← 琉善

被剥夺继承权者

§7-9

继母不治之症与二次驱逐的非法性

叙述者阐述了父亲因他判定继母的疯癫不可救治而指责其故意怠工、企图将其二次驱逐的缘由,并开始从法理上论证曾撤销驱逐令的父亲已无权再次驱逐儿子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

ὁ πατὴρ δὲ ὑπὸ ἰδιωτείας (οὐ γὰρ οἶδεν οὔτε ἀρχὴν τοῦ κατέχοντος κακοῦ οὔτε τὴν αἰτίαν οὔτε τὸ μέτρον τοῦ πάθους) ἐκέλευεν ἰᾶσθαι καὶ τὸ ὅμοιον ἐκχέαι φάρμακον· οἴεται γὰρ ἓν εἶναι μανίας εἶδος καὶ μίαν τὴν νόσον καὶ τἀρρώστημα ταὐτὸν καὶ παραπλησίαν τὴν θεραπείαν δεχόμενον. ἐπεὶ δέ, ὅπερ ἀληθέστατον, ἀδύνατον εἶναί φημι σώζεσθαι τὴν γυναῖκα καὶ ἡττῆσθαι ὑπὸ τῆς νόσου ὁμολογῶ, ἀγανακτεῖ καὶ ὀργίζεται καί φησιν ἑκόντα καθυφίεσθαι καὶ προδιδόναι τὴν ἄνθρωπον,1 ἐγκαλῶν ἐμοὶ τὴν ἀσθένειαν τῆς τέχνης. καὶ πάσχει μὲν σύνηθες τοῖς λυπουμένοις· ὀργίζονται γοῦν ἅπαντες τοῖς μετὰ παρρησίας τἀληθῆ λέγουσιν. πλὴν ἔγωγε ὡς ἂν οἷός τε ὦ δικαιολογήσομαι πρὸς αὐτὸν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ τῆς τέχνης.

然而,父亲出于外行的无知(因为他既不知道盘踞在她身上的恶疾之源头,亦不知其起因,更不知病情的分寸),便吩咐我施治,倒出同样的药物;因为他以为疯癫只有一种形态,疾病只有一种,病患全然相同,亦能接受类似的疗法。但当我道出最确凿的实情,声明这妇人绝无得救的可能,并承认自己已败于此病之时,他便愤慨震怒,声称我是故意留手、弃此妇人于不顾,并将医术的无能归咎于我。其实,他所经历的乃是悲痛之人常有的反应;无论如何,所有人对于坦率直陈真相者总是心怀恼怒的。不过,我将尽我所能,为了自己也为了医术向他据理力争。

§8

καὶ πρῶτόν γε ἀπὸ τοῦ νόμου ἄρξομαι καθʼ ὃν οὗτός με ἀποκηρῦξαι βούλεται, ἵνʼ εἰδῇ οὐκέθʼ ὁμοίαν οὖσαν αὐτῷ νῦν τε καὶ πρότερον τὴν ἐξουσίαν. οὐ γὰρ ἅπασιν, ὦ πάτερ, ὁ νομοθέτης οὐδὲ πάντας υἱέας οὐδὲ ὁσάκις ἂν ἐθέλωσιν ἀποκηρύττειν συγκεχώρηκεν οὐδʼ ἐπὶ πάσαις αἰτίαις, ἀλλʼ ὥσπερ τοῖς πατράσιν τὰ τηλικαῦτα ὀργίζεσθαι ἐφῆκεν, οὕτω καὶ τῶν παίδων προὐνόησεν, ὡς μὴ ἀδίκως αὐτὸ πάσχωσιν· καὶ διὰ τοῦτο οὐκ ἐλευθέραν ἐφῆκε γίγνεσθαι οὐδὲ ἄκριτον τὴν τιμωρίαν, ἀλλʼ ἐς δικαστήριον ἐκάλεσε καὶ δοκιμαστὰς ἐκάθισε τοὺς μήτε πρὸς ὀργὴν μήτε διαβολὴν τὸ δίκαιον κρινοῦντας. ᾔδει γὰρ πολλοῖς πολλάκις ἀλόγους αἰτίας ὀργῆς παρισταμένας, καὶ τὸν μὲν ψευδεῖ τινι διαβολῇ πειθόμενον, τὸν δὲ οἰκέτῃ πιστεύοντα ἢ γυναίῳ ἐχθρῷ. οὔκουν ἡγεῖτο ἀδίκαστον γίγνεσθαι τὸ πρᾶγμα οὐδʼ ἐξ ἐρήμης τοὺς παῖδας εὐθὺς ἁλίσκεσθαι, ἀλλὰ καὶ ὕδωρ ἐγχεῖται καὶ λόγος ἀποδίδοται καὶ ἀνεξέταστον οὐδὲν καταλείπεται.

