- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:10-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者论证道,一位父亲若已自愿重新接纳曾被废黜的儿子,便不再拥有进行二次废黜的法律权利。他援引自愿仲裁、收养以及释放奴隶的先例,主张经过审慎决断的确凿决定绝不容随意推翻。
ὅταν δὲ μὴ κατʼ ἀνάγκην ἀλλʼ ἐπʼ ἐξουσίας αὐτός τις ἀφʼ ἑαυτοῦ καὶ δοκιμάσας ἀναλάβῃ, τίς ἔτι μηχανὴ μεταβάλλεσθαι, ἢ τίς ἔτι χρῆσις ὑπόλοιπος τοῦ νόμου; φαίη γὰρ ἂν πρὸς σὲ ὁ νομοθέτης, εἰ πονηρὸς οὗτος ἦν καὶ τοῦ ἀποκηρυχθῆναι ἄξιος, τί παθὼν1 ἀνεκάλεις; τί δʼ αὖθις ἐπανῆγες ἐς τὴν οἰκίαν; τί δʼ ἔλυες τὸν νόμον; ἐλεύθερος γὰρ ἦσθα καὶ τοῦ μὴ ποιεῖν ταῦτα κύριος. οὐ γὰρ δὴ ἐντρυφᾶν σοι δοτέον τοῖς νόμοις οὐδὲ πρὸς τὰς σὰς μεταβολὰς συνάγεσθαι τὰ δικαστήρια, οὐδὲ ἄρτι μὲν λύεσθαι ἄρτι δὲ κυρίους εἶναι τοὺς νόμους καὶ τοὺς δικαστὰς καθῆσθαι μάρτυρας, μᾶλλον δὲ ὑπηρέτας, τῶν σοὶ δοκούντων, ὁτὲ μὲν κολάζοντας ὁτὲ δὲ διαλλάττοντας, ὁπόταν σοι δοκῇ. ἅπαξ γεγέννηκας, ἅπαξ ἀνατέτραφας, ἅπαξ καὶ τὸ ἀποκηρύττειν ἀντὶ τούτων ἔχεις, καὶ τότε, ἢν δικαίως αὐτὸ ποιεῖν δοκῇς· τὸ δʼ ἄπαυστον τοῦτο καὶ ἀΐδιον καὶ πολὺ ῥᾴδιον μεῖζον ἤδη τῆς πατρικῆς ἐστιν ἐξουσίας.
然而,当一个人并非迫于无奈,而是在其权能之内,出于自愿并经过考察之后重新接纳儿子时,究竟还有什么手段可以反复无常,或者法律究竟还留存着什么用途?因为立法者大可以对你说: “如果此人本是邪恶之徒,理当遭受废黜,你究竟中了什么邪竟又召回了他?又为何再次将他领回门户?又为何要废止法律?因为你本来是自由的,拥有不做这些事的主权。万万不可准许你戏弄法律,法庭亦绝不该为了顺应你的反复无常而开庭,法律更不该时而被废解、时而又具有约束力,审判官们亦不该坐在那里充当你心血来潮的见证人、甚至可以说是侍从,全凭你的意旨,时而降罚,时而调解。你只生育过一次,只抚养过一次,作为对此的回报,你也唯独拥有一次废黜的权利,即便在当时,亦须在你被认定处置公正之时方可;然而,这种永无休止、永恒存在且轻率至极的做法,早已超越了做父亲的合法权能。”
