- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:19-22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
儿子论述法律与天性并不冲突,表明自己在父亲康复后从未懈怠任何孝道责任,进而指出父权无权干涉属于职业技艺运用范围的事务。
οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν ὡς θέλεις· κακῶς ἑρμηνεύεις, ὦ πάτερ, καλῶς κειμένους τοὺς νόμους. οὐ πολεμεῖ φύσις καὶ νόμος ἐν ταῖς εὐνοίαις, ἀλλʼ ἀκολουθοῦσιν ἀλλήλοις ἐνταῦθα καὶ συναγωνίζονται τῇ λύσει τῶν ἀδικημάτων. ὑβρίζεις τὸν εὐεργέτην, ἀδικεῖς τὴν φύσιν. τί καὶ τοὺς νόμους συναδικεῖς τῇ φύσει; οὓς καλοὺς καὶ δικαίους καὶ φιλόπαιδας εἶναι θέλοντας οὐ συγχωρεῖς,1 καθʼ ἑνὸς παιδὸς ὡς κατὰ πολλῶν κινῶν πολλάκις καὶ ἡσυχάζειν οὐκ ἐῶν ἐν ταῖς τιμωρίαις τοὺς ἐν ταῖς τῶν παίδων πρὸς τοὺς πατέρας εὐνοίαις ἡσυχάζειν ἐθέλοντας, καίτοι γε ἐπὶ τοῖς μηδὲν ἡμαρτηκόσιν μηδὲ κειμένους. καὶ μὴν οἵ γε νόμοι καὶ ἀχαριστίας δικάζεσθαι διδόασιν κατὰ τῶν τοὺς εὐεργέτας μὴ ἀντευποιούντων. ὁ δὲ πρὸς τῷ μὴ ἀμείβεσθαι καὶ ἐπʼ αὐτοῖς οἷς πέπονθε κολάζειν ἀξιῶν, σκέψασθε2 εἴ τινα ὑπερβολὴν ἀδικίας ἀπολέλοιπεν. ὡς μὲν οὖν οὔτε ἀποκηρύττειν ἔτι τούτῳ ἔξεστιν ἅπαξ ἤδη τὴν πατρικὴν ἐξουσίαν ἀποπληρώσαντι καὶ χρησαμένῳ τοῖς νόμοις, οὔτε ἄλλως δίκαιον εὐεργέτην ἐς τὰ τηλικαῦτα γεγενημένον ἀπωθεῖσθαι καὶ τῆς οἰκίας παραιτεῖσθαι, ἱκανῶς, οἶμαι, δέδεικται.
事实绝非如此,绝不像你所希望的那样。父亲啊,你错误地曲解了制定得十分良善的法律。在好意与恩情之事上,天性与法律并非互相为敌,而是在此处彼此相随,共同协力以消除不义之举。你侮辱了恩人,辜负了天性。为何你还要连同天性一起辜负法律?法律本愿展现其仁良、正义与爱子之心,你却不加允准;你针对一个儿子反复动用法律,犹如针对众人一般;法律本愿安歇于子女对父亲的孝爱之中,你却不容它们在惩治中停歇,尽管这些法律对未犯任何过错之人原本根本就不适用。更有甚者,法律甚至允许对那些不图报答恩人者提起忘恩之诉。而此人不仅不加报答,反而竟认为应当根据自己所受的恩惠本身来实施惩罚,请诸位审视,他在不义的极致上是否还有任何遗留之处。 因此,既然此人已经行使并耗尽了一次父权,享用了法律赋予的权利,便不再有权再次予以废黜;而在其他方面,排斥一位立下如此巨勋的恩人并将其逐出家门亦属不义——这些道理,我认为已经得到了充分的证明。
