ΛΥΚΙΝΟΣ Ὁρᾷς τοῦτο ὡς κοινόν, ὦ Ἑρμότιμε, εἴρηκας; εἶποι γὰρ ἂν αὐτὸ καὶ ὁ τῷ Πλάτωνι ξυνοδοιπορῶν καὶ ὁ Ἐπικούρῳ ἑπόμενος καὶ οἱ ἄλλοι, μὴ ἂν ἐλθεῖν με εἰς τὴν Κόρινθον εἰ μὴ μεθ' ἑαυτοῦ, ἕκαστος.1 ὥστε ἢ πᾶσι πιστεύειν χρή (ὅπερ γελοιότατον), ἢ ἀπιστεῖν ὁμοίως. μακρῷ γὰρ ἀσφαλέστατον τὸ τοιοῦτον ἄχρι ἂν εὕρωμεν τὸν ἀληθῆ.
赫尔谟提摩斯:那样确实好得多,吕基诺斯。然而我确知,哪怕你周游一圈,将所有人都走访遍,也找不到比斯多亚派更优秀的引路人,或比他们更有经验的舵手;如果你终究希望抵达科林斯,你就会跟从他们,沿着克律西波斯和芝诺的足迹前进。除此之外,绝无可能。 吕基诺斯:赫尔谟提摩斯,你看出来你所说的这话是人人适用的普遍说法了吗?因为与柏拉图同行的人、跟随伊壁鸠鲁的人以及其余的人,每一个人都会说同样的话,声称除非与他同行,否则我是无法到达科林斯的。因此,要么必须相信所有人(这是最荒谬可笑的),要么必须同样不信任所有人。因为在我们找到讲真话的人之前,采取这种态度远远最为稳妥。
Ἐπεὶ φέρε, εἰ καθάπερ νῦν ἔχω, ἀγνοῶν ἔτι ὅστις ἐξ ἁπάντων ἐστὶν ὁ ἀληθεύων, ἑλοίμην τὰ ὑμέτερα σοὶ πιστεύσας, ἀνδρὶ φίλῳ, ἀτὰρ μόνα γε τὰ τῶν Στωϊκῶν εἰδότι καὶ μίαν ὁδὸν ὁδοιπορήσαντι ταύτην· ἔπειτα θεῶν τις ἀναβιῶναι ποιήσειε Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἀριστοτέλην καὶ τοὺς ἄλλους, οἱ δὲ περιστάντες ἐρωτῷέν με ἢ καὶ νὴ Δί' ἐς δικαστήριον ἀγαγόντες ὕβρεως ἕκαστος δικάζοιντο λέγοντες, Ὠ βέλτιστε Λυκῖνε, τί παθὼν ἢ τίνι ποτὲ πιστεύσας Χρύσιππον καὶ Ζήνωνα προετίμησας ἡμῶν, πρεσβυτέρων ὄντων παρὰ πολύ, χθὲς καὶ πρῴην γενομένους, μήτε λόγου μεταδοὺς ἡμῖν μήτε πειραθεὶς ὅλως ὧν φαμέν; εἰ ταῦτα λέγοιεν τί ἂν ἀποκριναίμην αὐτοῖς; ἢ ἐξαρκέσει μοι ἂν εἴπω ὅτι Ἑρμοτίμῳ ἐπείσθην φίλῳ ἀνδρί; ἀλλὰ φαῖεν ἄν, οἶδ’ ὅτι, Ἡμεῖς, ὦ Λυκῖνε, οὐκ ἴσμεν τὸν Ἑρμότιμον τοῦτον ὅστις ποτέ ἐστιν οὐδὲ ἐκεῖνος ἡμᾶς. ὥστε οὐκ ἐχρῆν ἁπάντων καταγιγνώσκειν οὐδὲ ἐρήμην ἡμῶν καταδιαιτᾶν2 ἀνδρὶ πιστεύσαντα μίαν ὁδὸν ἐν φιλοσοφίᾳ καὶ οὐδὲ ταύτην ἴσως ἀκριβῶς κατανοήσαντι. οἱ δέ γε νομοθέται, ὦ Λυκῖνε, οὐχ οὕτω προστάττουσι τοῖς δικασταῖς ποιεῖν οὐδὲ τοῦ ἑτέρου μὲν ἀκούειν, τὸν δὲ ἕτερον οὐκ ἐᾶν λέγειν ὑπὲρ ἑαυτοῦ ἃ οἴεται ξυμφέρειν, ἀλλ’ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι, ὡς ῥᾷον ἀντεξετάζοντες τοὺς λόγους εὑρίσκοιεν τἀληθῆ τε καὶ ψευδῆ, καὶ ἤν γε μὴ οὕτω ποιῶσιν ἐφιέναι δίδωσιν ὁ νόμος εἰς ἕτερον δικαστήριον.