μὴ δή, πρὸς Διός, ὦ ἄνδρες δικασταί, συγχωρήσητε αὐτῷ ἑκούσιον τὴν ἀνάληψιν πεποιημένῳ καὶ λύσαντι τὴν γνῶσιν τοῦ πάλαι δικαστηρίου καὶ ἀκυρώσαντι τὴν ὀργὴν αὖθις τὴν αὐτὴν τιμωρίαν ἀνακαλεῖν καὶ ἐπὶ τὴν ἐξουσίαν τὴν πατρικὴν ἀνατρέχειν, ἧς ἔξωρος ἤδη καὶ ἕωλος ἡ προθεσμία καὶ μόνῳ τούτῳ ἄκυρος καὶ προδεδαπανημένη. ὁρᾶτε γάρ που καὶ ἐν τοῖς ἄλλοις δικαστηρίοις ὡς ἀπὸ μὲν τῶν κλήρῳ λαχόντων δικαστῶν, ἤν τις ἄδικον οἴηται γεγενῆσθαι τὴν κρίσιν, δίδωσιν ὁ νόμος ἐς ἕτερον ἐφεῖναι δικαστήριον· ἢν δέ τινες ἑκόντες αὐτοὶ σύνθωνται δικαστὰς καὶ προελόμενοι ἐπιτρέψωσιν διαιτᾶν, οὐκέτι. οἷς γὰρ ἐξῆν μηδὲ τὴν ἀρχὴν ἐμμένειν, εἰ τούτους τις αὐθαίρετος εἵλετο, στέργειν ἐστὶ δίκαιος2 τοῖς ἐγνωσμένοις. οὕτω δὴ καὶ σύ, ὃν ἐξῆν μηκέτʼ ἀναλαμβάνειν εἰ ἀνάξιος ἐδόκει τοῦ γένους, τοῦτον εἰ χρηστὸν ἡγησάμενος εἶναι πάλιν ἀνείληφας, οὐκέτʼ ἀποκηρύττειν ἕξεις· ὅτι γὰρ οὐκ ἄξιος αὖθις παθεῖν ταῦτα, ὑπʼ αὐτοῦ σοῦ μεμαρτύρηται καὶ χρηστὸς ἤδη ἀνωμολόγηται. ἀμετανόητον οὖν τὴν ἀνάληψιν καὶ τὴν διαλλαγὴν βέβαιον εἶναι προσήκει μετὰ κρίσιν οὕτω πολλὴν καὶ δύο δικαστήρια, ἓν μὲν τὸ πρῶτον, ἐφʼ οὗ παρῃτήσω, δεύτερον δὲ τὸ σόν, ὅτε μετεβουλεύσω καὶ ἀνάδαστον ἐποίησας·3 τὰ πρότερον ἐγνωσμένα λύσας βεβαιοῖς τὰ μετʼ ἐκεῖνα βεβουλευμένα. μένε τοίνυν ἐπὶ τῶν τελευταίων καὶ φύλαττε τὴν σαυτοῦ κρίσιν· πατέρα σε εἶναι δεῖ· τοῦτο γὰρ ἔδοξέ σοι, τοῦτʼ ἐδοκίμασας, τοῦτʼ ἐκύρωσας.
因此,指宙斯之名,陪审官阁下,既然他曾自愿实行重新接纳,废除了往昔法庭的判决,并平息了自己的怒火,就请千万不要准许他再度重提同样的惩罚,重新诉诸那项做父亲的权能;因为这项权能的时效早已过期荒废,单单对他而言已属无效且预先耗尽。你们在其他法庭中想必也看得很清楚:对于抽签选出的审判官,如果有人认为判决不公,法律准许向另一法庭提起上诉;但若是某些人自己自愿商定裁判人,并出于自主选择将事情付诸仲裁,便不再准许上诉。因为一个人若主动选择了他原本在最初可以不必服从的人,他就应当欣然接受所作出的决断。你亦正是如此:如果此人曾显得有辱门风,你本来完全可以不再接纳他;然而,倘若你认为他是良善之人而重新将他接回,你便再无权将他废黜;因为他绝不该再次遭受此种待遇,这一点已由你自己亲自作证,且已被承认是良善之辈。因此,在经历了如此重大的审断以及两个法庭——其一是当初你弃绝他的第一个法庭,其二则是当你回心转意并撤销前议时属于你自己的法庭——之后,重新接纳理应不可反悔,和解理应确凿牢靠。你废除了先前作出的裁决,便确立了其后决定的效力。所以,请坚守你最终的决定,恪守你自己的裁断吧:你必须做一位父亲;因为这曾是你认可的意愿,是你考察后的赞同,也是你亲手赋予的效力。
