← 琉善

被剥夺继承权者

§13-15

谴责父亲对救命恩人儿子的忘恩负义

辩护人谴责父亲恩将仇报,在重获治愈、从疯狂中恢复理智后竟企图再度将其废黜,并向陪审官揭露父亲唯独针对救命恩人重拾敌意的荒谬行径,请求法庭主持公道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

σκέψασθε δὲ ἤδη ὅντινα ὄντα καὶ ἀποκηρύξει· καὶ οὐ δή που τοῦτό φημι, ὡς τότε μὲν ἰδιώτην, νῦν δὲ ἰατρόν· οὐδὲν γὰρ ἂν πρὸς τοῦτο ἡ τέχνη συναγωνίσαιτο· οὐδʼ ὅτι τότε μὲν νέον, νῦν δὲ ἤδη καὶ προβεβηκότα καὶ τὸ πιστὸν τοῦ μηδὲν ἀδικῆσαι ἂν παρὰ τῆς ἡλικίας ἔχοντα·1 μικρὸν γὰρ ἴσως καὶ τοῦτο. ἀλλὰ τότε μέν, εἰ καὶ μηδὲν ἠδικημένος, ὡς ἂν ἔγωγε φαίην, ἀλλʼ οὐδὲ εὖ πεπονθὼς παρῃτεῖτο τῆς οἰκίας, νῦν δὲ σωτῆρα ἔναγχος καὶ εὐεργέτην γεγενημένον.2 οὗ τί γένοιτʼ ἂν ἀχαριστότερον, σωθέντα διʼ ἐμὲ καὶ τηλικοῦτον κίνδυνον διαπεφευγότα τοῖς τοιούτοις εὐθὺς ἀμείβεσθαι, τῆς θεραπείας ἐκείνης οὐδένα λόγον ἔχοντα, ἀλλʼ οὕτω ῥᾳδίως ἐπιλελῆσθαι καὶ ἐπὶ τὴν ἐρημίαν ἐλαύνειν τὸν ἐφησθέντʼ ἂν δικαίως ἐφʼ οἷς ἀδίκως ἐξεβέβλητο, μὴ μόνον δ’ οὐ μνησικακήσαντα, ἀλλὰ καὶ σώσαντα καὶ σωφρονεῖν παρασκευάσαντα;

现在请你们审视,他将要废黜的究竟是一个怎样的人。我所指的决非这样的事情:当时我只是个外行,如今却是一位医者——因为医术在此事上并不能提供任何助益——亦非当时我尚且年幼,如今却已年岁渐长,单凭年岁便可保证绝不会犯下任何过错;因为这也同样微不足道。然而,当时即便他未曾遭受任何不公(正如我所坚信的那样),但也未曾受过任何恩惠,便将我逐出家门;如今他要废黜的,却是一个刚刚成为他的救星与恩人的人。世间还有何事比这更忘恩负义:因我而得救并逃脱如此巨大的危机,却立即以这般手段加以报复,将那次诊治视若无睹,竟如此轻易地遗忘,将一个本有理由因自己曾被不公驱逐而幸灾乐祸、却不仅毫不怀怨甚至予以施救并使其恢复理智的人赶往荒野绝境?

§14

οὐ γὰρ σμικρόν, ὦ ἄνδρες δικασταί, οὐδὲ τὸ τυχὸν εὖ πεποιηκὼς αὐτόν, ὅμως τῶν τοιούτων νῦν ἀξιοῦμαι. ἀλλʼ εἰ καὶ οὗτος ἀγνοεῖ τὰ τότε, πάντες ὑμεῖς ἴστε οἷα ποιοῦντα αὐτὸν καὶ πάσχοντα καὶ ὅπως διακείμενον ἐγὼ παραλαβών, τῶν μὲν ἄλλων ἰατρῶν ἀπεγνωκότων, τῶν δὲ οἰκείων φευγόντων καὶ μηδὲ πλησίον προσιέναι τολμώντων, τοιοῦτον ἀπέφηνα ὡς καὶ κατηγορεῖν δύνασθαι καὶ περὶ τῶν νόμων διαλέγεσθαι. μᾶλλον δέ, ὁρᾷς, ὦ πάτερ, τὸ παράδειγμα· τοιοῦτον ὄντα σε παρʼ ὀλίγον οἵα νῦν ἡ γυνή ἐστιν, πρὸς τὴν ἀρχαίαν φρόνησιν ἐπανήγαγον. οὐ δὴ δίκαιον τοιαύτην μοι γενέσθαι ἀντʼ ἐκείνων τὴν ἀμοιβὴν οὐδὲ κατʼ ἐμοῦ σε μόνου σωφρονεῖν· ὅτι γὰρ μὴ μικρὰ ὑπʼ ἐμοῦ εὐηργέτησαι, καὶ ἀπʼ αὐτῶν ὧν ἐγκαλεῖς δῆλόν ἐστιν· ὃν γὰρ ὡς ἐν ἐσχάτοις οὖσαν τὴν γυναῖκα καὶ παμπονηρῶς ἔχουσαν οὐκ ἰώμενον μισεῖς, πῶς οὐ πολὺ μᾶλλον ὅτι σε τῶν ὁμοίων ἀπήλλαξα ὑπεραγαπᾷς καὶ χάριν ὁμολογεῖς, τῶν οὕτω δεινῶν ἀπηλλαγμένος; σὺ δέ, ὅπερ ἀγνωμονέστατον, σωφρονήσας εὐθὺς ἐς δικαστήριον ἄγεις καὶ σεσωσμένος κολάζεις καὶ ἐπὶ τὸ ἀρχαῖον ἐκεῖνο μῖσος ἀνατρέχεις καὶ τὸν αὐτὸν ἀναγινώσκεις νόμον. καλὸν γοῦν τὸν μισθὸν ἀποδίδως τῇ τέχνῃ καὶ ἀξίας ἀμοιβὰς τῶν φαρμάκων ἐπὶ τὸν ἰατρὸν ὑγιαίνων μόνον.3