因为请设想一下:如果我就像现在这样,仍然不知道所有人中究竟谁在讲真话,仅仅因为信任你这位朋友,就选择了你们的派别——而你这位朋友却只通晓斯多亚派的学说,且只走过这一条道路;此后,某位神明使柏拉图、毕达哥拉斯、亚里士多德以及其他众人起死回生,他们围住我进行质问,或者凭宙斯起誓,甚至将我押上法庭,各自以侮辱罪起诉我,说道:“最优秀的吕基诺斯啊,你究竟遭了什么邪,或者究竟听信了谁,竟把克律西波斯和芝诺这两个昨日和前日才出现的新人,看得重于我们这些年纪比他们大得多的先哲,既不给我们申辩的机会,又根本不检验我们所说的话?”如果他们这样说,我能对他们作何回答呢?难道只要我说“我是听信了朋友赫尔谟提摩斯”,对我而言就足够了吗?然而我知道他们必定会说:“吕基诺斯啊,我们既不知晓这位赫尔谟提摩斯究竟是何许人也,他也同样不认识我们。因此,你绝不该仅仅信任一个只了解哲学中一条道路、甚至对这条道路未必理解得十分准确的人,就给所有人定罪,并判决我们在缺席审判中败诉。吕基诺斯啊,立法者们可不是这样命令审判官行事的,既不许他们只听一面之词,而不准另一方为自己陈述其认为有利的理由;相反,他们命令对双方一视同仁地倾听,以便通过比对审查言论更容易地发现真相与谬误;倘若他们不这样做,法律允许向另一法庭提起上诉。”
Τοιαῦτα ἄττα εἰκὸς ἐρεῖν αὐτούς. ἢ τάχ' ἄν τις αὐτῶν καὶ προσέροιτό με, Εἰπέ μοι, λέγων, ὦ Λυκῖνε, εἴ τις Αἰθίοψ μηδεπώποτε ἄλλους ἀνθρώπους ἰδών, οἷοι ἡμεῖς ἐσμεν, διὰ τὸ μὴ ἀποδεδημηκέναι τὸ παράπαν, ἔν τινι συλλόγῳ τῶν Αἰθιόπων διισχυρίζοιτο καὶ λέγοι μηδαμόθι τῆς γῆς ἀνθρώπους εἶναι λευκοὺς ἢ ξανθοὺς μηδὲ ἄλλο τι ἢ μέλανας, ἆρα πιστεύοιτ' ἂν ὑπ' αὐτῶν; ἢ εἴποι τις ἂν πρὸς αὐτὸν τῶν πρεσβυτέρων Αἰθιόπων, Σὺ δὲ δὴ πόθεν ταῦτα, ὦ θρασύτατε, οἶσθα; οὐ γὰρ ἀπεδήμησας παρ' ἡμῶν οὐδαμόσε οὐδὲ εἶδες νὴ Δία τὰ παρὰ τοῖς ἄλλοις ὁποῖά ἐστι. φαίην ἂν ἔγωγε δίκαια ἐρωτῆσαι τὸν πρεσβύτην. ἢ πῶς ὦ Ἑρμότιμε, συμβουλεύεις; ΕΡΜΟΤΙΜΟΣ Οὕτω. δικαιότατα γὰρ ἐπιπλῆξαι δοκεῖ μοι. ΛΥΚΙΝΟΣ Καὶ γὰρ ἔμοιγε, ὦ Ἑρμότιμε. ἀλλὰ τὸ μετὰ τοῦτο οὐκέτ' οἶδα εἰ ὁμοίως καὶ σοὶ δόξει. ἐμοὶ μὲν γὰρ καὶ τοῦτο πάνυ δοκεῖ. ΕΡΜΟΤΙΜΟΣ Τὸ ποῖον;
他们很可能会说出诸如此类的话。或者他们当中的某一位甚至可能还会质问我:“告诉我,吕基诺斯,如果某个埃塞俄比亚人由于从未出过远门,从未见过像我们这样的其他民族的人,却在埃塞俄比亚人的集会上断言并宣称,大地上任何地方都没有白色或金发的人,除了黑人之外别无他类,难道他会被同胞所相信吗?还是说埃塞俄比亚的长者中会有人对他说:‘你这个最胆大妄为的家伙,你究竟是从哪里知道这些事的?因为你从未离开我们前往任何地方,更凭宙斯起誓,从未亲眼见过其他人的情况究竟如何。’”就我而言,我会说这位长者质问得很公正。赫尔谟提摩斯,你又作何建议呢? 赫尔谟提摩斯:我也是这么认为。因为在我看来,他的责备是极其公正的。 吕基诺斯:赫尔谟提摩斯,我也是这么想的。但在那之后接下来的推论,我可就不知道你是否也会同样赞同了。因为在我看来,这下一步也是十分确凿的。 赫尔谟提摩斯:那是哪一步呢?