ἐγὼ μὲν οὐδʼ εἰ μὴ φύσει παῖς ἦν, θέμενος δὲ4 ἀποκηρύττειν ἤθελες, ἐξεῖναι ἄν σοι ᾠόμην· ὃ γὰρ τὴν ἀρχὴν μὴ ποιεῖν δυνατὸν ἦν, τοῦτʼ ἄδικον λύειν ἅπαξ γενόμενον. τὸν δὲ καὶ φύσει καὶ αὖθις προαιρέσει καὶ γνώμῃ ἐσπεποιημένον, πῶς εὔλογον αὖθις ἀπωθεῖσθαι καὶ πολλάκις τῆς μιᾶς οἰκειότητος ἀποστερεῖν; εἰ δʼ οἰκέτης ὢν ἐτύγχανον, καὶ τὸ μὲν πρῶτον πονηρὸν οἰόμενος ἐπέδησας, μεταπεισθεὶς δὲ ὡς οὐδὲν ἠδίκουν ἐλεύθερον ἀφῆκας εἶναι, ἆρʼ ἄν σοι πρὸς καιρὸν ὀργισθέντι αὖθις ἐξῆν ἐς τὴν ὁμοίαν δουλείαν ἐπανάγειν; οὐδαμῶς. τὰ γὰρ τοιαῦτα βέβαια καὶ διὰ παντὸς κύρια ὑπάρχειν οἱ νόμοι ἀξιοῦσιν. ὑπὲρ μὲν οὖν τοῦ μηκέτι ἐξεῖναι τούτῳ ἀποκηρύττειν ὃν ἅπαξ ἀποκηρύξας ἑκὼν ἀνέλαβεν ἔτι πολλὰ εἰπεῖν ἔχων ὅμως παύσομαι.
依我之见,即便我并非你亲生的儿子,而是你所收养却又想要废黜的,我也认为你绝不应被准许这样做;因为一件在起初原本可以不做的事情,一旦成为事实,将其取消便是不公的。那么,对于一个既由天性生成、又通过选择与决断再次被纳为儿子的人,再次将他推开并屡次剥夺这仅有的一份骨肉亲情,难道是合情合理的吗?倘若我恰好是一名奴仆,最初你因认为我奸恶而将我戴上锁链,后来却被说服确信我未曾作恶而放我重获自由,难道只要你一时动怒,便有权重新将我打回同样的奴役状态吗?绝不可能。因为法律要求此类决定必须牢不可破,且永远具有拘束力。 因此,关于此人绝不再有权驱逐那个他曾经驱逐过却又自愿重新接纳的儿子这一点,虽然我还有许多话可说,但我还是就此打住吧。
- 10τί παθὼν
疑问代词 τί 与动词 πάσχω 的第二不定过去时分词 παθών 结合构成的惯用句式(字面义为“遭受了何事之后?”),用于对非理性或不可理喻的举动表达质问与责难,意为“究竟中了什么邪而……”、“出于何种动机竟……”。
- 11στέργειν ἐστὶ δίκαιος
形容词 δίκαιος 与不定式 στέργειν 构成人称句构(字面直译为“他是正当的去接受……”),在逻辑上完全等同于无人称构式 δίκαιόν ἐστιν 接宾格加不定式(“他理当接受……”)。古典希腊语在此类表达中常偏好使用人称结构。
- 11ἀνάδαστον ἐποίησας
词组 ἀνάδαστον ἐποίησας 由形容词 ἀνάδαστος(本义用于财产之“重新分配”,引申指“被废止、被推翻、重开审断”)与 ἐποίησας 搭配,意为“废除了原判 / 推翻了前决”,与前面的 μετεβουλεύσω(回心转意)相呼应,指父亲推翻自己先前的决定。
- 12θέμενος δὲ
中动态分词 θέμενος(源自 τίθημι)在此取其收养子女(θέσθαι παῖδα)的专门法律用义。该分词承接前分句中的与事实相反的条件句(εἰ μὴ φύσει παῖς ἦν)并形成紧凑的假设对比,意即“即使我并非亲生之子,而是你收养后却又企图废黜”。
