← 琉善

论舞蹈

§8-12

神话英雄传说与斯巴达习俗中的舞蹈史

吕基诺斯通过引用瑞亚及其信众的创世神话、荷马史诗中墨里奥涅斯与开创皮里奇舞的涅俄普托勒摩斯等英雄典故,以及斯巴达人将舞蹈融入军事训练与节庆的传统,论证了舞蹈的古老源流与崇高地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

Λυκῖνος πρῶτον δέ φασιν Ῥέαν ἡσθεῖσαν τῇ τέχνῃ ἐν Φρυγίᾳ μὲν τοὺς Κορύβαντας, ἐν Κρήτῃ δὲ τοὺς Κουρῆτας ὀρχεῖσθαι κελεῦσαι, καὶ οὐ τὰ μέτρια ὤνατο τῆς τέχνης αὐτῶν,1 οἵ γε περιορχούμενοι διεσώσαντο αὐτῇ τὸν Δία, ὥστε καὶ σῶστρα εἰκότως ἂν ὁ Ζεὺς ὀφείλειν ὁμολογοίη αὐτοῖς,2 ἐκφυγὼν διὰ τὴν ἐκείνων ὄρχησιν τοὺς πατρῴους ὀδόντας. ἐνόπλιος δὲ αὐτῶν ἡ ὄρχησις ἦν, τὰ ξίφη μεταξὺ κροτούντων πρὸς τὰς ἀσπίδας καὶ πηδώντων ἔνθεόν τι καὶ πολεμικόν. Μετὰ δέ, Κρητῶν οἱ κράτιστοι ἐνεργῶς ἐπιτηδεύσαντες αὐτὸ ἄριστοι ὀρχησταὶ ἐγένοντο, οὐχ οἱ ἰδιῶται μόνον, ἀλλὰ καὶ οἱ βασιλικώτεροι καὶ πρωτεύειν ἀξιοῦντες. ὁ γοῦν Ὅμηρος τὸν Μηριόνην, οὐκ αἰσχῦναι βουλόμενος ἀλλὰ κοσμῆσαι, ὀρχηστὴν προσεῖπεν,3 καὶ οὕτως ἄρα ἐπίσημος ἦν καὶ γνώριμος ἅπασιν ἐπὶ τῇ ὀρχηστικῇ ὥστε οὐχ οἱ Ἕλληνες μόνον ταῦτα ἠπίσταντο περὶ αὐτοῦ ἀλλὰ καὶ οἱ Τρῶες αὐτοί, καίτοι πολέμιοι ὄντες· ἑώρων γάρ, οἶμαι, καὶ τὴν ἐν τῷ πολεμεῖν αὐτοῦ κουφότητα καὶ εὐρυθμίαν, ἣν ἐξ ὀρχήσεως ἐκέκτητο. φησὶν δὲ τὰ ἔπη ὧδέ πως· "Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε." καὶ ὅμως οὐ κατέπαυσεν αὐτόν· ἅτε γὰρ ἠσκημένος ἐν τῇ ὀρχηστικῇ, ῥᾳδίως, οἶμαι, διεδίδρασκεν τὰς ἐπʼ αὐτὸν ἀφέσεις τῶν ἀκοντίων.

吕基诺斯:据说,首先是瑞亚对这门技艺感到喜悦,命令弗里吉亚的科律班忒斯和克里特的库瑞忒斯跳舞;她从他们的技艺中获益匪浅,因为他们环绕起舞,为她保全了宙斯,以至于宙斯由于他们的舞蹈而逃脱了父亲的利齿,完全有理由承认欠他们一份救命之恩。他们的舞蹈是披坚执锐的战舞,其间将刀剑击打在盾牌上,跳跃出某种若神附体且好战的气势。 后来,克里特人中最出色的人物积极实践它,成为了最佳的舞者,不仅是普通人,而且那些出身高贵、自视为首脑之人亦复如此。总之,荷马并非想羞辱墨里奥涅斯,而是为了赞扬他,才称他为舞者;他在舞蹈技艺上是如此卓越且人人皆知,以至于不仅希腊人了解他这一特点,特洛伊人自己也是如此,尽管他们是敌人。因为我想,特洛伊人也看到了他在战争中源自舞蹈的轻捷与合律。诗句大约是这样说的: “墨里奥涅斯,尽管你是个舞者,我的投枪也本会迅速让你停歇。” 然而投枪并没有让他停歇;因为我想,由于受过舞蹈技艺的严格训练,他轻易就躲过了向他掷来的标枪。

