← 琉善

赫尔莫蒂穆斯或论学派

§16-19

反驳依据声誉与外表选择学派

赫尔谟提摩斯辩称自己是根据大众倾向、世人口碑以及斯多亚学者端庄的仪态和发型来做出的抉择,吕基诺斯反驳道这不过是听信外行的传闻和如同品评雕像般的外表审查,不仅将盲人排除在外,更无法凭此外在表象窥见灵魂的实质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ΛΥΚΙΝΟΣ Οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας. ΕΡΜΟΤΙΜΟΣ Ἐγώ σοι φράσω. ἑώρων τοὺς πλείστους ἐπ' αὐτὴν ὁρμῶντας ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν. ΛΥΚΙΝΟΣ Πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις. ΕΡΜΟΤΙΜΟΣ Ἀλλ' οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ. ΛΥΚΙΝΟΣ Ὡς οὐκ ἐθέλεις διδάξαι με ἀλλ’ ἐξαπατᾷς, ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι1 ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές. ΕΡΜΟΤΙΜΟΣ Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλὰ καὶ ἤκουον ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύθυμοι καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν Στωϊκῶν πολλοὶ ἔφασκον ὅτι ἀνδρώδεις καὶ πάντα γιγνώσκουσιν καὶ ὅτι ὁ ταύτην ἰὼν τὴν ὁδὸν μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ συνόλως ἅπαντα.

吕基诺斯:那么你首先可否教教我们:我们一开始究竟该如何分辨哪一种哲学是最优秀的、最真实的,以及一个人应当舍弃其他学派而选取哪一派? 赫尔谟提摩斯:我来告诉你吧。我看到大多数人都奔向它,所以我推测它是更优的。 吕基诺斯:比伊壁鸠鲁派、柏拉图派或漫步学派多出多少?因为你显然像举手表决那样把他们都数过一遍了。 赫尔谟提摩斯:我本人确实没有数过,但我是推测的。 吕基诺斯:你根本不肯教我,反而在欺骗我——你居然声称关于这等大事是凭推测和人数来评判的,向我隐瞒了真实的想法。 赫尔谟提摩斯:吕基诺斯,不仅仅是这个缘故,而且我还听到所有人都在说:伊壁鸠鲁派心性柔靡且贪图享乐,漫步学派爱财且好起争端,柏拉图派自负自大且汲汲于名望;而关于斯多亚派,许多人都声称他们充满男子气概且通晓一切,走这条道路的人唯独他是王者,唯独他是富人,唯独他是智者,总而言之拥有一切。

§17

ΛΥΚΙΝΟΣ Ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ αὐτῶν. οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας ἐπαινοῦσι τὰ αὐτῶν. ΕΡΜΟΤΙΜΟΣ Οὐδαμῶς, ἀλλὰ οἱ ἄλλοι ἔλεγον. ΛΥΚΙΝΟΣ Οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον ὡς τὸ εἰκός. ΕΡΜΟΤΙΜΟΣ Οὐ γάρ. ΛΥΚΙΝΟΣ Οἱ δ’ ἄρα ἰδιῶται ταῦτα ἔλεγον. ΕΡΜΟΤΙΜΟΣ Καὶ μάλα. ΛΥΚΙΝΟΣ Ὁρᾷς ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις τἀληθές. ἀλλ’ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσεν καὶ κατὰ τὰ ὑπ' ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων. οὐ γὰρ ἀξιῶ πιστεῦσαί σοι τοιαῦτα λέγοντι.

吕基诺斯:向你说起关于他们的这些话的,显然是其他人;因为你总不至于去相信他们自己赞美自己的话吧。 赫尔谟提摩斯:绝非如此,而是其他人在说。 吕基诺斯:持有异见的敌对学派自然不会这么说。 赫尔谟提摩斯:确实不会。 吕基诺斯:那么,说这些话的便是门外汉了。 赫尔谟提摩斯:正是。 吕基诺斯:你瞧,你又在欺骗我,没有说实话。难道你以为自己是在和一个马耳吉忒斯般的蠢汉交谈,竟然指望我相信:赫尔谟提摩斯这样一个聪慧之人,当时年已四十,在事关哲学和哲人的问题上却去信从门外汉,并按照那些人所说的话去选定更优的派别?因为当你说这等话时,我可不认为该相信你。

§18

ΕΡΜΟΤΙΜΟΣ Ἀλλ' οἶσθα, ὦ Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον ἐπίστευον ἀλλὰ καὶ ἐμαυτῷ. ἑώρων γὰρ αὐτοὺς κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς, φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας2 τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδ’ αὖ πάνυ ἐς τὸ ἀδιάφορον ὑπερεκπῖπτον ὡς ἔκπληκτον εἶναι καὶ κυνικὸν ἀτεχνῶς, ἀλλ’ ἐπὶ τοῦ μέσου καταστήματος, ὃ δὴ ἄριστον ἅπαντες εἶναί φασιν. ΛΥΚΙΝΟΣ Ἆρ' οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτοὺς ἃ μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν διδάσκαλον, ὦ Ἑρμότιμε, πράττοντα; οἷον δανείζοντας καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα ἐπιδείκνυνται; ἢ τούτων ὀλίγον σοι μέλει, ἄχρι ἂν εὐσταλὴς ἡ ἀναβολὴ καὶ ὁ πώγων βαθὺς καὶ ἐν χρῷ ἡ κουρά; καὶ πρὸς τὸ λοιπὸν ἄρα ἔχωμεν τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων, ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίστους, ὃς δ’ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς ᾖ καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος καὶ ἀποβλητέος;

