← 琉善

被剥夺继承权者

§4-6

治愈生父的发疯重归宗族与继母的染病

诉讼人叙述了自己在异国学成医术归来后,如何通过严密审察和施药彻底治愈了被众人放弃的发狂父亲并重获宗族接纳,然而不久之后,继母却染上了一种对医生抱有极端狂躁敌意的奇特且不治的疯疾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ἀποδημήσας οὖν καὶ τοῖς εὐδοκιμωτάτοις τῶν ἐπὶ τῆς ἀλλοδαπῆς ἰατρῶν συγγενόμενος καὶ πόνῳ πολλῷ καὶ προθυμίᾳ λιπαρεῖ χρησάμενος ἐξέμαθον τὴν τέχνην. ἐπανελθὼν δὲ καταλαμβάνω τὸν πατέρα σαφῶς ἤδη μεμηνότα καὶ ὑπὸ τῶν ἐπιχωρίων ἰατρῶν ἀπεγνωσμένον, οὐκ ἐς βάθος ὁρώντων οὐδʼ ἀκριβῶς φυλοκρινούντων τὰς νόσους. πλὴν ὅπερ γε εἰκὸς ἦν ποιεῖν χρηστὸν υἱόν, οὔτε ἐμνησικάκησα τῆς ἀποκηρύξεως οὔτε μετάπεμπτος γενέσθαι περιέμεινα· οὐδὲ γὰρ εἶχόν τι αὐτῷ ἴδιον ἐγκαλεῖν, ἀλλὰ πάντα ἐκεῖνα ἦν ἀλλότρια τὰ ἁμαρτήματα καὶ ὥσπερ ἔφην ἤδη, τῆς νόσου. παρελθὼν οὖν ἄκλητος οὐκ εὐθὺς ἰασάμην· οὐ γὰρ οὕτω ποιεῖν ἔθος ἐστὶν ἡμῖν οὐδὲ ταῦτα ἡ τέχνη παραινεῖ, ἀλλὰ πάντων πρῶτον τοῦτο διδασκόμεθα συνορᾶν εἴτε ἰάσιμόν ἐστι τὸ νόσημα εἴτε ἀνήκεστον καὶ ὑπερβεβηκὸς τοὺς ὅρους τῆς τέχνης. καὶ τηνικαῦτα, ἢν μὲν εὐμεταχείριστον ᾖ, ἐπιχειροῦμεν καὶ πᾶσαν σπουδὴν ἐσφερόμεθα σῶσαι τὸν νοσοῦντα· ἢν δὲ κεκρατηκὸς ἤδη καὶ νενικηκὸς τὸ πάθος ἴδωμεν, οὐδὲ τὴν ἀρχὴν προσαπτόμεθα, νόμον τινὰ παλαιὸν τῶν προπατόρων τῆς τέχνης ἰατρῶν φυλάττοντες, οἵ φασι μὴ δεῖν ἐπιχειρεῖν τοῖς κεκρατημένοις. ἰδὼν οὖν τὸν πατέρα ἔτι ἐντὸς τῆς ἐλπίδος καὶ τὸ πάθος οὐχ ὑπὲρ τὴν τέχνην, ἐπὶ πολὺ τηρήσας καὶ ἀκριβῶς ἐξετάσας ἕκαστα ἐπεχείρουν ἤδη καὶ τὸ φάρμακον τεθαρρηκότως ἐνέχεον, καίτοι πολλοὶ τῶν παρόντων ὑπώπτευον τὴν δόσιν καὶ τὴν ἴασιν διέβαλλον καὶ πρὸς κατηγορίας παρεσκευάζοντο.

于是我离家远游,投身于异邦最负盛名的医者门下,付出了巨大的辛劳与执着的狂热,精通了这门技艺。回乡后,我发现父亲已然明显发狂,并被本地的医生们放弃了——那些人既不向深处探究,亦未能精确辨明病症。然而,正如一个孝子所应当做的那样,我既未对当年的驱逐怀恨在心,也未等候旁人召唤;因为我对他个人并无可指责之处,那些过失全属外物,且如我已然说过的,是出于疾病。因此,我虽不请自来,却并未立刻着手施治;因为我们素来的规矩并非如此行事,医术亦不作此建议,相反,我们首先受教去辨明的,便是此病究竟尚可救治,抑或已成沉疴、超出了医术的界限。届时,若病情尚属易于应付,我们便动手救治,全力以赴挽救病人;但若看出病势已然成灾、占据压倒之势,我们便从一开始就不去沾手,恪守着医术始祖们传下来的一条古老戒律——他们断言,绝不可对已被病魔完全征服之人妄动干戈。 因此,我看到父亲仍处于希望之内,病情亦未超出医术的限度,在长久观察并精确检验了每一个细节之后,我便动手施治,满怀信心地灌下药剂;尽管在场的许多人怀疑这剂药,诋毁这番救治,并准备提出指控。

