← 琉善

赫尔莫蒂穆斯或论学派

§27-28

各派引路人的自夸与抉择正确道路的困境

赫尔谟提摩斯建议信任有经验的前人以摆脱困境,吕基诺斯则指出各派引路人皆只吹捧自身所行之路,令人无从判定真伪;要找到通往真正城邦(科林斯)的唯一道路,绝不可听凭运气,而须审慎抉择。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

ΕΡΜΟΤΙΜΟΣ Ἀλλ' ἐγώ σε ἀπολύσω τῆς ἀπορίας. τοῖς γὰρ προωδοιπορηκόσιν, ὦ Λυκῖνε, πιστεύσας οὐκ ἂν σφαλείης. ΛΥΚΙΝΟΣ Τίσι λέγεις; τοῖς κατὰ ποίαν ὁδὸν ἐλθοῦσιν; ἢ τίνι τῶν ἡγεμόνων ἀκολουθήσασιν; αὖθις γὰρ ἡμῖν τὸ αὐτὸ ἄπορον ἐν ἄλλῃ μορφῇ ἀναφαίνεται ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς ἄνδρας μετεληλυθός.1 ΕΡΜΟΤΙΜΟΣ Πῶς τοῦτο φής; ΛΥΚΙΝΟΣ Ὅτι ὁ μὲν τὴν Πλάτωνος τραπόμενος καὶ συνοδοιπορήσας μετ' αὐτοῦ ἐκείνην ἐπαινέσεται δῆλον ὅτι, ὁ δὲ τὴν Ἐπικούρου, ἐκείνην, καὶ ἄλλος ἄλλην, σὺ δὲ τὴν ὑμετέραν. ἢ πῶς γάρ, ὦ Ἑρμότιμε; οὐχ οὕτως; ΕΡΜΟΤΙΜΟΣ Πῶς γὰρ οὔ; ΛΥΚΙΝΟΣ Οὐ τοίνυν ἀπέλυσάς με τῆς ἀπορίας, ἀλλ’ ἔτι ὁμοίως ἀγνοῶ τῷ μᾶλλον χρὴ πιστεῦσαι τῶν ὁδοιπόρων. ὁρῶ γὰρ ἕκαστον αὐτῶν καὶ αὐτὸν τὸν ἡγεμόνα μιᾶς πεπειραμένον καὶ ἐκείνην ἐπαινοῦντα καὶ λέγοντα ὡς αὕτη μόνη ἄγει ἐπὶ τὴν πόλιν. οὐ μέντοι ἔχω εἰδέναι εἰ ἀληθῆ φησιν. ἀλλ’ ὅτι μὲν ἀφῖκται πρός τι τέλος καὶ εἶδέ τινα πόλιν δώσω αὐτῷ ἴσως, εἰ δὲ ἐκείνην εἶδεν ἣν ἐχρῆν ἐν ᾗ ἐπιθυμοῦμεν ἐγώ τε καὶ σὺ πολιτεύσασθαι, ἢ δέον εἰς Κόρινθον ἐλθεῖν, ὁ δ’ εἰς Βαβυλῶνα ἀφικόμενος οἴεται2 Κόρινθον ἑωρακέναι, ἄδηλον ἐμοὶ γοῦν ἔτι—οὐ γὰρ πάντως ὁ τινὰ πόλιν ἰδὼν Κόρινθον εἶδεν, εἴ γε οὐ μόνη πόλις ἐστὶν ἡ Κόρινθος. ὃ δὲ δὴ μάλιστα εἰς ἀπορίαν με καθίστησιν, ἐκεῖνό ἐστιν—τὸ εἰδέναι ὅτι πᾶσα ἀνάγκη μίαν εἶναι τὴν ἀληθῆ ὁδόν· καὶ γὰρ ἡ Κόρινθος μία ἐστίν, αἱ δ’ ἄλλαι πανταχόσε μᾶλλον ἢ εἰς Κόρινθον ἄγουσιν, εἰ μή τις οὕτω σφόδρα παραπαίει ὡς οἴεσθαι καὶ τὴν εἰς Ὑπερβορέους καὶ τὴν εἰς Ἰνδοὺς ἄγουσαν εἰς Κόρινθον στέλλειν. ΕΡΜΟΤΙΜΟΣ Καὶ πῶς οἷόν τε, ὦ Λυκῖνε; ἄλλη γὰρ ἀλλαχόσε ἄγει.

