← 琉善

被剥夺继承权者

§16-18

治愈狂疾之劳苦与再度废黜之不公

诉说者详述了自己在已被废黜的情况下,如何主动承担艰险劳苦治愈父亲的狂疾,并痛斥父亲违背天伦、曲解法律以再度驱逐施恩之子的不义行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

τοῦτο γὰρ μείζω οἶμαι ποιεῖν τὴν ἐμὴν εὐεργεσίαν, ὃς οὔτε υἱὸς ὢν τότε οὔτε ἀναγκαίαν τῆς θεραπείας ἔχων αἰτίαν ἀλλὰ ἐλεύθερος καθεστὼς καὶ ἀλλότριος, τῆς φυσικῆς αἰτίας ἀφειμένος, ὅμως οὐ περιεῖδον,1 ἀλλʼ ἐθελοντής, ἄκλητος, αὐτεπάγγελτος ἧκον· ἐβοήθησα, προσελιπάρησα, ἰασάμην, ἀνέστησα, καὶ τὸν πατέρα ἐμαυτῷ διεφύλαξα, καὶ ὑπὲρ τῆς ἀποκηρύξεως ἀπελογησάμην, καὶ τῇ εὐνοίᾳ τὴν ὀργὴν ἔπαυσα, καὶ τὸν νόμον ἔλυσα τῇ φιλοστοργίᾳ, καὶ μεγάλης εὐεργεσίας τὴν ἐς τὸ γένος ἐπάνοδον ἐπριάμην,2 καὶ ἐν οὕτως ἐπισφαλεῖ καιρῷ τὴν πρὸς τὸν πατέρα πίστιν ἐπεδειξάμην, καὶ μετὰ τῆς τέχνης ἐμαυτὸν ἐσεποίησα, καὶ γνήσιος υἱὸς ἐν τοῖς δεινοῖς ἀνεφάνην. πόσα γὰρ οἴεσθε παθεῖν με, πόσα καμεῖν παρόντα, ὑπηρετοῦντα, καιροφυλακοῦντα, νῦν μὲν εἴκοντα τῇ τοῦ πάθους ἀκμῇ, νῦν δὲ τὴν τέχνην ἐπάγοντα πρὸς ὀλίγον ἐνδιδόντος τοῦ κακοῦ; ἔστιν δὲ τῶν ὄντων ἁπάντων τούτων ἐν τῇ ἰατρικῇ τὸ ἐπισφαλέστατον τοὺς τοιούτους ἰᾶσθαι καὶ πλησιάζειν οὕτω διακειμένοις· ἐς γὰρ τοὺς πλησίον πολλάκις ἀφιᾶσι τὴν λύτταν, ἐπιζέσαντος τοῦ πάθους. καὶ ὅμως πρὸς οὐδὲν τούτων ἀπώκνησα οὐδὲ ἀπεδειλίασα, συνὼν δὲ καὶ πάντα τρόπον ἀντεξεταζόμενος τῇ νόσῳ τὸ τελευταῖον ἐκράτησα τῷ φαρμάκῳ.

因为我认为,这正使得我的恩情愈加深厚:当时我既非他的儿子,亦无任何医治他的强制责任,而是处于一个自由身的外人地位,已免除了天伦之责,但我并未坐视不管,而是自告奋勇、不召自来、主动前往。我施以援手,竭力坚持,予以救治,使之起身,为我自己保全了父亲;我为当年的废黜作出了辩解,以好意平息了愤怒,以亲情废止了法令,以莫大的恩惠换回了重归宗族的权利,在如此危急的关头展现了对父亲的忠诚,凭借医术使自己重新归宗,并在危难之中彰显出自己是一个真正的骨肉。 你们以为我承受了多少折磨,付出了多少劳苦?在那期间,我始终侍奉左右、服侍照看、伺机而动,时而在病情高涨时退让避其锋芒,时而在病痛稍退时施加医术。而在医术的所有情形中,救治此类狂疾并走近如此错乱之人乃是最为凶险之事;因为一旦病情狂沸,他们往往将狂乱宣泄在身边之人的身上。然而面对这些,我没有丝毫退缩,亦未畏缩怯懦,而是始终守候身旁,在各个方面与疾病全力相抗,最终以药物赢得了胜利。

