← 琉善

赫尔莫蒂穆斯或论学派

§24-26

美德之邦的平等与道路选择的困惑

吕基诺斯回忆起曾有一位老人向他描述美德之邦,承认自己同样渴望前往那座向所有坚韧者平等开放的城邦;但他向赫尔谟提摩斯指出自己的困惑:通往该城的道路千差万别,且每条路上的引路人皆声称唯有自己知晓正道,令人无所适从。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

Ἤδη γάρ ποτε καὶ ἄλλοτε πρεσβύτου ἀνδρὸς ἤκουσα διεξιόντος ὅπως τὰ ἐκεῖ πράγματα ἔχοι, καί με προὔτρεπεν ἕπεσθαί οἱ πρὸς τὴν πόλιν· ἡγήσεσθαι γὰρ αὐτὸς καὶ ἐλθόντα ἐγγράψειν καὶ φυλέτην ποιήσεσθαι καὶ φρατρίας μεταδώσειν τῆς αὐτοῦ, ὡς μετὰ πάντων εὐδαιμονοίην. “ἀλλ’ ἐγὼ οὐ πιθόμην”1 ὑπ' ἀνοίας καὶ νεότητος τότε, πρὸ πεντεκαίδεκα σχεδὸν ἐτῶν· ἴσως γὰρ ἂν αὐτὰ ἤδη ἀμφὶ τὰ προάστεια καὶ πρὸς ταῖς πύλαις ἦν. ἔλεγε δ’ οὖν περὶ τῆς πόλεως, εἴ γε μέμνημαι, ἄλλα τε πολλὰ καὶ δὴ καὶ τάδε, ὡς ξύμπαντες μὲν ἐπήλυδες καὶ ξένοι εἶεν, αὐθιγενὴς δὲ οὐδὲ εἷς, ἀλλὰ καὶ βαρβάρους ἐμπολιτεύεσθαι πολλοὺς καὶ δούλους καὶ ἀμόρφους καὶ μικροὺς καὶ πένητας, καὶ ὅλως μετέχειν τῆς πόλεως τὸν βουλόμενον· τὸν γὰρ δὴ νόμον αὐτοῖς οὐκ ἀπὸ τιμημάτων ποιεῖσθαι τὴν ἐγγραφὴν οὐδ’ ἀπὸ σχημάτων ἢ μεγέθους ἢ κάλλους οὐδ’ ἀπὸ γένους τοῦ τῶν λαμπρῶν ἐκ προγόνων, ἀλλὰ ταῦτα μὲν οὐδὲ νομίζεσθαι παρ' αὐτοῖς, ἀποχρῆν δ’ ἑκάστῳ πρὸς τὸ πολίτην γενέσθαι σύνεσιν καὶ ἐπιθυμίαν τῶν καλῶν καὶ πόνον καὶ τὸ λιπαρὲς καὶ τὸ μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναι πολλοῖς τοῖς δυσχερέσι κατὰ τὴν ὁδὸν ἐντυγχάνοντα, ὡς ὅστις ἂν ταῦτα ἐπιδείξηται καὶ διεξέλθῃ πορευόμενος ἄχρι πρὸς τὴν πόλιν, αὐτίκα μάλα πολίτην ὄντα τοῦτον ὅστις ἂν ᾖ καὶ ἰσότιμον ἅπασι·2 τὸ δὲ χείρων ἢ κρείττων ἢ εὐπατρίδης ἢ ἀγεννὴς ἢ δοῦλος ἢ ἐλεύθερος οὐδὲ ὅλως εἶναι ἢ λέγεσθαι ἐν τῇ πόλει.

因为我早先在另一场合也曾听一位老人详述过那里的情形,他当时规劝我随他前往那座城邦。他说他会亲自领路,待我到达后便将我登记在册,纳为同部族人,并与我分享他自己的胞族,以便我能与众人一同享福。“但我当时并未听从”,那是由于当时的愚昧与年轻,大约在十五年以前;否则,我如今恐怕早已身在近郊、立于城门之下了。无论如何,关于那座城邦,若我没记错的话,他谈及了许多事,尤其是这一点:所有的居民都是外来客和异乡人,没有一个是本地土著;相反,许多异族人、奴隶、相貌丑陋者、矮小者以及赤贫者都在其中享有公民权,总而言之,凡是愿意的人都能参与城邦。因为根据他们的法律,登记入籍既非依据财产数额,亦非依据体格、高矮或容貌,也非依据声名显赫的先祖门第,这些东西在他们那里甚至根本不被看重;相反,对每个人而言,只要具备智识、对崇高之物的渴望、劳苦、坚韧,以及在途中遭遇诸多艰难险阻时不退缩、不气馁,便足以成为公民。凡是展现出这些品质并一路走到城邦的人,无论他是何人,便立即成为城邦公民,并与所有人享有同等的尊荣;而所谓“劣等”或“优等”、“高贵”或“卑贱”、“奴隶”或“自由人”,在城邦中根本不存在,甚至不被提及。