首先,我便要从他企图据以驱逐我的法律谈起,好让他知晓,他如今所拥有的权力与从前相比已大不相同。父亲啊,立法者并未准许所有人、在涉及所有儿子时、随心所欲地想驱逐多少次就驱逐多少次,亦未准许因任何借口便可施行驱逐;相反,立法者在准许父亲们宣泄如此巨大怒火的同时,亦顾及了子辈的利益,以免他们遭受不公的惩处。正因如此,他并未准许这种惩处不受约束亦未经审断便自行生效,而是将其召唤至法庭,让那些既不凭愤怒亦不依毁谤来裁断公正的裁判官们列席。因为他深知,许多人常常会产生毫无道理的怒火之由,有人轻信虚妄的毁谤,有人则偏信奴仆或怀有敌意的妇人。因此,他绝不认为此事应当不经审讯就下定论,亦不认为儿子们应当因缺席审判而立即被定罪;相反,水钟之水被注下,发言的权利被赋予,没有任何疑点会被遗漏而不加详查。

§9

ἐπεὶ τοίνυν ἔξεστιν, καὶ τοῦ μὲν ἐγκαλεῖν μόνου ὁ πατὴρ κύριος, τοῦ κρῖναι δὲ εἰ εὔλογα αἰτιᾶται ὑμεῖς οἱ δικάζοντες, αὐτὸ μὲν ὅ μοι ἐπιφέρει καὶ ἐφʼ ᾧ νῦν ἀγανακτεῖ μηδέπω σκοπεῖτε, πρότερον δὲ ἐκεῖνο ἐξετάσατε, εἰ ἔτι δοτέον ἀποκηρύττειν αὐτῷ ἅπαξ ἀποκηρύξαντι2 καὶ χρησαμένῳ τῇ παρὰ τοῦ νόμου ἐξουσίᾳ καὶ ἀποπληρώσαντι τὴν πατρικὴν ταύτην δυναστείαν, εἶτʼ αὖθις ἀναλαβόντι καὶ λύσαντι τὴν ἀποκήρυξιν. ἐγὼ μὲν γὰρ ἀδικώτατον εἶναί φημι τὸ τοιοῦτον, ἀπεράντους γίνεσθαι καὶ τῶν παίδων τὰς τιμωρίας καὶ πολλὰς τὰς καταδίκας καὶ τὸν φόβον ἀΐδιον καὶ τὸν νόμον ἄρτι μὲν συνοργίζεσθαι, μετὰ μικρὸν δὲ λύεσθαι, καὶ πάλιν ὁμοίως ἰσχυρὸν εἶναι, καὶ ὅλως ἄνω καὶ κάτω στρέφεσθαι τὰ δίκαια πρὸς τὸ ἐπὶ καιροῦ δοκοῦν πατράσιν. ἀλλὰ τὸ μὲν πρῶτον ἄξιον ἐφιέναι καὶ ἀγανακτοῦντι συναγανακτεῖν καὶ κύριον τῆς τιμωρίας ποιεῖν τὸν γεγεννηκότα· ἢν δὲ ἅπαξ ἀναλώσῃ τὴν ἐξουσίαν καὶ καταχρήσηται τῷ νόμῳ καὶ ἐμπλησθῇ τῆς ὀργῆς, εἶτα μετὰ ταῦτα ἀναλάβῃ, χρηστὸν εἶναι μεταπεισθείς, ἐπὶ τούτων ἀνάγκη μένειν καὶ μηκέτι μεταπηδᾶν μηδὲ μεταβουλεύεσθαι μηδὲ μεταποιεῖν τὴν κρίσιν. τοῦ μὲν γὰρ τὸν γεννηθέντα πονηρὸν ἢ χρηστὸν ἀποβήσεσθαι οὐδέν, οἶμαι, γνώρισμα ἦν,3 καὶ διὰ τοῦτο τοὺς ἀναξίους τοῦ γένους παραιτεῖσθαι συγκεχώρηται τοῖς ὅτε ἠγνόουν ἀναθρεψαμένοις.