§17

μὴ γὰρ τοῦτʼ ἀκούσας εὐθὺς ὑπολάβῃ τις ποῖος δὲ ἢ πόσος ὁ κάματος ἐγχέαι φάρμακον; πολλὰ γὰρ πρὸ τούτου γενέσθαι δεῖ, καὶ προοδοποιῆσαι τῇ πόσει καὶ προπαρασκευάσαι ῥᾴδιον ἐς ἴασιν τὸ σῶμα καὶ τῆς ἁπάσης ἕξεως φροντίσαι κενοῦντα καὶ ἰσχναίνοντα καὶ οἷς χρὴ τρέφοντα καὶ κινοῦντα ἐς ὅσον χρήσιμον καὶ ὕπνους ἐπινοοῦντα καὶ ἠρεμίας μηχανώμενον, ἅπερ οἱ μὲν ἄλλο τι νοσοῦντες ῥᾳδίως πεισθεῖεν ἄν, οἱ μεμηνότες δὲ διὰ τὴν ἐλευθερίαν τοῦ νοῦ δυσάγωγοι καὶ δυσηνιόχητοι καὶ τῷ ἰατρῷ ἐπισφαλεῖς καὶ τῇ θεραπείᾳ δυσκαταγώνιστοι. ὅταν γοῦν πολλάκις οἰηθῶμεν ἤδη πλησίον γενέσθαι τοῦ τέλους καὶ ἐλπίσωμεν, ἐμπεσόν τι μικρὸν ἁμάρτημα ἐπακμάσαντος τοῦ πάθους ἅπαντα ῥᾳδίως ἐκεῖνα ἀνέτρεψε καὶ ἐνεπόδισε τὴν θεραπείαν καὶ τὴν τέχνην διέσφηλε.

切莫有人一听到这里便立刻轻率地断言: “灌下一剂药物算得什么劳苦,又有何难哉?” 因为在此之前必须完成诸多步骤:为服药铺平道路,使身体预先调适至容易受治的状态,通过清空、消减、以合宜之物补养、在有益的限度内活动、设法诱导睡眠与谋求静养来调理整个体质状态。若是患有其他病症的人,本会轻易顺从这些安排;然而狂乱之人由于神智肆意妄行,极难引导,极难驾驭,对医者而言凶险莫测,对治疗而言极难克制。因此,多少次当我们自以为已近大功告成并满怀希望之时,随着病情暴发,些许微小的疏失便轻而易举地颠覆此前所有的努力,阻滞了诊治,使医术功亏一篑。

§18

τὸν οὖν ταῦτα πάντα ὑπομεμενηκότα καὶ οὕτω χαλεπῷ νοσήματι προσπαλαίσαντα καὶ πάθος ἁπάντων παθῶν τὸ δυσαλωτότατον νενικηκότα ἔτι τούτῳ ἀποκηρύττειν ἐπιτρέψετε, καὶ τοὺς νόμους ὡς βούλεται ἑρμηνεύειν κατʼ εὐεργέτου συγχωρήσετε, καὶ τῇ φύσει πολεμεῖν αὐτὸν ἐάσετε; ἐγὼ τῇ φύσει πειθόμενος, ὦ ἄνδρες δικασταί, σώζω καὶ διαφυλάττω τὸν πατέρα ἐμαυτῷ κἂν ἀδικῇ· οὑτοσὶ δὲ τὸν εὐεργετηκότα παῖδα τοῖς νόμοις, ὥς φησιν, ἀκολουθῶν διαφθείρει καὶ τοῦ γένους ἀποστερεῖ. μισόπαις οὗτος, ἐγὼ φιλοπάτωρ γίγνομαι. ἐγὼ τὴν φύσιν ἀσπάζομαι, οὗτος τὰ τῆς φύσεως παρορᾷ καὶ καθυβρίζει δίκαια. ὢ πατρὸς μισοῦντος ἀδίκως· ὢ παιδὸς φιλοῦντος ἀδικώτερον. ἐγκαλῶ γὰρ ἐμαυτῷ, τοῦ πατρὸς ἀναγκάζοντος, ὅτι μισούμενος οὐ δέον φιλῶ καὶ φιλῶ πλέον ἢ προσῆκεν. καίτοι γε ἡ φύσις τοῖς πατράσιν τοὺς παῖδας μᾶλλον ἢ τοῖς παισὶν τοὺς πατέρας ἐπιτάττει φιλεῖν. ἀλλʼ οὗτος ἑκὼν καὶ τοὺς νόμους παρορᾷ, οἳ τοὺς οὐδὲν ἠδικηκότας παῖδας τῷ γένει φυλάττουσιν, καὶ τὴν φύσιν, ἣ τοὺς γεννήσαντας ἕλκει πρὸς πόθον τῶν γεγεννημένων πολύν. οὐχ ὅπως μείζους ἀρχὰς εὐνοίας ἔχων πρὸς ἐμὲ μείζονα τὰ δίκαιά μοι τῆς εὐνοίας ἐσφέρει καὶ ἐπιδίδωσιν, ἢ τό γε ἔλαττον ἐμὲ μιμεῖται καὶ ζηλοῖ τοῦ φίλτρου· ἀλλʼ,3 οἴμοι τῆς συμφορᾶς, προσέτι καὶ μισεῖ φιλοῦντα καὶ ἀγαπῶντα ἐλαύνει καὶ εὐεργετοῦντα ἀδικεῖ καὶ ἀσπαζόμενον ἀποκηρύττει, καὶ τοὺς φιλόπαιδας νόμους ὡς μισόπαιδας κατʼ ἐμοῦ μεταχειρίζεται. ὢ μάχης ἣν ἐσάγεις, πάτερ, τοῖς νόμοις κατὰ τῆς φύσεως.