ἤδη δὲ καὶ ἐπʼ αὐτὴν τὴν αἰτίαν ἔλθωμεν τῆς ἀποκηρύξεως καὶ τὸ ἔγκλημα ἐξετάσωμεν ὁποῖόν ἐστιν. ἀνάγκη δὲ αὖθις ἐπὶ τὴν γνώμην ἀναδραμεῖν τοῦ νομοθέτου· ἵνα γάρ σοι τοῦτο πρὸς ὀλίγον δῶμεν, τὸ ἐξεῖναι ὁσάκις ἂν θέλῃς ἀποκηρύττειν, καὶ κατά γε τοῦ εὐεργέτου προσέτι τὴν ἐξουσίαν ταύτην συγχωρήσωμεν, οὐχ ἁπλῶς, οἶμαι, οὐδὲ ἐπὶ πάσαις αἰτίαις ἀποκηρύξεις. οὐδὲ τοῦθʼ ὁ νομοθέτης φησίν, ὅ τι ἂν τύχῃ ὁ πατὴρ αἰτιασάμενος, ἀποκηρυττέτω, καὶ ἀπόχρη θελῆσαι μόνον καὶ μέμψασθαι. τί γὰρ ἂν ἔδει δικαστηρίου; ἀλλʼ ἐν ὑμῖν ποιεῖ τοῦτο, ὦ ἄνδρες δικασταί, σκοπεῖν εἴτε ἐπὶ μεγάλοις καὶ δικαίοις ὁ πατὴρ ὀργίζεται εἴτε καὶ μή. οὐκοῦν τοῦτο ἤδη ἐξετάσατε. ἄρξομαι δὲ ἀπὸ τῶν μετὰ τὴν μανίαν εὐθύς.
现在,让我们进而查验废黜本身的缘由,审视这究竟是怎样的一项指控。我们有必要再次追溯立法者的本意。因为即便我们暂时向你让步,承认你可以任意多次行使废黜,甚至把这种权力扩大到可以针对恩人使用,我想你也绝不能毫无缘由、凭着任何借口便施行废黜。立法者也绝未曾说过:“无论父亲碰巧指控什么,皆准予废黜,只要他愿意并加以责难便已足矣。”若真如此,法庭还有何必要存在?相反,立法者正是将这一权柄交予你们,陪审官阁下,去审查父亲是否出于重大而正当的理由而发怒,抑或并非如此。那么,现在就请审视这一点。我将直接从他疯癫痊愈之后的事情说起。
τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης καὶ πάντα ἦν ἐγώ. καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ; τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα; πότε ἀπόκοιτος ἐγενόμην; τίνας πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς; τίς ἀσωτία; τίς πορνοβοσκὸς ὕβρισται; τίς ᾐτιάσατο; οὐδὲ εἷς. καὶ μὴν ταῦτʼ ἐστὶν ἐφʼ οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν. ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά. τί οὖν; ἐμοὶ τοῦτʼ ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς;
首先,父亲恢复理智本身便意味着废黜的解除,而我曾是救主、恩人乃至他的一切。我认为,对于这些过往绝不可能存在任何罪名。但在那之后的事情上,你究竟在指责什么?作为儿子,我漏掉了何种侍奉,何种照料?我何时曾夜不归宿?你指控我何种不合时宜的酗酒,何种狂欢纵乐?有何种挥霍无度?侮辱了哪位鸨母?有谁提出了申诉?没有一个人。而这些偏偏才是法律最明确准予废黜的依据。 可是继母开始生病了。 那又如何?你难道为此指责我,要我为生病承担责任吗?