§9

Λυκῖνος πολλοὺς δὲ καὶ ἄλλους τῶν ἡρώων εἰπεῖν ἔχων τοῖς αὐτοῖς ἐγγεγυμνασμένους καὶ τέχνην τὸ πρᾶγμα πεποιημένους, ἱκανὸν ἡγοῦμαι τὸν Νεοπτόλεμον, Ἀχιλλέως μὲν παῖδα ὄντα, πάνυ δὲ διαπρέψαντα ἐν τῇ ὀρχηστικῇ καὶ εἶδος τὸ κάλλιστον αὐτῇ προστεθεικότα, Πυρρίχιον ἀπʼ αὐτοῦ κεκλημένον· καὶ ὁ Ἀχιλλεύς, ταῦτα ὑπὲρ τοῦ παιδὸς πυνθανόμενος, μᾶλλον ἔχαιρεν, οἶμαι, ἢ ἐπὶ τῷ κάλλει καὶ τῇ ἄλλῃ ἀλκῇ αὐτοῦ. τοιγαροῦν τὴν Ἴλιον, τέως ἀνάλωτον οὖσαν, ἡ ἐκείνου ὀρχηστικὴ καθεῖλεν καὶ εἰς ἔδαφος κατέρριψεν.

吕基诺斯:我虽能列举出许多同样精通此道并将此事作为一门技艺的其他英雄,但我认为提一提涅俄普托勒摩斯就足够了。他是阿喀琉斯的儿子,在舞蹈方面极为出众,并为之增添了最优美的形式,该形式因他而被称为“皮里奇舞”。我想,阿喀琉斯获悉儿子的这些事迹时,比得知其美貌和其他武勇更为欢喜。因此,正是他的舞蹈技艺摧毁了先前坚不可摧的伊利昂,并将其夷为平地。

§10

Λυκῖνος Λακεδαιμόνιοι μέν, ἄριστοι Ἑλλήνων εἶναι δοκοῦντες, παρὰ Πολυδεύκους καὶ Κάστορος καρυατίζειν μαθόντες (ὀρχήσεως δὲ καὶ τοῦτο εἶδος, ἐν Καρύαις τῆς Λακωνικῆς διδασκόμενον) ἅπαντα μετὰ Μουσῶν ποιοῦσιν, ἄχρι τοῦ πολεμεῖν πρὸς αὐλὸν καὶ ῥυθμὸν καὶ εὔτακτον ἔμβασιν τοῦ ποδός·4 καὶ τὸ πρῶτον σύνθημα Λακεδαιμονίοις πρὸς τὴν μάχην ὁ αὐλὸς ἐνδίδωσιν. τοιγαροῦν καὶ ἐκράτουν ἁπάντων, μουσικῆς αὐτοῖς καὶ εὐρυθμίας ἡγουμένης. ἴδοις δʼ ἂν νῦν ἔτι καὶ τοὺς ἐφήβους αὐτῶν οὐ μεῖον ὀρχεῖσθαι ἢ ὁπλομαχεῖν μανθάνοντας· ὅταν γὰρ ἀκροχειρισάμενοι καὶ παίσαντες καὶ παισθέντες ἐν τῷ μέρει παύσωνται, εἰς ὄρχησιν αὐτοῖς ἡ ἀγωνία τελευτᾷ, καὶ αὐλητὴς μὲν ἐν τῷ μέσῳ κάθηται ἐπαυλῶν καὶ κτυπῶν τῷ ποδί, οἱ δὲ κατὰ στοῖχον ἀλλήλοις ἑπόμενοι σχήματα παντοῖα ἐπιδείκνυνται πρὸς ῥυθμὸν ἐμβαίνοντες, ἄρτι μὲν πολεμικά, μετʼ ὀλίγον δὲ χορευτικά, ἃ Διονύσῳ καὶ Ἀφροδίτῃ φίλα.