§25

ΕΡΜΟΤΙΜΟΣ Ὁρᾷς, ὦ Λυκῖνε, ὡς οὐ μάτην οὐδὲ περὶ μικρῶν κάμνω πολίτης ἐπιθυμῶν γενέσθαι καὶ αὐτὸς οὕτω καλῆς καὶ εὐδαίμονος πόλεως; ΛΥΚΙΝΟΣ Καὶ γὰρ αὐτός, ὦ Ἑρμότιμε, τῶν αὐτῶν σοι ἐρῶ καὶ οὐκ ἔστιν ὅ τι ἄν μοι πρὸ τούτων εὐξαίμην γενέσθαι. εἰ μὲν οὖν πλησίον ἦν ἡ πόλις καὶ φανερὰ ἰδεῖν ἅπασι, πάλαι ἄν, εὖ ἴσθι, μηδὲν ἐνδοιάσας αὐτὸς ᾔειν ἐς αὐτὴν καὶ ἐπολιτευόμην ἂν ἐκ πολλοῦ, ἐπεὶ δέ, ὡς ὑμεῖς φατε, σύ τε καὶ Ἡσίοδος ὁ ῥαψῳδός, πάνυ πόρρω ἀπῴκισται, ἀνάγκη ζητεῖν ὁδόν τε τὴν ἄγουσαν ἐπ' αὐτὴν καὶ ἡγεμόνα τὸν ἄριστον. ἢ οὐκ οἴει σὺ χρῆναι οὕτω ποιεῖν; ΕΡΜΟΤΙΜΟΣ Καὶ πῶς ἂν ἄλλως ἔλθοι τις; ΛΥΚΙΝΟΣ Οὐκοῦν ὅσον μὲν ἐπὶ τῷ ὑπισχνεῖσθαι καὶ φάσκειν εἰδέναι πολλὴ ἀφθονία τῶν ἡγησομένων. πολλοὶ γὰρ ἕτοιμοι παρεστᾶσιν αὐτόχθονες ἐκεῖθεν ἕκαστος εἶναι λέγοντες. ὁδός γε μὴν οὐ μία καὶ ἡ αὐτὴ φαίνεται ἀλλὰ πολλαὶ καὶ διάφοροι καὶ οὐδὲν ἀλλήλαις ὅμοιαι· ἡ μὲν γὰρ ἐπὶ τὰ ἑσπέρια, ἡ δὲ ἐπὶ τὴν ἕω φέρειν ἔοικεν, ἡ δέ τις ἐπὶ τὰς ἄρκτους, καὶ ἄλλη εὐθὺ τῆς μεσημβρίας, καὶ ἡ μὲν διὰ λειμώνων καὶ φυτῶν καὶ σκιᾶς εὔυδρος καὶ ἡδεῖα οὐδὲν ἀντίτυπον ἢ δύσβατον ἔχουσα, ἡ δὲ πετρώδης καὶ τραχεῖα πολὺν ἥλιον καὶ δίψος καὶ κάματον προφαίνουσα. καὶ ὅμως αὗται πᾶσαι πρὸς τὴν πόλιν ἄγειν λέγονται μίαν οὖσαν ἐς τὰ ἐναντιώτατα τελευτῶσαι.3