§5

παρῆν δὲ καὶ ἡ μητρυιὰ φοβουμένη καὶ ἀπιστοῦσα, οὐ τῷ μισεῖν ἐμέ, ἀλλὰ τῷ δεδιέναι καὶ ἀκριβῶς εἰδέναι πονηρῶς ἐκεῖνον διακείμενον· ἠπίστατο γὰρ μόνη τὰ πάντα συνοῦσα καὶ ὁμοδίαιτος τῇ νόσῳ. πλὴν ἀλλʼ ἔγωγε οὐδὲν ἀποδειλιάσας — ἠπιστάμην γὰρ οὐ ψευσόμενά με τὰ σημεῖα οὐδὲ προδώσουσαν τὴν τέχνην — ἐπῆγον τὴν ἴασιν ἐν καιρῷ τῆς ἐπιχειρήσεως, καίτοι κἀμοί τινες τῶν φίλων συνεβούλευον μὴ θρασύνεσθαι, μὴ καὶ διαβολήν τινα μείζω ἐνέγκῃ μοι τὸ ἀποτυχεῖν ὡς ἀμυνομένῳ τὸν πατέρα φαρμάκῳ καὶ μνησικακήσαντι ὧν ἐπεπόνθειν ὑπʼ αὐτοῦ.1 καὶ τὸ κεφάλαιον, σῶος μὲν οὗτος εὐθὺς ἦν καὶ ἐσωφρόνει πάλιν καὶ πάντα διεγίγνωσκεν· οἱ παρόντες δὲ ἐθαύμαζον, ἐπῄνει δὲ καὶ ἡ μητρυιὰ καὶ φανερὰ πᾶσιν ἦν χαίρουσα κἀμοὶ εὐδοκιμοῦντι κἀκείνῳ σωφρονοῦντι. οὗτος δʼ οὖν (μαρτυρεῖν γὰρ αὐτῷ ἔχω) μήτε μελλήσας μήτε σύμβουλόν τινα περὶ τούτων προσλαβών, ἐπειδὴ τὸ πᾶν ἤκουσε τῶν παρόντων, ἔλυε μὲν τὴν ἀποκήρυξιν, υἱὸν δὲ ἐξ ὑπαρχῆς ἐποιεῖτό με, σωτῆρα καὶ εὐεργέτην ἀποκαλῶν καὶ ἀκριβῆ πεῖραν εἰληφέναι ὁμολογῶν καὶ περὶ τῶν ἔμπροσθεν ἐκείνων ἀπολογούμενος. τοῦτο γενόμενον εὔφραινε μὲν πολλούς, ὅσοι παρῆσαν χρηστοί, ἐλύπει δὲ ἐκείνους ὅσοις ἀποκήρυξις υἱοῦ ἡδίων ἀναλήψεως. εἶδον γοῦν τότε οὐ πάντας ὁμοίως ἡδομένους τῷ πράγματι, ἀλλʼ εὐθύς τινος καὶ χρόαν τρεπομένην καὶ βλέμμα τεταραγμένον καὶ πρόσωπον ὠργισμένον,2 οἷον ἐκ φθόνου καὶ μίσους γίνεται. ἡμεῖς μὲν οὖν, ὡς τὸ εἰκός, ἐν εὐφροσύναις καὶ θυμηδίαις ἦμεν, ἀλλήλους ἀπειληφότες·

当时继母亦在场,既恐惧又绝望,这并非因为她憎恨我,而是因为她深感恐惧,并真切知道父亲已病入膏肓;因为唯有她日夜相伴,与这疾病同卧同起,深悉一切底细。但我绝未临阵退缩——因为我知道这些征候不会欺骗我,医术亦不会辜负我——而是在下手的恰当时机施以救治;尽管我的一些朋友也曾劝我切勿鲁莽,唯恐一旦失手会给我招来更大的毁谤,被当成是用药物向父亲报复,并在为昔日所受的折磨怀恨泄愤。 总而言之,父亲随即平安无恙,重获清醒,并能辨认一切;在场的人无不惊异,继母亦交口称赞,并向所有人显露出她因我博得美名和父亲重获理智而感到的欣喜。而他本人——因为我能够为他作证——既未犹豫,亦未就此事向任何人咨询,一从在场者那里听闻事情的原委,便立时撤销了逐出家门的法令,重新认我为子,称我为救星与恩人,承认自己得到了确切的试金石,并就昔日的那些举动向我致歉。这件事情发生后,令在场的许多善良之人欢欣鼓舞,却令那些认为驱逐儿子比接纳儿子更为惬意的人痛苦万分。无论如何,我当时看到并非所有人都同样为此事高兴,而是当即看到某人面色改变、神色慌乱、满脸怒容,正如因嫉妒与仇恨而生出的神态一样。 于是,如人之常情,我们沉浸在彼此重获对方的欣喜与欢乐之中。