陪审官阁下,我向他施予的绝非微末轻忽的恩惠,然而如今我所蒙受的竟是这般待遇。即便此人对当时的情形一无所知,你们各位却全都知晓:当其他医者皆已绝望放弃、亲属亦四散奔逃不敢靠近之时,他处于何等举止错乱、饱受折磨的情状之下,是我将他接手救治,使他恢复到甚至能够提出控告并高谈阔论法律的地步。或者说,父亲啊,你亲眼看到了眼前的榜样:当你昔日几乎沦落到如今你妻子这般境地之时,是我将你带回了原先的神智。对我当年的恩情给予如此的回报,并且你唯独在对抗我时才显得理智健全,这绝非正义。因为你从我这里受惠匪浅,这一点从你对我的指控本身就看得一清二楚:你既然因我不愿医治那身陷垂危恶疾之中的妻子而憎恨我,那么在摆脱了如此可怕的险境之后,对于解救你免遭同样苦难的我,你岂能不倍加爱戴并满怀感激?然而你却做出了最不近情理之事:神智刚一清醒便立刻将我带上法庭,大难得救之后却要施加惩罚,重拾当年的旧怨,宣读同样的法令。你恢复健康仅仅是为了向医生发难,当真为这门技艺付清了美好的酬劳,为那些药物给出了应得的报偿!

§15

ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τὸν εὐεργέτην τούτῳ κολάζειν ἐπιτρέψετε καὶ τὸν σώσαντα ἐξελαύνειν καὶ τὸν σωφρονίσαντα μισεῖν καὶ τὸν ἀναστήσαντα τιμωρεῖσθαι; οὔκ, ἤν γε τὰ δίκαια ποιῆτε. καὶ γὰρ εἰ τὰ μέγιστα νῦν ἁμαρτάνων ἐτύγχανον, ἦν μοί τις οὐ μικρὰ προοφειλομένη χάρις, ἐς ἣν ἀποβλέποντα τοῦτον καὶ ἧς μεμνημένον καλῶς εἶχε τῶν μὲν παρόντων καταφρονεῖν, διʼ ἐκεῖνα δὲ πρόχειρον τὴν συγγνώμην ἔχειν, καὶ μάλιστα εἰ τηλικαύτη τις ἡ εὐεργεσία τυγχάνοι ὡς πάντα ὑπερπαίειν τὰ μετὰ ταῦτα. ὅπερ οἶμαι κἀμοὶ πρὸς τοῦτον ὑπάρχειν, ὃν ἔσωσα, καὶ ὃς τοῦ βίου παντὸς χρεώστης ἐστί μοι, καὶ ᾧ τὸ εἶναι καὶ τὸ σωφρονεῖν καὶ τὸ συνιέναι παρέσχημαι, καὶ μάλιστα ὅτε οἱ ἄλλοι πάντες ἤδη ἀπεγνώκεσαν καὶ ἥττους εἶναι ὡμολόγουν τῆς νόσου.

陪审官阁下,难道你们会准许此人惩处他的恩人,驱逐他的救星,憎恨那让他重获理智之人,并向扶危救难之人施加报复吗?绝不可能,只要你们行使正义。因为即便我现在正犯下滔天大罪,也有一份此前预先欠我的绝非渺小的恩情;他若能顾及这份恩情并谨记在心,本应蔑视眼前的不快,因往日之恩而随时准备予以宽恕,尤其是当那份恩德如此巨大,足以压倒其后发生的一切之时。我认为我对于他正拥有这般资格:是我救了他,他欠我整条性命的恩情,是我赋予了他生存、理智与领悟,且尤其是在所有其他人都已彻底绝望、承认被疾病所击溃之时。

语法注3 条
  1. 13τὸ πιστὸν τοῦ μηδὲν ἀδικῆσαι ἂν παρὰ τῆς ἡλικίας ἔχοντα

    定冠词中性形容词 τὸ πιστόν(凭证、保证)后接带有 ἄν 的属格定式不定词短语 τοῦ μηδὲν ἀδικῆσαι ἄν。不定词与 ἄν 连用相当于潜势希求法(“决不至于犯下任何罪过”),παρὰ τῆς ἡλικίας(“源于岁数/鉴于年龄”)则充当表示依据的副词短语。

  2. 13ἀλλὰ τότε μέν, εἰ καὶ μηδὲν ἠδικημένος, ὡς ἂν ἔγωγε φαίην, ἀλλʼ οὐδὲ εὖ πεπονθὼς παρῃτεῖτο τῆς οἰκίας, νῦν δὲ σωτῆρα ἔναγχος καὶ εὐεργέτην γεγενημένον.

    此处出现了句法失调(破格)。句末的宾格分词 γεγενημένον 在整体骨架上呼应了段首的疑问 ὅντινα ὄντα καὶ ἀποκηρύξει(“他将要废黜一个怎样的人”)。但中间由于插入了以父亲为主语的 παρῃτεῖτο τῆς οἰκίας(“[父亲]将我逐出家门”),导致宾格的统辖关系在句中出现了主语视角的短暂转换。

  3. 14ἐπὶ τὸν ἰατρὸν ὑγιαίνων μόνον

    介词 ἐπί 接宾格 τὸν ἰατρόν 带有敌对含义(“针对/对抗医生”),修饰分词 ὑγιαίνων,形成讽刺性反论:“恢复健康仅仅是为了与医生作对”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:13-15