- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:20-23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯援引莫摩斯的神话,论证无法仅凭外表洞悉人的内心。面对赫尔谟提摩斯的回避,吕基诺斯将美德比作一座理想的城邦,并指出人们应当抛弃一切世俗羁绊全力奔赴其中。
ὃ δὲ βούλομαι εἰπεῖν τοιόνδε ἐστίν· οὐχ ὅτι τῆς γνώμης τῶν ἀνδρῶν ἔρωτι προσῄεις αὐτοῖς καὶ ἠξίους ἀμείνων γίγνεσθαι ἐς τὰ τῆς γνώμης; ΕΡΜΟΤΙΜΟΣ Καὶ μάλα. ΛΥΚΙΝΟΣ Πῶς οὖν οἷόν τέ σοι ἦν ἀφ' ὧν ἔφησθα ἐκείνων τῶν γνωρισμάτων διορᾶν τὸν ὀρθῶς φιλοσοφοῦντα ἢ μή; οὐ γὰρ φιλεῖ τὰ τοιαῦτα οὕτω διαφαίνεσθαι, ἀλλ’ ἔστιν ἀπόρρητα καὶ ἐν ἀφανεῖ κείμενα, λόγοις καὶ συνουσίαις ἀναδεικνύμενα καὶ ἔργοις τοῖς ὁμοίοις ὀψὲ μόλις. ὁ γοῦν Μῶμος ἀκήκοας οἶμαι ἅτινα ᾐτιάσατο τοῦ Ἡφαίστου· εἰ δὲ μή, ἀλλὰ νῦν ἄκουε. φησὶ γὰρ ὁ μῦθος ἐρίσαι Ἀθηνᾶν καὶ Ποσειδῶνα καὶ Ἥφαιστον εὐτεχνίας πέρι, καὶ τὸν μὲν Ποσειδῶ ταῦρον ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ οἰκίαν ἐπινοῆσαι, ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα συνεστήσατο,1 καὶ ἐπείπερ ἐπὶ τὸν Μῶμον ἧκον ὅνπερ δικαστὴν προείλοντο, θεασάμενος ἐκεῖνος ἑκάστου τὸ ἔργον, τῶν μὲν ἄλλων ἅτινα ᾐτιάσατο περιττὸν ἂν εἴη λέγειν, ἐπὶ τοῦ ἀνθρώπου δὲ τοῦτο ἐμέμψατο καὶ τὸν ἀρχιτέκτονα ἐπέπληξε τὸν Ἥφαιστον διότι μὴ καὶ θυρίδας ἐποίησεν αὐτῷ κατὰ τὸ στέρνον, ὡς ἀναπετασθεισῶν γνώριμα γίγνεσθαι2 ἅπασιν ἃ βούλεται καὶ ἐπινοεῖ καὶ εἰ ψεύδεται ἢ ἀληθεύει. ἐκεῖνος μὲν οὖν ἅτε ἀμβλυώττων οὕτω περὶ τῶν ἀνθρώπων διενοεῖτο, σὺ δὲ ὑπὲρ τὸν Λυγκέα ἡμῖν δέδορκας καὶ ὁρᾷς τὰ ἔνδον ὡς ἔοικε διὰ τοῦ στέρνου καὶ ἀνέῳκταί σοι τὰ πάντα, ὡς εἰδέναι μὴ μόνον ἃ βούλεται καὶ ἃ γιγνώσκει ἕκαστος ἀλλὰ καὶ πότερος ἀμείνων ἢ χείρων. ΕΡΜΟΤΙΜΟΣ Παίζεις, ὦ Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως. ἱκανὸν δὲ τοῦτο πρὸς γοῦν ἐμέ. ΛΥΚΙΝΟΣ Ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ, ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ συρφετῷ; ΕΡΜΟΤΙΜΟΣ Οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω. ΛΥΚΙΝΟΣ Οὔκ, ὦγαθέ, ἀλλ’ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον ἄν μοι ἀρέσειεν. ἐπεὶ δ’ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ καὶ φθονεῖς ἡμῖν ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι φιλοσοφήσαντες, ἐγὼ πειράσομαι ὅπως ἂν οἷός τε ὦ κατ' ἐμαυτὸν ἐξευρεῖν τὴν ἀκριβῆ περὶ τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν. ἄκουε δὲ καὶ σύ, εἰ βούλει. ΕΡΜΟΤΙΜΟΣ Ἀλλὰ βούλομαι, ὦ Λυκῖνε. ἴσως γάρ τι γνώριμον ἐρεῖς. ΛΥΚΙΝΟΣ Σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως, ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς ἄμεινον.
