- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:0-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
曾治愈发狂父亲并重获宗籍的医者儿子,因拒绝医治发狂的继母而再次面临父亲的除籍诉讼,并在法庭上展开自辩。
ἀποκηρυχθείς τις ἰατρικὴν ἐξέμαθεν. μανέντα τὸν πατέρα καὶ ὑπὸ τῶν ἄλλων ἰατρῶν ἀπεγνωσμένον ἰασάμενος φαρμάκου δόσει ἀνελήφθη αὖθις ἐς τὸ γένος. μετὰ ταῦτα μεμηνυίαν τὴν μητρυιὰν ἰάσασθαι κελευόμενος ἀποκηρύττεται.
某人被逐出家门后精通了医术。父亲发狂并被其他医生放弃,他通过施药将其治愈,因而被重新收纳归宗。此后,他被命令医治发狂的继母,被逐出家门。
οὐ καινὰ μὲν ταῦτα, ὦ ἄνδρες δικασταί, οὐδὲ παράδοξα τὰ ὑπὸ τοῦ πατρὸς ἐν τῷ παρόντι γιγνόμενα, οὐδὲ νῦν πρῶτον τὰ τοιαῦτα ὀργίζεται, ἀλλὰ πρόχειρος οὗτος ὁ νόμος αὐτῷ καὶ συνήθως ἐπὶ τοῦτʼ ἀφικνεῖται τὸ δικαστήριον. ἐκεῖνο δὲ καινότερον νῦν δυστυχῶ, ὅτι1 ἔγκλημα μὲν ἴδιον οὐκ ἔχω, κινδυνεύω δὲ τιμωρίαν ὑποσχεῖν ὑπὲρ τῆς τέχνης εἰ μὴ πάντα δύναται πείθεσθαι τούτῳ κελεύοντι, οὗ τί γένοιτʼ ἂν ἀτοπώτερον, θεραπεύειν ἐκ προστάγματος,2 οὐκέθʼ ὡς ἡ τέχνη δύναται, ἀλλʼ ὡς ὁ πατὴρ βούλεται; ἐβουλόμην μὲν οὖν τὴν ἰατρικὴν καὶ τοιοῦτόν τι ἔχειν φάρμακον ὃ μὴ μόνον τοὺς μεμηνότας ἀλλὰ καὶ τοὺς ἀδίκως ὀργιζομένους παύειν ἐδύνατο, ἵνα καὶ τοῦτο τοῦ πατρὸς τὸ νόσημα ἰασαίμην. νυνὶ δὲ τὰ μὲν τῆς μανίας αὐτῷ τέλεον πέπαυται, τὰ δὲ τῆς ὀργῆς μᾶλλον ἐπιτείνεται, καὶ τὸ δεινότατον, τοῖς μὲν ἄλλοις ἅπασιν σωφρονεῖ, κατʼ ἐμοῦ δὲ τοῦ θεραπεύσαντος μόνου μαίνεται. τὸν μὲν οὖν μισθὸν τῆς θεραπείας ὁρᾶτε οἷον ἀπολαμβάνω, ἀποκηρυττόμενος ὑπʼ αὐτοῦ πάλιν καὶ τοῦ γένους ἀλλοτριούμενος δεύτερον, ὥσπερ διὰ τοῦτʼ ἀναληφθεὶς πρὸς ὀλίγον ἵνʼ ἀτιμότερος γένωμαι πολλάκις ἐκπεσὼν τῆς οἰκίας.