赫尔谟提摩斯:然而,我会将你从困惑中解脱出来。因为吕基诺斯啊,若是信任那些早已走过这条路的前人,你是绝不会误入歧途的。 吕基诺斯:你指的是哪些人?走哪一条路的人?还是跟随了哪一位引路人的人?因为同一个难题如今改头换面,从事物本身转移到了人的身上,再次摆在我们面前。 赫尔谟提摩斯:你这话是什么意思? 吕基诺斯:因为走上柏拉图的道路并与他结伴同行的人显然会赞美那条路,而走伊壁鸠鲁之路的人则会赞美他的路,另一个人又赞美另一条,而你则会赞美你们学派的道路。难道还能是别样吗,赫尔谟提摩斯?难道不是这样吗? 赫尔谟提摩斯:怎么会不是这样呢? 吕基诺斯:那么,你并未将我从困惑中解脱出来,我反倒依然如故地不知道究竟更应当信任哪一位行路人。因为我看到他们每一个人乃至引路人自己都仅仅经历过一条道路,却一味赞美那一条,声称唯有它通向那座城邦。然而,我却无从知晓他所言是否属实。他抵达了某种终点并见到了某座城邦,这一点我或许可以承认;但他所见到的,是否就是你我渴望成为其公民的、原本应当见到的那座城邦,抑或本来应当前往科林斯,他抵达了巴比伦却自以为见到了科林斯,至少对我而言仍是不明朗的——因为见过了某座城邦的人绝不等于见到了科林斯,只要科林斯并非唯一的城邦。而真正让我陷入最大困惑的则是这一点:明知正确的道路必然只有一条。因为科林斯固然只有一座,而其他道路则通往除科林斯之外的任何地方,除非有人发疯到了极点,竟以为通往极北之人和通往印度之人的道路也都能送人前往科林斯。 赫尔谟提摩斯:这又怎么可能呢,吕基诺斯?不同的道路分明通向不同的地方。

§28

ΛΥΚΙΝΟΣ Οὐκοῦν, ὦ καλὲ Ἑρμότιμε, οὐ μικρᾶς δεῖ βουλῆς ἐπὶ τὴν αἵρεσιν τῶν ὁδῶν τε καὶ ἡγεμόνων, οὐδὲ τοῦτο δὴ τὸ τοῦ λόγου ποιήσομεν—ἔνθα ἂν ἡμᾶς οἱ πόδες φέρωσιν, ἐκεῖσε ἄπιμεν· ἐπεὶ λήσομεν οὕτως ἀντὶ τῆς εἰς Κόρινθον ἀγούσης τὴν ἐπὶ Βαβυλῶνος ἢ Βάκτρων ἀπιόντες. οὐδὲ γὰρ οὐδ’ ἐκεῖνο καλῶς ἔχει τῇ τύχῃ ἐπιτρέπειν ὡς τάχα ἂν τὴν ἀρίστην ἑλομένους,3 εἰ καὶ ἄνευ ἐξετάσεως ὁρμήσαιμεν ἐπὶ μίαν τῶν ὁδῶν ἡντιναοῦν. δυνατὸν μὲν γὰρ καὶ τοῦτο γενέσθαι, καὶ ἴσως ποτὲ ἐγένετο καὶ ἐν τῷ μακρῷ χρόνῳ· ἡμᾶς δέ γε περὶ τῶν οὕτω μεγάλων οὐκ οἶμαι δεῖν παραβόλως ἀναρριπτεῖν οὐδὲ ἐς στενὸν κομιδῇ κατακλείειν τὴν ἐλπίδα ἐπὶ ῥιπός, ὡς ἡ παροιμία φησί, τὸν Αἰγαῖον ἢ τὸν Ἰόνιον διαπλεῦσαι θέλοντας, ὅτε οὐδὲ αἰτιασαίμεθ' ἂν εὐλόγως τὴν τύχην, εἰ τοξεύουσα καὶ ἀκοντίζουσα μὴ πάντως ἔτυχε τἀληθοῦς ἑνὸς ὄντος ἐν μυρίοις τοῖς ψεύδεσιν, ὅπερ οὐδὲ τῷ Ὁμηρικῷ τοξότῃ ὑπῆρξεν, ὃς δέον τὴν πελειάδα κατατοξεῦσαι, ὁ δὲ τὴν μήρινθον ἐνέτεμεν·4 ὁ Τεῦκρος οἶμαι. ἀλλὰ παρὰ πολὺ ἐκεῖνο εὐλογώτερον τῶν πολλῶν τρωθήσεσθαι καὶ περιπεσεῖσθαι τῷ τοξεύματι ἐλπίζειν ἢ πάντως ἐκεῖνο τὸ ἓν ἐξ ἁπάντων. ὁ δὲ κίνδυνος ὅτι οὐ μικρός, εἰ ἀντὶ τῆς ἐπ' εὐθὺ ἀγούσης ἐς τῶν πεπλανημένων μίαν ἀγνοοῦντες ἐμπέσοιμεν, ἐλπίζοντες ἄμεινον αἱρήσεσθαι τὴν τύχην ὑπὲρ ἡμῶν, εἰκάζειν οἶμαι. οὐδὲ γὰρ ἀναστρέψαι ἔτι καὶ ἀνασωθῆναι ὀπίσω ῥᾴδιον, ἢν ἅπαξ ἐπιδῷ τις αὑτὸν τῇ πνεούσῃ τὰ ἀπόγεια λυσάμενος, ἀλλὰ ἀνάγκη ἐν τῷ πελάγει διαφέρεσθαι ναυτιῶντα ὡς τὸ πολὺ καὶ δεδιότα καὶ καρηβαροῦντα ὑπὸ τοῦ σάλου, δέον ἐξ ἀρχῆς πρὶν ἐκπλεῦσαι ἀναβάντα ἐπὶ σκοπήν τινα σκέψασθαι εἰ ἐπίφορόν ἐστι καὶ οὔριον τὸ πνεῦμα τοῖς Κόρινθόνδε διαπλεῦσαι ἐθέλουσι, καὶ νὴ Δία κυβερνήτην ἕνα τὸν ἄριστον ἐκλέξασθαι καὶ ναῦν εὐπαγῆ οἵαν διαρκέσαι πρὸς τηλικοῦτον κλύδωνα.