那么,对于历经这一切艰辛、与如此凶险之疾病搏斗、并战胜了所有苦难中最难降服之疾的人,你们难道还要允许此人将他废黜,任由他针对恩人随意曲解法律,并放任他与天性为敌吗? 陪审官阁下,我顺应天性,即便父亲行事不义,我也为我自己拯救并保全着父亲;而此人,却正如他自己所声称的那样“遵循法律”,毁灭那有恩于他的儿子,并剥夺其家族身份。他成了一个憎子之父,我成了一个笃爱父亲之子。我拥抱天性,他却蔑视并践踏天性的正义。哎,不义地憎恨的父亲!哎,更为不义地爱着的儿子!因为在父亲的逼迫下,我竟在责怪自己:在饱受憎恨之时,我不该爱却去爱,且爱得超越了应有的限度。然而天性本要求做父亲的爱子胜过做儿子的爱父。但他却故意无视那保护无辜子嗣留在宗族之内的法律,也无视那引导生身父母对亲生儿女怀有强烈爱意的天性。他本拥有对我抱怀好意的更大根基,却非但未能对我展现出更大的善意正义,甚至未能退而求其次地效仿我并在爱意上与我争胜;反而——悲夫,这是何等的灾祸!——他竟进而憎恨爱他的人,驱逐珍视他的人,伤害施恩于他的人,废黜拥抱他的人,并将爱子的法律作为仇视儿子的工具来加诸我身。父亲啊,你竟借法律之名,向天性挑起了何等的交锋!

语法注3 条
  1. 16ὃς οὔτε υἱὸς ὢν τότε ... ὅμως οὐ περιεῖδον

    关系代词 ὃς 以所有格形容词 ἐμήν(相当于 ἐμοῦ)中隐含的第一人称“我”为先行词(依义一致),引出解释前文指示代词 τοῦτο 的原因性关系从句。希腊语关系从句的动词在人称上与先行词一致,故此处按常规使用第一人称直陈式定式动词 οὐ περιεῖδον(及 ἧκον),而副词 ὅμως 则承接前面表示让步的分词短语(οὔτε υἱὸς ὢν ... ἀφειμένος),意为“当时既非儿子的我……却终究没有坐视不理”。

  2. 16μεγάλης εὐεργεσίας τὴν ἐς τὸ γένος ἐπάνοδον ἐπριάμην

    μεγάλης εὐεργεσίας 作动词 ἐπριάμην(ὠνέομαι 的不定过去时)的“代价属格”(genitive of price),构成比喻性表达:“我以莫大的恩德为代价,换回(买回)了重返宗族的权利”。

  3. 18οὐχ ὅπως μείζους ἀρχὰς εὐνοίας ἔχων ... ἀλλʼ ...

    惯用句型 οὐχ ὅπως ... ἀλλὰ ...(非但不及……反而……)。在此处,οὐχ ὅπως 所引出的否定预设内部还通过 ἢ τό γε ἔλαττον(或者至少效仿我)包含了一个退求其次的选项,构成了层递对比:“不仅未能付出更大的善意……甚至未能退而求其次地效仿我……反而……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:16-18