吕基诺斯:我想说的乃是这样:你当初走近他们,指望在心智方面有所长进,难道不正是出于对这些人品格的爱慕吗? 赫尔谟提摩斯:确实如此。 吕基诺斯:既然如此,你又怎么可能凭你所说的那种标志,去分辨出谁是真正研习哲学而谁又不是呢?因为这类事情通常不会以这种方式显露在外,而是隐藏幽微、深藏不露,唯有通过长久的言谈、交往以及相应的行为,方能迟缓而艰难地展现出来。想必你也听说过,关于莫摩斯斥责赫菲斯托斯的事情;若是没有,那就现在听一听。神话中说,雅典娜、波塞冬和赫菲斯托斯争论工艺高下,波塞冬塑了一头公牛,雅典娜设计了一所房舍,而赫菲斯托斯则造出了人。当他们来到被推举为裁判的莫摩斯面前时,莫摩斯检视了各自的作品;他对其他作品有何指责本不必多言,但他挑剔了人身上的这一缺点,并斥责了创造者赫菲斯托斯,责怪他没有在人的胸前造出小窗,以便小窗一经推开,所有人便能知晓此人心之所欲、心之所思,以及他是说谎还是吐露真情。莫摩斯因为视力衰弱,所以对人抱有这般见解;而你对我们而言却拥有一双超越林叩斯的利眼,似乎能透过胸膛洞视内心,一切都对你洞开,以致你不仅能知晓每个人心中所求所识,还能判定谁更优秀、谁更拙劣。 赫尔谟提摩斯:你在取笑我,吕基诺斯。但我乃是依照神意做出的选择,我对这选择并不后悔;至少对我而言,这已足够了。 吕基诺斯:即便是这样,朋友,你难道就不肯对我也说一说,反而眼睁睁看着我沉沦于庸碌之辈的泥沼中吗? 赫尔谟提摩斯:因为无论我说什么,你都不会满意。 吕基诺斯:不,我的好人,是你根本不肯说出任何能让我满意的话。不过,既然你执意隐瞒,吝惜教诲,不愿让我们通过研习哲学而与你平起平坐,那我便尽我所能,尝试独自去探寻关于这些事的准确裁断和最稳妥的抉择。若你愿意,你也听听看吧。 赫尔谟提摩斯:我倒很想听听,吕基诺斯。也许你能说出些合乎情理的见解来。 吕基诺斯:那么请你仔细考察,若我全然以门外汉的方式去探究,可千万别嘲笑我;既然你深知底细却不愿明说,我也只能不得不如此了。
Ἔστω δή μοι ἡ μὲν ἀρετὴ τοιόνδε τι οἷον πόλις τις εὐδαίμονας ἔχουσα τοὺς ἐμπολιτευομένους (ὡς φαίη ἂν ὁ διδάσκαλος ὁ σὸς ἐκεῖθέν ποθεν ἀφιγμένος), σοφοὺς ἐς τὸ ἀκρότατον, ἀνδρείους ἅπαντας, δικαίους, σώφρονας, ὀλίγον θεῶν ἀποδέοντας. οἷα δὲ πολλὰ γίγνεται παρ' ἡμῖν—ἁρπαζόντων καὶ βιαζομένων καὶ πλεονεκτούντων—οὐδὲν ἂν ἴδοις, φασίν, ἐν ἐκείνῃ τῇ πόλει τολμώμενον, ἀλλὰ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ξυμπολιτεύονται, μάλ' εἰκότως· ἃ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οἶμαι τὰς στάσεις καὶ φιλονεικίας ἐγείρει καὶ ὧν ἕνεκα ἐπιβουλεύουσιν ἀλλήλοις, ταῦτα πάντα ἐκποδών ἐστιν ἐκείνοις. οὐ γὰρ οὔτε χρυσίον ἔτι οὔτε ἡδονὰς οὔτε δόξας ὁρῶσιν ὡς διαφέρεσθαι περὶ αὐτῶν, ἀλλὰ πάλαι τῆς πόλεως ἐξεληλάκασιν αὐτὰ οὐκ ἀναγκαῖα ἡγησάμενοι ξυμπολιτεύεσθαι. ὥστε γαληνόν τινα καὶ πανευδαίμονα βίον βιοῦσιν ξὺν εὐνομίᾳ καὶ ἰσότητι καὶ ἐλευθερίᾳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς.