赫尔谟提摩斯:可是你要知道,吕基诺斯,我不单单是信了别人,我也信了我自己。因为我亲眼看到他们步履端庄,斗篷披得整整齐齐,始终在深思,满面刚健之气,大多数人贴着头皮剪着短发,既无丝毫柔媚之气,又未过分堕入放荡不羁以致令人侧目乃至全同犬儒派一般,而是维持着人人都说是最完美的中庸仪态。 吕基诺斯:那么,刚才我说亲眼看到你的老师所做的事,赫尔谟提摩斯,你也看到他们那样做了吗?比如放债牟利、严苛索债、在聚会中极其好勇斗狠地争辩,以及其他诸如此类的做派?还是说只要斗篷披得整齐、胡须浓密、短发紧贴头皮,你就根本不在乎那些了?照赫尔谟提摩斯所说,我们今后就要把这当作评判此类人物的确凿准绳和尺度,必须根据姿态、步履和发型来辨别最优秀的人,凡是不具备这些、面容不显得阴沉深思的人,就一律判定为不合格而予以摈弃?

§19

ἀλλ’ ὅρα μὴ καὶ ταῦτα, ὦ Ἑρμότιμε, παίζεις πρός με πειρώμενος εἰ ἐξαπατώμενος συνίημι. ΕΡΜΟΤΙΜΟΣ Διὰ τί τοῦτ' ἔφησθα; ΛΥΚΙΝΟΣ Ὅτι, ὦγαθέ, ἀνδριάντων ταύτην ἐξέτασιν λέγεις τὴν ἀπὸ τῶν σχημάτων. παρὰ πολὺ γοῦν ἐκεῖνοι εὐσχημονέστεροι καὶ τὰς ἀναβολὰς κοσμιώτεροι, Φειδίου τινὸς ἢ Ἀλκαμένους ἢ Μύρωνος πρὸς τὸ εὐμορφότατον εἰκάσαντος. εἰ δὲ καὶ ὅτι μάλιστα χρὴ τεκμαίρεσθαι τοῖς τοιούτοις, τί ἂν πάθοι τις, εἰ τυφλὸς ὢν ἐπιθυμοίη φιλοσοφεῖν; τῷ διαγνῷ3 τὸν τὴν ἀμείνω προαίρεσιν προῃρημένον οὔτε σχῆμα οὔτε βάδισμα ὁρᾶν δυνάμενος; ΕΡΜΟΤΙΜΟΣ Ἀλλ' ἔμοιγε οὐ πρὸς τυφλοὺς ὁ λόγος, ὦ Λυκῖνε, οὐδέ μοι μέλει τῶν τοιούτων. ΛΥΚΙΝΟΣ Ἐχρῆν μέν, ὦ χρηστέ, κοινόν τι τὸ γνώρισμα εἶναι τῶν οὕτω μεγάλων καὶ ἅπασι χρησίμων. πλὴν εἰ δοκεῖ, οἱ μὲν ἔξω ἡμῖν φιλοσοφίας μενέτωσαν οἱ τυφλοί, ἐπείπερ μηδὲ ὁρῶσι—καίτοι ἀναγκαῖον ἦν τοῖς τοιούτοις μάλιστα φιλοσοφεῖν ὡς μὴ πάνυ ἄχθοιντο ἐπὶ τῇ συμφορᾷ. οἱ δὲ δὴ βλέποντες κἂν πάνυ ὀξυδερκεῖς ὦσι τί ἂν δύναιντο συνιδεῖν τῶν τῆς ψυχῆς4 ἀπό γε τῆς ἔξωθεν ταύτης περιβολῆς;

但是赫尔谟提摩斯,小心你也是在同我开玩笑,试探我被骗时是否能察觉呢。 赫尔谟提摩斯:你为什么这么说? 吕基诺斯:因为,我的好人哪,你说的这种依凭外表形态的审查,是对雕像的审查。无论如何,雕像在外表上要庄严得多,斗篷的披覆也端正得多,只要出自菲迪亚斯、阿尔卡墨涅斯或米隆等人之手,都被塑成了最优美的形态。然而退一步讲,即便再怎么应当根据这类事物来断定,那么一个双目失明之人若渴望研习哲学,他又该如何是好?他既看不到体态也看不到步履,又该凭什么去分辨那选定了更优学派的人呢? 赫尔谟提摩斯:可是吕基诺斯,我的话又不是对着瞎子说的,我也不在乎那些人。 吕基诺斯:我正直的朋友,事关如此重大且对所有人皆有益的事情,其标志理应是所有人共通的。不过,若你愿意,就让盲人们留在我们哲学的门外吧,既然他们根本看不见——尽管这些人恰恰最需要研习哲学,好让他们不至于因这不幸而过度忧伤。然而,即便对于那些看得见的人,纵使他们视力再敏锐,仅仅从这外在的衣着打扮上,又能看清灵魂深处的什么呢?

语法注4 条
  1. 16ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι

    关系代名词 ὅς 引导表示原因的关系从句('你竟然声称……')。不定式 κρῖναι 的逻辑主语与主句动词 φής 的主语(赫尔谟提摩斯自身)一致,意为'(你自己)评判'。

  2. 18ἐν χρῷ κουρίας

    介词短语 ἐν χρῷ 字面意为'贴着皮肤',修饰 κουρίας,表示'贴着头皮剪的短发',是斯多亚学派简朴严肃外表的标志性特征。

  3. 19τῷ διαγνῷ

    τῷ 是疑问代词 τίνι 的缩略形式(表示手段的与格,意为'凭借什么')。διαγνῷ 为 διαγιγνώσκω 的不定过去时虚拟式,在此充当审议性虚拟式(deliberative subjunctive)。

  4. 19τῶν τῆς ψυχῆς

    作动词 συνιδεῖν 支配的宾语性质的部分属格(或因省略了中性代词 τι),意为'灵魂所属的任何事物/内涵'。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:16-19