陪审官阁下,父亲眼下所做的事既非新鲜,亦非出乎意料,他像这样发怒也绝非始于今日;相反,这项法律对他而言信手拈来,他常常来到这所法庭。然而,我现在所遭遇的更新奇的不幸在于:我自己并无罪责,却由于医术若不能在他发号施令时在一切事上顺从他,就有为医术承担惩罚的危险——还有什么比这更荒谬的呢:依凭命令来施治,不再依照医术的能力,而是依照父亲的意愿?因此我本希望,医术也拥有某种不仅能制止疯癫者、更能制止无理动怒者的药物,以便我也能治愈父亲的这种病症。但如今,他的癫狂之状虽已全然止息,暴怒之状却愈演愈烈;最可怕的是,他对其他所有人都能保持清醒理智,唯独对我这个施治者发狂。因此,你们看我得到了怎样的治愈酬劳:被他再次逐出家门,第二次与宗族断绝关系,仿佛我此前暂受接纳,仅仅是为了因屡次被逐出家门而蒙受更大的耻辱。
ἐγὼ δὲ ἐν μὲν τοῖς δυνατοῖς οὐδὲ κελευσθῆναι περιμένω· πρῴην γοῦν ἄκλητος ἧκον ἐπὶ τὴν βοήθειαν. ὅταν δέ τι ᾖ τελέως ἀπεγνωσμένον, οὐδʼ ἐπιχειρεῖν βούλομαι. ἐπὶ δὲ τῆς γυναικὸς ταύτης εἰκότως καὶ ἀτολμότερός εἰμι· λογίζομαι γὰρ οἷα πάθοιμʼ ἂν ὑπὸ τοῦ πατρὸς ἀποτυχών, ὃς οὐδὲ ἀρξάμενος τῆς θεραπείας ἀποκηρύττομαι. ἄχθομαι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐπὶ τῇ μητρυιᾷ χαλεπῶς ἐχούσῃ (χρηστὴ γὰρ ἦν) καὶ ἐπὶ τῷ πατρὶ διʼ ἐκείνην ἀνιωμένῳ, τὸ δὲ μέγιστον, ἐπʼ ἐμαυτῷ ἀπειθεῖν δοκοῦντι καὶ ἃ προστάττομαι ὑπουργεῖν οὐ δυναμένῳ καὶ διʼ ὑπερβολὴν τῆς νόσου καὶ ἀσθένειαν τῆς τέχνης. πλὴν οὐ δίκαιον οἶμαι ἀποκηρύττεσθαι τὸν ἃ μὴ δύναται ποιεῖν μηδὲ τὴν ἀρχὴν ὑπισχνούμενον.
至于我,在力所能及之事上甚至不用等候吩咐;无论如何,前些天我未受召唤便主动前来救助。而一旦某事全然不可救药,我甚至不愿动手尝试。对于这个妇人,我自然更加顾虑重重;因为我思量着,在尚未开始治疗就被逐出家门的情况下,若失败了,我会遭受父亲怎样的处置。陪审官阁下,我确实为境况堪忧的继母感到痛心(因为她是个贤良的人),也为因她而受折磨的父亲感到难过,但最重大的,则是为自己感到苦恼:我显得违抗命令,并且既因病情的凶险又因医术的微弱而无法执行分派给我的差事。然而我认为,一个人对于自己无能为力之事从一开始就不作应允,却要因此被逐出家门,这是不公正的。
Διʼ ἃς μὲν οὖν αἰτίας καὶ πρότερον ἀπεκήρυξέ με ῥᾴδιον συνιδεῖν ἐκ τῶν παρόντων. ἐγὼ δὲ καὶ πρὸς ἐκείνας μέν, ὡς οἴομαι, ἱκανῶς τῷ μετὰ ταῦτα βίῳ ἀπελογησάμην, καὶ ταυτὶ δὲ ἃ νῦν ἐγκαλεῖ ὡς ἂν οἷός τε ὦ ἀπολύσομαι, μικρὰ ὑμῖν διηγησάμενος τῶν ἐμῶν. ὁ γὰρ δυσάγωγος καὶ δυσπειθὴς ἐγώ, ὁ καταισχύνων τὸν πατέρα καὶ ἀνάξια