§6

ἡ μητρυιὰ δὲ μετὰ μικρὸν εὐθὺς νοσεῖν ἤρξατο νόσον, ὦ ἄνδρες δικασταί, χαλεπὴν καὶ παράλογον· ἀρχόμενον γὰρ εὐθὺς τὸ δεινὸν παρεφύλαξα. οὐ γὰρ ἁπλοῦν οὐδὲ ἐπιπόλαιον τῆς μανίας τὸ εἶδος, ἀλλά τι παλαιὸν ὑποικουροῦν ἐν τῇ ψυχῇ κακὸν ἀπέρρηξε καὶ ἐς τοὐμφανὲς ἐξενίκησε.3 πολλὰ μὲν οὖν καὶ ἄλλα ἡμῖν ἐστι σημεῖα τῶν ἀνιάτως μεμηνότων, ἓν δὲ ἐκεῖνο καινὸν ἐπὶ τῆς γυναικὸς ταύτης παρεφύλαξα· πρὸς μὲν γὰρ τοὺς ἄλλους ἡμερωτέρα καὶ πραεῖά ἐστι καὶ παρόντων εἰρήνην ἄγει ἡ νόσος, ἂν δέ τινα ἰατρὸν ἴδῃ καὶ τοῦτʼ ἀκούσῃ μόνον, κατʼ ἐκείνου μάλιστα παροξύνεται, ὅπερ καὶ αὐτὸ τοῦ πονηρῶς καὶ ἀνηκέστως ἔχειν ἐστὶ τεκμήριον. ταῦτα ὁρῶν ἐγὼ μὲν ἠνιώμην καὶ τὴν γυναῖκα ᾤκτειρον ἀξίαν οὖσαν καὶ παρὰ τὸ προσῆκον δυστυχοῦσαν.

然而,陪审官阁下,继母在此后不久便立时染上了一种凶险而不可理喻的疾病;因为这可怕的状况刚一萌生,我便注意到了。这种狂乱的形态既非简单亦非浮浅,而是潜藏在心灵深处的某种宿疾猝然爆发,冲破到明处。对于无可救药的疯癫者,我们固然有许多其他征兆,但我在这妇人身上却观察到一种新奇的现象:她对其他人较为温顺柔和,有人在场时病势亦相安无事;但她若一见到某个医生,或仅仅听到这称呼,便对其尤为勃然作色——这本身亦是病情恶劣且不可救治的明证。 看到这些,我深感痛心,并同情这位妇人:她是贤良之人,却遭受了不合常理的不幸。

语法注3 条
  1. 5ὡς ἀμυνομένῳ τὸν πατέρα φαρμάκῳ καὶ μνησικακήσαντι ὧν ἐπεπόνθειν ὑπʼ αὐτοῦ

    由 ὡς 引导的与格分词 ἀμυνομένῳ 和 μνησικακήσαντι 与从句的间接宾语代词 μοι(与格)保持一致,表达万一失败时外界或父亲所可能加诸其身的推测性罪名(“以药物向父亲复仇,怀恨昔日遭遇”)。其中 ὧν 则是关系代词吸收先行词并受其影响的吸引现象(相当于 τούτων ἃ)。

  2. 5εὐθύς τινος καὶ χρόαν τρεπομένην καὶ βλέμμα τεταραγμένον καὶ πρόσωπον ὠργισμένον

    不定代名词 τινος(属格)充当后随各宾格名词(χρόαν, βλέμμα, πρόσωπον)的所有格定语。整体结构受知觉动词 εἶδον 支配,形成“宾格+分词”的复合宾语从句结构(即 εἶδον ... τινος χρόαν τρεπομένην 等),意为“看到某人的面色改变、神色慌乱、面容愤怒”。

  3. 6ἀπέρρηξε καὶ ἐς τοὐμφανὲς ἐξενίκησε

    动词 ἀπορρήγνυμι 与 ἐκνικάω 通常作为及物动词使用,但在此处均用作不及物(或绝对动词),其主语为主格中性短语 παλαιὸν ὑποικουροῦν ἐν τῇ ψυχῇ κακόν。形象地展现了潜伏在心灵深处的陈年恶疾猝然破裂、突破到表象之上的剧烈状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:4-6