← 琉善

赫尔莫蒂穆斯或论学派

§13-15

关于在诸学派中抉择斯多亚派之依据的追问

吕基诺斯询问赫尔谟提摩斯,当年在众多哲学流派并存的情况下,他究竟凭何根据认定并选择了斯多亚派作为唯一通往美德的正道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ἀλλὰ, σχολὴν γὰρ ἄγομεν, τί οὐ διηγῇ μοι ἑταίρῳ ὄντι ὃν τρόπον ὡρμήθης τὸ πρῶτον φιλοσοφεῖν, ὡς καὶ αὐτός, εἰ δυνατὸν ἔτι, συνοδοιποροίην ὑμῖν τὸ ἀπὸ τοῦδε ἀρξάμενος. οὐ γὰρ ἀποκλείσετέ με δηλαδὴ φίλοι ὄντες. ΕΡΜΟΤΙΜΟΣ Εἰ γὰρ ἐθελήσειας,1 ὦ Λυκῖνε· ὄψει ἐν βραχεῖ ὅσον διοίσεις τῶν ἄλλων. παῖδας εὖ ἴσθι οἰήσῃ ἅπαντας ὡς πρὸς σέ, τοσοῦτον ὑπερφρονήσεις αὐτός. ΛΥΚΙΝΟΣ Ἱκανόν, εἰ μετὰ εἴκοσιν ἔτη γενέσθαι οἷός τε εἴην τοιοῦτος οἷος σὺ νῦν. ΕΡΜΟΤΙΜΟΣ Ἀμέλει. καὶ αὐτὸς κατὰ σὲ γεγονὼς ἠρξάμην φιλοσοφεῖν τετταρακοντούτης σχεδόν—ὁπόσα οἶμαι σὺ νῦν γέγονας. ΛΥΚΙΝΟΣ Τοσαῦτα γάρ, ὦ Ἑρμότιμε. ὥστε τὴν αὐτὴν ἄγε λαβὼν κἀμέ—δίκαιον γάρ. καὶ πρῶτόν γέ μοι τοῦτο εἰπέ· δίδοτε ἀντιλέγειν τοῖς μανθάνουσιν ἤν τι μὴ ὀρθῶς λέγεσθαι δοκῇ αὐτοῖς, ἢ οὐκ ἐφίετε τοῦτο τοῖς νεωτέροις; ΕΡΜΟΤΙΜΟΣ Οὐ πάνυ.2 σὺ δέ, ἤν τι βούλῃ, ἐρώτα μεταξὺ καὶ ἀντίλεγε. ῥᾷον γὰρ ἂν οὕτω μάθοις. ΛΥΚΙΝΟΣ Εὖ γε—νὴ τὸν Ἑρμῆν, ὦ Ἑρμότιμε, αὐτόν οὗ ἐπώνυμος ὢν τυγχάνεις.

吕基诺斯:不过,既然我们眼下有闲暇,你何不向我这个同伴讲讲你当初究竟是怎样立志研习哲学的,好让我也能从此刻开始与你们同行——如果眼下还来得及的话。毕竟大家都是朋友,你们总不至于把我拒之门外吧。 赫尔谟提摩斯:要是你真肯的话就好了,吕基诺斯!你很快就会看到你将比其他人卓越多少。可以肯定,比起你自己,你会把其他所有人都看作小孩子,你自会以如此之高的姿态俯视他们。 吕基诺斯:若是在二十年之后,我能变得像你如今这般模样,那也就足够了。 赫尔谟提摩斯:放心吧。我自己当年开始研习哲学时也是到了你这个年纪,差不多四十岁——我想你如今大概也正是这把年纪吧。 吕基诺斯:赫尔谟提摩斯,正是这般年岁。那么来吧,带上我走同一条路——因为这才是公道的。而且你首先得告诉我这点:当那些正在学习的人觉得某件事讲得不正确时,你们准许他们反驳吗,还是说你们不允许新人这样做? 赫尔谟提摩斯:并非不许。你若愿意,尽可在中间提问并反驳。因为这样你能学得更容易些。 吕基诺斯:太好了——赫尔谟提摩斯,指着那位赫耳墨斯神发誓,你正巧是随了他的名字!

§14

ἀτὰρ εἰπέ μοι, μία τις ὁδός ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα ἡ τῶν Στωϊκῶν ὑμῶν; ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ ἄλλοι πολλοί τινές εἰσιν; ΕΡΜΟΤΙΜΟΣ Μάλα πολλοί—Περιπατητικοὶ καὶ Ἐπικούρειοι καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ Διογένους ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους. ΛΥΚΙΝΟΣ Ἀληθῆ ταῦτα· πολλοὶ γάρ εἰσι. πότερον δή, ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα; ΕΡΜΟΤΙΜΟΣ Καὶ πάνυ διάφορα. ΛΥΚΙΝΟΣ Τὸ δέ γε ἀληθὲς οἶμαι πάντως που ἓν ἦν3 αὐτῶν ἀλλ’ οὐ πάντα διάφορά γε ὄντα. ΕΡΜΟΤΙΜΟΣ Πάνυ μὲν οὖν.