πράττων τοῦ γένους, τότε μὲν αὐτῷ τὰ πολλὰ ἐκεῖνα βοῶντι καὶ διατεινομένῳ ὀλίγα χρῆναι ἀντιλέγειν ᾠόμην. ἀπελθὼν δὲ τῆς οἰκίας ἐνόμιζόν μοι δικαστήριον ἔσεσθαι μέγα καὶ ψῆφον ἀληθῆ τὸν μετὰ ταῦτα βίον καὶ τὸ φαίνεσθαι πάμπολυ τῶν τοῦ πατρὸς ἐγκλημάτων ἐκείνων ἀφεστηκότα καὶ περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων ἐσπουδακότα καὶ τοῖς ἀρίστοις συνόντα. προεωρώμην δὲ καὶ τοιοῦτό τι καὶ ὑπώπτευον ἤδη ὡς οὐ σφόδρα καθεστηκότος πατρὸς3 ἀδίκως ὀργίζεσθαι καὶ ἐγκλήματα ψευδῆ καθʼ υἱοῦ συντιθέναι· καὶ ἦσάν τινες οἱ μανίας ἀρχὴν ταῦτα εἶναι νομίζοντες καὶ ἀπειλὴν καὶ ἀκροβολισμὸν οὐκ ἐς μακρὰν ἐπιπεσουμένου τοῦ κακοῦ, μῖσος ἄλογον καὶ νόμον ἀπηνῆ καὶ βλασφημίας προχείρους καὶ δικαστήριον σκυθρωπὸν καὶ βοὴν καὶ ὀργὴν καὶ ὅλως χολῆς μεστὰ πάντα. διὸ δὴ τάχα μοι καὶ ἰατρικῆς δεήσειν ποτὲ προσεδόκων.
那么,他先前究竟因何缘由将我逐出家门,从眼下的情形就很容易看清。而对于那些指控,如我所认为的,我已用此后的生活作了充分的申辩;至于他现在所控告的这些事,在向你们简要叙述了我的经历之后,我也将尽我所能予以化解。 因为我这个桀骜不驯、难以管教之人,这个令父亲蒙羞、做出有辱家门之事的人,在当时面对他大声呼喊、极力争辩的那些话,我认为只需极少地反驳。离家之后,我相信我此后的生活、以及显出自己彻底远离父亲当年的那些罪名、热心于最崇高的事业并与最优秀的人交往,对我而言将成为一座伟大的法庭和一张真实的选票。我甚至预见并早已怀疑到诸如此类的事:无理动怒并捏造虚假罪名加于儿子身上,绝非神智健全的父亲之所为;也有人认为这些乃是癫狂的开端,是不久将降临的灾祸的前兆和前哨战——不可理喻的仇恨、严苛的法律、信手拈来的恶言、阴沉的法庭、呼喊、暴怒,总之是一切充满怨毒之事。正因如此,我料想或许有朝一日我还将需要医术。
- 1ἐκεῖνο δὲ καινότερον νῦν δυστυχῶ, ὅτι
ἐκεῖνο καινότερον 作动词 δυστυχῶ 的同源宾格(或内宾格),意为“遭受这种更新奇的不幸”。后面的 ὅτι 从句作为 ἐκεῖνο 的同位语从句,详细说明其具体内容。
- 1οὗ τί γένοιτʼ ἂν ἀτοπώτερον, θεραπεύειν ἐκ προστάγματος
οὗ 为中性关系代词,承接前述整个事态,并在比较级 ἀτοπώτερον 之后作比较属格。不定式短语 θεραπεύειν ἐκ προστάγματος 则作为同位成分,说明该比较级的主体内容。
- 3ὡς οὐ σφόδρα καθεστηκότος πατρὸς
由 ὡς 引导的属性(或所有)属格结构,作不定式 ὀργίζεσθαι 和 συντιθέναι 的表语(省略了 ἐστί),表示“无端动怒并编造罪名绝非一个神志完全正常的父亲的所为”。