οὔ, φησίν. ἀλλὰ τί; θεραπεύειν προσταττόμενος οὐ θέλεις, καὶ διὰ τοῦτʼ ἄξιος ἂν εἴης ἀποκηρύξεως ἀπειθῶν τῷ πατρί. ἐγὼ δὲ τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῶ3 πρὸς ὀλίγον ὑπερθήσομαι· πρότερον δὲ ἁπλῶς ἐκεῖνό φημι, ὡς οὐ πάντα προστάττειν οὔτε τούτῳ δίδωσιν ὁ νόμος οὔτʼ ἐμοὶ τὸ πείθεσθαι πᾶσιν πάντως ἀναγκαῖον. ἐν δʼ οὖν τοῖς τῶν προσταγμάτων τὰ μὲν ἀνεύθυνά ἐστιν, τὰ δὲ ὀργῆς καὶ τιμωρίας ἄξια. ἐὰν νοσῇς αὐτός, ἐγὼ δὲ ἀμελῶ· ἐὰν τῶν κατʼ οἶκον ἐπιμελεῖσθαι κελεύῃς, ἐγὼ δὲ ὀλιγωρῶ· ἐὰν τὰ κατʼ ἀγρὸν ἐπισκοπεῖν προστάττῃς, ἐγὼ δὲ ὀκνῶ — πάντα ταῦτα καὶ τὰ τοιαῦτα εὐλόγους ἔχει τὰς προφάσεις καὶ τὰς μέμψεις πατρικάς. τὰ δὲ ἄλλα ἐφʼ ἡμῖν ἐστιν τοῖς παισίν, ὄντα τῶν τεχνῶν καὶ τῆς τούτων χρήσεως, καὶ μάλιστα εἰ μηδὲν ὁ πατὴρ αὐτὸς ἀδικοῖτο. ἐπεί τοι ἂν τῷ γραφεῖ πατὴρ προστάττῃ, ταῦτα μέν, τέκνον, γράφε, ταυτὶ δὲ μή, καὶ τῷ μουσικῷ, τήνδε μὲν τὴν ἁρμονίαν κροῦε, ταύτην δὲ μή, καὶ τῷ χαλκεύοντι, τοιαῦτα μὲν χάλκευε, τοιαῦτα δὲ μή, ἆρʼ ἄν τις ἀνάσχοιτο ἀποκηρύττοντα, ὅτι μὴ κατὰ τὰ ἐκείνῳ δοκοῦντα ὁ παῖς χρῆται τῇ τέχνῃ; οὐδὲ εἷς, οἶμαι.
“并非如此,”他说。那又因何故? “你奉命医治却不肯医治,因此违抗父亲,理应被废黜。” 至于他到底下达了怎样的命令,以至于我无法顺从从而显得违抗不遵,这一点我暂且搁置片刻。但我首先直截了当地指出:法律既未赋予他命令一切的权力,亦未规定我必须在所有事情上绝对顺从。在各项命令之中,有些不负惩责,有些则当受愤怒与惩罚。如果你自己患病,而我置之不理;如果你吩咐我照管家务,而我玩忽职守;如果你命令我视察田庄,而我推诿迟疑——这一切及诸如此类之事,皆有合情合理的理由与作为父亲的责难。然而其他属于技艺及其运用范围的事情,则取决于我们做子女的自身,尤其是当父亲自己未受任何损害之时更是如此。因为倘若一位父亲向画师命令道: “孩子,画这些,不要画那些”,又向乐师命令道: “弹奏这种调式,不要弹那种”,向铁匠命令道: “锻造此类器物,不要锻造那种”,难道会有人容忍他仅因儿子未按他的心意运用技艺便将其废黜吗?我想,绝不会有任何一个人容忍。
- 19οὓς καλοὺς καὶ δικαίους καὶ φιλόπαιδας εἶναι θέλοντας οὐ συγχωρεῖς
关系代名词 οὓς 的先行词为前句的 τοὺς νόμους。分词 θέλοντας 将法律拟人化(“法律本愿其为仁良、正义与爱子”)。整个带不定式的宾格结构(οὓς ... εἶναι θέλοντας)作为 οὐ συγχωρεῖς 的宾语,意为“你不准许[法律如此]”。
- 19ὁ δὲ πρὸς τῷ μὴ ἀμείβεσθαι καὶ ἐπʼ αὐτοῖς οἷς πέπονθε κολάζειν ἀξιῶν, σκέψασθε
短语 ὁ δὲ ... ἀξιῶν 为悬垂主格(nominativus pendens)。在句首以主格形式提出,但因后文转换为第二人称复数命令式 σκέψασθε(“请诸位审视”),故而在语法上缺少直接对应的谓语动词。在语义上作为全句的话题提示:“至于这位自以为应当……的人,请审视他是否……”。
- 22τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῶ
带冠词的从句结构。中性冠词 τὸ 引出名词化从句,作为谓语动词 ὑπερθήσομαι(“我将搁置”)的直接宾语。从句内部的 οἷα 兼具间接感叹或疑问色彩,修饰 προστάττοντι αὐτῷ,构成复合结构:“鉴于他下达了何种命令,以至于我因无法顺从而被视为违抗这一问题”。