因此,既然自辩是允许的,且父亲唯独对提出指控拥有主权,而你们这些审判者才对评判其指责是否合理拥有主权,那么,对于他加诸我身上的具体指控以及他此刻所愤恨的事由,请你们暂且毋须查究;请先检验那一点:对于一个已经施行过一次驱逐、行使了法律所赋予的权力、并已将此种父权权威履行完毕,继而又重新接纳儿子并废除了驱逐令的人,是否还应当再赋予他驱逐儿子的权利?因为我断言,此种行径乃是最为不公的:它令针对儿子的惩治永无休止,令定罪接二连三,令恐惧永久不绝,令法律时而随同发怒,不久后又被废解,转瞬间又同样具有威力,总而言之,令正义完全根据父亲们一时一刻的兴致而颠倒反复。在初次之时,顺从其意愿、与愤慨者同怀义愤、并让生育者全权施行惩罚,尚属合情合理;但若他已经一次用尽了权力,耗尽了法律,泄尽了怒火,此后又因被说服确信儿子品行端良而将其重新接纳,那么就必须恪守这一决定,不得再反复跳跃、中途变卦或擅改判决。 因为对于初生之子将来会变得邪恶抑或善良,我认为事先绝无任何征兆可寻;正因如此,对于当初在懵懂未知中抚育了孩子的父母,法律才准许他们摒绝那些玷污宗族的无道之人。

语法注3 条
  1. 7ἑκόντα καθυφίεσθαι καὶ προδιδόναι τὴν ἄνθρωπον

    在由 φησίν 引导的间接引语(宾格加不定式结构)中,表语性形容词 ἑκόντα 用宾格,与不定式 καθυφίεσθαι 及 προδιδόναι 省略的逻辑主语(με,即叙述者自己)一致。由于所指并非主句主语(父亲),故须用宾格而非主格(ἑκών)。此外,καθυφίεσθαι 在法庭辩论语境中意为“蓄意留手”、“怠于履行职责”。

  2. 9εἰ ἔτι δοτέον ἀποκηρύττειν αὐτῷ ἅπαξ ἀποκηρύξαντι

    由动形容词 δοτέον(省略 ἐστί)构成的非人称句式,支配作间接宾语的与格 αὐτῷ。一系列与格过去时分词(ἅπαξ ἀποκηρύξαντι、χρησαμένῳ、ἀποπληρώσαντι、ἀναλαβόντι、λύσαντι)与其一致,概括了父亲此前的一连串行为:即向一个曾行使法令驱逐儿子、而后又撤销该令重新接纳他的人,是否仍应赋予其驱逐权。

  3. 9τοῦ μὲν γὰρ τὸν γεννηθέντα πονηρὸν ἢ χρηστὸν ἀποβήσεσθαι οὐδέν, οἶμαι, γνώρισμα ἦν

    包含语序倒装(hyperbaton)的长句。主干为 οὐδὲν γνώρισμα ἦν(“没有任何征兆”),置于句首的带冠词属格不定式短语 τοῦ ... ἀποβήσεσθαι 整体作为修饰/界定 γνώρισμα 的属格成分(“关于……的征兆”)。在该不定式从句内部,τὸν γεννηθέντα 为宾格逻辑主语,πονηρὸν ἢ χρηστὸν 则为宾格表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:7-9