吕基诺斯:因此,优秀的赫尔谟提摩斯,对于道路与引路人的选择需要极大的深思熟虑,我们切不可像俗话所说的那样——“双脚带我们去哪儿,我们就往哪儿走”;否则我们将不知不觉中踏上通往巴比伦或巴克特拉的道路,而非通向科林斯的那一条。若是不加审查便随便冲上其中任何一条道路,把事情托付给命运、指望借此或许能碰巧选到最优秀的道路,也是绝不可取的。因为这种事情固然也有可能发生,在漫长的岁月中或许曾经发生过;但在如此重大的事情上,我认为我们不应鲁莽下注,也不该像俗语所说的那样,想要“乘着芦苇编席”横渡爱琴海或伊奥尼亚海,把希望完全局限在狭隘脆弱之物上;况且,倘若命运射箭掷标,未能从成千上万个错误的目标中击中那唯一真实的靶心,我们甚至无法合理地怪罪命运——连荷马史诗中的神箭手也未曾享有此等好运,他本该射落鸽子,却反而割断了绳索;我想那是透克洛斯吧。相反,指望众多之中的某一个受伤并被箭射中,比起指望在全部之中必定是那唯一的一个〔被箭射中〕,要合情理得多。而其危险非同小可——如果我们满心指望命运能替我们做出更好的抉择,却在无知中落入歧途之一而非笔直通向目的地的道路,我想这是不难想象的。因为一个人一旦解缆启航、任凭风吹,便再也不易掉头安全返回了;相反,他不得不在茫茫大海上漂泊,大多时候晕船呕吐、提心吊胆、因颠簸而头重脚轻;而他本来应当从一开始就在起航之前,登上一处瞭望台,仔细察看风向对于想要航行前往科林斯的人是否顺遂合宜,更凭宙斯起誓,应当挑选出一位最优秀的舵手,以及一艘坚固得足以抵御如此惊涛骇浪的船舶。

语法注4 条
  1. 27ἀπὸ τῶν πραγμάτων ἐπὶ τοὺς ἄνδρας μετεληλυθός

    中性单数主格分词短语 μετεληλυθός 修饰主语 τὸ αὐτὸ ἄπορον(同一个难题),表明问题的焦点从道路或学说本身(τῶν πραγμάτων)转移到了倡导者或引路人(τοὺς ἄνδρας)身上。

  2. 27δέον εἰς Κόρινθον ἐλθεῖν, ὁ δ’ εἰς Βαβυλῶνα ἀφικόμενος οἴεται

    此处出现破格句(anacoluthon):由无人称动词 δεῖ 的绝对宾格 δέον(本应当……)引导让步性分词短语,后文则以承接的 δέ 引出带有独立主谓结构的对比分句(ὁ δ’... ἀφικόμενος οἴεται:“但他却到了巴比伦并以为……”)。

  3. 28ὡς τάχα ἂν τὴν ἀρίστην ἑλομένους

    连词 ὡς 与带有 ἄν 的宾格分词 ἑλομένους 连用,相当于间接引语中带有 ἄν 的愿望语气('仿佛我们或许能够选到最好的'),表达一种主观假设或借口,其逻辑主语是下文暗含的“我们”(ἡμᾶς)。

  4. 28ὃς δέον τὴν πελειάδα κατατοξεῦσαι, ὁ δὲ τὴν μήρινθον ἐνέτεμεν

    在由关系代词 ὃς 引导的关系从句中,插入了绝对宾格短语 δέον τὴν πελειάδα κατατοξεῦσαι(本应当射中鸽子),随后关系从句的主干由复指性的 ὁ δέ 承接('他却割断了绳索'),构成一种重叠复指的复合结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:27-28