赫尔谟提摩斯:吕基诺斯,你可看到了吧?我自己也渴望成为如此美好与幸福之城邦的公民而付出的劳苦,绝非徒劳,亦非为了微不足道之事。 吕基诺斯:确实如此,赫尔谟提摩斯,我本人也与你有同样的渴望,在这些事物之前,没有什么是我更祈求获得的。若是那座城邦就在近旁且人人可见,你大可确信,我早就毫不犹豫地亲自前去,并在那里久为公民了。然而,正如你和朗诵诗人赫西俄德所言,它座落在极远之地,因而不得不去寻找通向它的道路与最优秀的引路人。难道你认为不应当这样做吗? 赫尔谟提摩斯:若非如此,人又怎能到达呢? 吕基诺斯:因此,就许诺与宣称知情而言,引路人多得不可胜数。因为许多人准备就绪站在一旁,每个人都声称自己是来自那里的土著。然而,道路看起来却并非同一条,而是众多、各异且彼此毫不相仿的:一条似乎通往西方,一条通向黎明,一条指向北方,另一条则直奔南方;其中一条穿过草地、林木与阴凉,水源充沛、令人愉悦,毫无阻碍或艰险,而另一条则多石坎坷,预示着烈日、干渴与劳顿。然而,所有这些道路尽管延伸至截然相反的方向,却据说都通向同一座城邦。

§26

Ἔνθα δή μοι καὶ ἡ πᾶσα ἀπορία ἐστίν. ἐφ' ἣν γὰρ ἂν ἔλθω αὐτῶν, ἀνὴρ κατὰ τὴν ἀρχὴν τῆς ἀτραποῦ ἑκάστης ἐφεστὼς ἐν τῇ εἰσόδῳ μάλα τις ἀξιόπιστος ὀρέγει τε τὴν χεῖρα καὶ προτρέπει κατὰ τὴν αὑτοῦ ἀπιέναι, λέγων ἕκαστος αὐτῶν μόνος τὴν εὐθεῖαν εἰδέναι τοὺς δ’ ἄλλους πλανᾶσθαι μήτε αὐτοὺς ἐληλυθότας μήτε ἄλλοις ἡγήσασθαι δυναμένοις ἀκολουθήσαντας. κἂν ἐπὶ τὸν πλησίον ἀφίκωμαι, κἀκεῖνος τὰ ὅμοια ὑπισχνεῖται περὶ τῆς αὑτοῦ ὁδοῦ καὶ τοὺς ἄλλους κακίζει, καὶ ὁ παρ' αὐτὸν ὁμοίως καὶ ἑξῆς ἅπαντες. τό τε τοίνυν πλῆθος τῶν ὁδῶν καὶ τὸ ἀνόμοιον αὐτῶν οὐ μετρίως ταράττει με καὶ ἀπορεῖν ποιεῖ, καὶ μάλιστα οἱ ἡγεμόνες ὑπερδιατεινόμενοι καὶ τὰ ἑαυτῶν ἕκαστοι ἐπαινοῦντες. οὐ γὰρ οἶδα ἥντινα τραπόμενος ἢ τῷ μᾶλλον αὐτῶν ἀκολουθήσας ἀφικοίμην ἂν πρὸς τὴν πόλιν.

正是在这里,引起了我全部的困惑。因为无论我走到哪一条道路前,在每一条小径起点的入口处,都有一位看起来极可信赖的人站在那里,伸出手来劝我顺着他的路前行,他们每一个人都声称唯有自己知晓正道,而其他人都在迷途漫游,既未亲自抵达,也未曾追随其他能带路的人。若是我走到相邻者跟前,他也同样就自己的道路许诺一番,并贬低其他人;他旁边的人也是如此,依次所有人都这样。因此,道路的数量及其各异的性质非同寻常地扰乱我、令我困惑,尤其是那些引路人竭力争辩、各自夸赞自己的东西。因为我不知道该转向哪一条,或者更应当追随他们中的哪一位,方能到达那座城邦。

语法注3 条
  1. 24“ἀλλ’ ἐγὼ οὐ πιθόμην”

    引自荷马史诗的诗句(《伊利亚特》5.201、22.103,《奥德赛》9.228)。史诗特有的无增音不定过去时形式 πιθόμην(阿提卡散文作 ἐπιθόμην)被直接嵌入叙述之中。

  2. 24αὐτίκα μάλα πολίτην ὄντα τοῦτον ὅστις ἂν ᾖ καὶ ἰσότιμον ἅπασι

    由前文 ὡς ὅστις ἂν ταῦτα ἐπιδείξηται 引导的间接引语主句部分。此处理论上可补充不定词(如 εἶναι),但此处以分词 ὄντα 作为宾格主语 τοῦτον 的谓语,构成间接引语中的分词结构。

  3. 25ἐς τὰ ἐναντιώτατα τελευτῶσαι

    与主语 αὗται πᾶσαι(所有这些道路)一致的现在分词阴性复数主格。修饰主句“据说通向同一座城邦”,带有让步或对比意味,即“尽管它们伸向截然相反的方向”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:24-26