不过请告诉我,通往哲学的道路是只有一条——即你们斯多亚派的这一条呢,还是我过去听说的那样,确实还有许多别的道路? 赫尔谟提摩斯:多得很呢——漫步学派、伊壁鸠鲁派,以及那些奉柏拉图为师的人,还有一些是狄奥根尼与安提斯泰尼的追随者,以及出自毕达哥拉斯门下的人,甚至还有更多。 吕基诺斯:这话不假,因为确实很多。那么赫尔谟提摩斯,这些人说的是同样的话,还是截然不同的话? 赫尔谟提摩斯:截然不同的话。 吕基诺斯:我想,真理无论如何必然只能是其中的一个,绝不可能在它们互不相同的情况下全都为真。 赫尔谟提摩斯:确实如此。

§15

ΛΥΚΙΝΟΣ Ἴθι δή, ὦ φιλότης, ἀπόκριναί μοι· τῷ τότε πιστεύσας4 τὸ πρῶτον ὁπότε ᾔεις φιλοσοφήσων πολλῶν σοι θυρῶν ἀναπεπταμένων παρεὶς σὺ τὰς ἄλλας εἰς τὴν τῶν Στωϊκῶν ἧκες καὶ δι’ ἐκείνης ἠξίους ἐπὶ τὴν ἀρετὴν εἰσιέναι ὡς δὴ μόνης ἀληθοῦς οὔσης καὶ τὴν εὐθεῖαν ἐπιδεικνυούσης, τῶν δ’ ἄλλων εἰς τυφλὰ καὶ ἀνέξοδα φερουσῶν; τίνι ταῦτ' ἐτεκμαίρου τότε; καὶ μή μοι τὸν νῦν δὴ τοῦτον σεαυτὸν ἐννόει, τὸν εἴτε ἡμίσοφον εἴτε σοφὸν ἤδη τὰ βελτίω κρίνειν ὑπὲρ τοὺς πολλοὺς ἡμᾶς δυνάμενον, ἀλλὰ οὕτως ἀπόκριναι ὁποῖος τότε ἦσθα ἰδιώτης καὶ κατὰ τὸν νῦν ἐμέ. ΕΡΜΟΤΙΜΟΣ Οὐ συνίημι ὅ τι σοι τοῦτο βούλεται, ὦ Λυκῖνε. ΛΥΚΙΝΟΣ Καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην. πολλῶν γὰρ ὄντων φιλοσόφων, οἷον Πλάτωνος καὶ Ἀριστοτέλους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων ὅσοι εἰσιν, τῷ σὺ πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα ὁ Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπ' ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν οἶμαι ἑκάστῳ εἰδότι. ΕΡΜΟΤΙΜΟΣ Ἀλλ' οὐδὲν τοιοῦτον, ὦ Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν. ΛΥΚΙΝΟΣ Πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἢ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ; ΕΡΜΟΤΙΜΟΣ Ὤιμην γάρ.

吕基诺斯:来吧,好朋友,回答我:当年你初次前去研习哲学的时候,在有许多门户向你敞开的情况下,你究竟是凭信了什么,舍弃了其他门户而来到了斯多亚派的门前,并且认定要经由这扇门步入美德之境,仿佛只有它是唯一真实的且指明了正道,而其他门户都会通往盲端与死路?当时你究竟凭什么推断出这些的?请不要把你自己想象成如今这副模样——要么是个半智者,要么是个已经超越我们常人、能分辨何者更优的智者——而是要以你当年的样貌来回答,当年你是个外行,正如同现在的我一样。 赫尔谟提摩斯:吕基诺斯,我弄不明白你这话究竟是什么意思。 吕基诺斯:可我问的根本不拐弯抹角啊。有这么多哲学家在,比如柏拉图、亚里士多德、安提斯泰尼,以及你们学派的先贤克律西波斯和芝诺,还有其他那么多人,你究竟是信了什么,竟把其他人搁在一旁,从所有人当中挑选出你所选定的那些,并认定要按照它们来研习哲学?难道皮托的阿波罗神也像遣发海瑞丰那样,宣称斯多亚学派是所有人中最优秀的,从而把你打发到这里来的?因为神明知晓何者适宜于每个人,习惯于指引不同的人走向不同形态的哲学。 赫尔谟提摩斯:根本没有这回事,吕基诺斯,关于这些我连问都没问过神。 吕基诺斯:是因为你觉得这事不值得神明指点,还是说你认为单凭你自己无需神明便足以选出那更优的一派呢? 赫尔谟提摩斯:我当时确实是这么以为的。

语法注4 条
  1. 13Εἰ γὰρ ἐθελήσειας

    εἰ γάρ 后接愿望语气(ἐθελήσειας),表示对将来的愿望(“要是你肯……就好了”)。其后跟随着陈述语气将来时(ὄψει),表明愿望实现后的必然结果。

  2. 13Οὐ πάνυ

    对前句提问“还是说你们不允许新人这样做?”(ἢ οὐκ ἐφίετε τοῦτο τοῖς νεωτέροις;)的否定回答,意为“绝非(不许)”,否定了对新人的禁止。随后的命令句“尽可提问并反驳”(ἐρώτα ... καὶ ἀντίλεγε)证实了这一解读。

  3. 14ἓν ἦν

    未完成过去时 ἦν 在此用于确认哲学命题或逻辑推论(即所谓“哲学性未完成过去时”),含有“真理理应必然为一”的含义。

  4. 15τῷ τότε πιστεύσας

    τῷ 为疑问代词 τίς/τί 的与格单数收缩形式(相当于 τίνι)。由分词 πιστεύσας 所支配(该动词要求与格补足语),意为“凭信了什么(或谁)”,与句末的 τίνι ταῦτ' ἐτεκμαίρου τότε; 相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:13-15