依我看来,且把美德设想为这样一种事物,就好比一座拥有幸福城民的城邦(正像你的老师从那远方某处归来后所描述的那样),城民们聪慧至极,个个勇敢、正直、节制,几乎与诸神无异。在我们这里屡屡发生的事情——人们巧取豪夺、横行施暴、贪婪无厌——在那个城邦里,据说你绝不会看到其中任何一件被悍然做出,相反,他们在和平与融洽中共度城邦生活,这也是理所当然的。因为我想,在其他城邦中挑起纷争与倾轧、促使人们互相算计的那些根源,对于他们而言统统被摒弃在外。他们再也不将黄金、享乐或声誉看作值得争夺之物,而是认为这些对于共同生活并非必需,早已将它们驱逐出城。因此,他们在良好的法治、平等、自由以及其他一切美好事物之中,过着宁静而极其幸福的生活。
ΕΡΜΟΤΙΜΟΣ Τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ καὶ μεθέξειν τῆς πολιτείας; ΛΥΚΙΝΟΣ Νὴ Δία, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ τούτῳ σπουδαστέον, τῶν δὲ ἄλλων ἀμελητέον, καὶ μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης πολὺν ποιεῖσθαι λόγον μήτε παίδων ἢ γονέων ὅτῳ εἰσίν ἐπικατεχόντων καὶ κλαυθμυριζομένων ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρακαλεῖν ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν3 εὐθὺ τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα τὸ ἱμάτιον εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν, ἐσσύμενον ἐκεῖσε—οὐ γὰρ δέος μή σέ τις ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.
赫尔谟提摩斯:那么,吕基诺斯,难道不应当人人皆渴望成为这般城邦的公民吗?如果他们在到达之后也能被登记在册并享有公民权,那么既不计较途中的劳苦,也不因时间的漫长而气馁,这难道不值得吗? 吕基诺斯:指宙斯起誓,赫尔谟提摩斯,凡事最当为此竭尽全力,而将其他一切置之度外;既不必把此地牵绊着自己的祖国放在心上,若有人有儿女或父母拉扯哭泣,也不可动摇心志。最好是呼唤他们同赴此途;他们若是不愿或不能,便应挣脱他们,直奔那极其幸福的城邦。若是他们扯住斗篷阻拦,哪怕把斗篷本身掷弃掉,也要急切奔赴那里——因为不必害怕有人会将你拒之门外,即便你赤身裸体抵达那里。
- 20ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα συνεστήσατο
此处出现变格破格现象(anacoluthon):前面由φησὶ γὰρ ὁ μῦθος引导的间接引语为带不定式的宾格结构(τὸν μὲν Ποσειδῶ... ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ... ἐπινοῆσαι),随后却突然转变为以主格和直陈式限定动词构成的独立句子(ὁ Ἥφαιστος δὲ... συνεστήσατο),表明叙述焦点直接转向了赫菲斯托斯。
- 20ὡς ἀναπετασθεισῶν γνώριμα γίγνεσθαι
ἀναπετασθεισῶν 是一个省略了名词主语的属格绝对结构(指代前文的 θυρίδας)。ὡς 在此引出表示目的或预期结果的不定式 γίγνεσθαι,形成复合结构,意为“以便当这些窗户被推开时,变得众所周知”。
- 23ἀποσεισάμενον αὐτοὺς χωρεῖν
分词 ἀποσεισάμενον(以及后文的 ἀπορρίψαντα, ἐσσύμενον)采用阳性单数宾格,与承接无人称动词性形容词结构(σπουδαστέον... ἀμελητέον)的不定式 χωρεῖν 的隐含逻辑主语(表示泛指的 τινά)保持一致。