ΛΥΚΙΝΟΣ Ἐπάξει δηλαδὴ ὁ ἀνὴρ καὶ φήσει πρός με ὧδέ πως, Ἀνάλογον τοίνυν, ὦ Λυκῖνε, κείσθω τις ἡμῖν τὰ Στωϊκῶν μόνα εἰδώς, καθάπερ ὁ σὸς φίλος οὗτος ὁ Ἑρμότιμος, ἀποδημήσας δὲ μηδεπώποτε μήτε ἐς Πλάτωνος μήτε παρὰ τὸν Ἐπίκουρον μήτε ὅλως παρ' ἄλλον τινά. εἰ τοίνυν λέγοι μηδὲν οὕτω καλὸν εἶναι μηδ’ ἀληθὲς παρὰ τοῖς πολλοῖς, οἷα τὰ τῆς Στοᾶς ἐστι καὶ ἃ ἐκείνη φησίν, οὐκ ἂν εὐλόγως θρασὺς εἶναι δόξειεν σοι περὶ πάντων ἀποφαινόμενος, καὶ ταῦτα ἓν εἰδώς, οὐδεπώποτε ἐξ Αἰθιοπίας τὸν ἕτερον πόδα προελθών;3 τί βούλει ἀποκρίνωμαι αὐτῷ; ΕΡΜΟΤΙΜΟΣ Τὸ ἀληθέστατον ἐκεῖνο δηλαδή, ὅτι ἡμεῖς τὰ μὲν Στωϊκῶν καὶ πάνυ ἐκμανθάνομεν ὡς ἂν κατὰ ταῦτα φιλοσοφεῖν ἀξιοῦντες, οὐκ ἀγνοοῦμεν δὲ καὶ τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα. ὁ γὰρ διδάσκαλος κἀκεῖνα μεταξὺ διέξεισι πρὸς ἡμᾶς καὶ ἀνατρέπει γε αὐτὰ προσθεὶς αὐτός.
吕基诺斯:显然那个人会把论证推进,对我这样说道:“那么,吕基诺斯,让我们设想一个与此类似的人:他只知道斯多亚派的学说,就像你的这位朋友赫尔谟提摩斯一样,却从未外出探访过柏拉图的门下,也未探访过伊壁鸠鲁,更完全没有到过任何其他人那里。那么,如果他宣称在众人那里,没有任何东西能像斯多亚派的学说和它所宣称的那样美好和真实,难道在你看来,他明明只知其一、从未踏出过埃塞俄比亚半步,却对万事妄下断言,不是理所当然地显得狂妄自大吗?”你希望我对他作何回答呢? 赫尔谟提摩斯:显然要回答那个最无可辩驳的事实:我们固然彻底掌握了斯多亚派的学说,因为我们自认应当依据它们来进行哲学思考,但我们也并非不知道其他派别所说的话。因为老师在此期间也顺带向我们详细讲述了那些学说,并且自己加上论据将它们驳倒了。
- 29μὴ ἂν ἐλθεῖν με εἰς τὴν Κόρινθον εἰ μὴ μεθ' ἑαυτοῦ, ἕκαστος
不定词带语气小辞(μὴ ἂν ἐλθεῖν)处于由 εἶποι ἂν 引导的间接引语中,与条件短语 εἰ μὴ μεθ' ἑαυτοῦ 构成潜势或虚拟句的主句结果。句末的主格 ἕκαστος 作为前面列举的发话主体(柏拉图同行者、伊壁鸠鲁追随者等)的分配性同位语(partitive apposition),指明每个人各自都会发出这一断言。
- 30ἐρήμην ἡμῶν καταδιαιτᾶν
雅典诉讼法律术语:ἐρήμην 省略了名词 δίκην(诉讼),作副词性宾格,意为“缺席审判地”。属格 ἡμῶν 则依附于带有 κατα- 前缀的动词 καταδιαιτάω(作为仲裁者作出不利于某人的判决),全句意为“在缺席审判中对我们做出败诉判决”。
- 32καὶ ταῦτα ἓν εἰδώς, οὐδεπώποτε ἐξ Αἰθιοπίας τὸν ἕτερον πόδα προελθών
短语 καὶ ταῦτα 为习惯性的副词性宾格短语,意为“而且是在……的情况下”或“况且”,用来强调其后伴随的分词短语(ἓν εἰδώς... προελθών)。其中 τὸν ἕτερον πόδα 是动词 προελθών 的内在宾格(或空间范围宾格),字面意为“甚至未曾将另一只脚迈出埃塞俄比亚一步”。