吕基诺斯:被视为全希腊最出色的拉刻代蒙人,在从波吕丢刻斯和卡斯托耳那里学会了跳卡律亚舞(这也是一种舞蹈形式,在拉科尼亚的卡律埃传授)之后,一切都伴随着缪斯而行,甚至到了伴着管笛、节奏以及整齐的踏步来作战的地步;管笛为拉刻代蒙人发出战斗的第一个信号。因此,正是在音乐与节奏的引领下,他们克敌制胜,凌驾于所有人之上。 甚至在今天,你仍能看到他们的青年人在学习舞蹈上下的功夫绝不下于学习披甲作战。因为当他们以手相搏、轮流打击与被打之后停下来时,他们的竞技便以舞蹈收尾;笛手坐在中央吹奏并以足击节,青年人则排成一列紧随彼此,踏着节拍展示各种身段姿态,忽而是好战的,稍后则是狄奥尼索斯与阿佛洛狄忒所喜爱的群舞姿态。

§11

Λυκῖνος τοιγαροῦν καὶ τὸ ᾆσμα ὃ μεταξὺ ὀρχούμενοι ᾄδουσιν Ἀφροδίτης ἐπίκλησίς ἐστιν καὶ Ἐρώτων, ὡς συγκωμάζοιεν αὐτοῖς καὶ συνορχοῖντο. καὶ θάτερον δὲ τῶν ᾀσμάτων — δύο γὰρ ᾄδεται — διδασκαλίαν ἔχει ὡς χρὴ ὀρχεῖσθαι. πόρρω γάρ, φασίν, ὦ παῖδες, πόδα μετάβατε καὶ κωμάξατε βέλτιον, τουτέστιν ἄμεινον ὀρχήσασθε. ὅμοια δὲ καὶ οἱ τὸν ὅρμον καλούμενον ὀρχούμενοι ποιοῦσιν.

吕基诺斯:因此,他们在起舞时唱的歌也是对阿佛洛狄忒和众厄洛斯的祈祷,祈求他们加入狂欢并与自己共舞。两首被唱诵的歌曲中的另一首,则包含了关于应当如何舞蹈的教诲: “少年们啊,”他们唱道,“向前迈步,更好地狂欢吧,”也就是“舞得更优美”的意思。那些跳所谓的“项链舞”的人也是这么做的。

§12

Λυκῖνος ὁ δὲ ὅρμος ὄρχησίς ἐστιν κοινὴ ἐφήβων τε καὶ παρθένων, παρʼ ἕνα χορευόντων καὶ ὡς ἀληθῶς ὅρμῳ ἐοικότων·5 καὶ ἡγεῖται μὲν ὁ ἔφηβος τὰ νεανικὰ ὀρχούμενος καὶ ὅσοις ὕστερον ἐν πολέμῳ χρήσεται, ἡ παρθένος δὲ ἕπεται κοσμίως τὸ θῆλυ χορεύειν διδάσκουσα, ὡς εἶναι τὸν ὅρμον ἐκ σωφροσύνης καὶ ἀνδρείας πλεκόμενον. καὶ αἱ γυμνοπαιδίαι δὲ αὐτοῖς ὁμοίως ὄρχησίς ἐστιν.

吕基诺斯:这项链舞是青年男子与少女的联合舞蹈,他们交替排列成行跳舞,宛如一条真正的项链;青年领舞,跳着洋溢青春活力的舞步,展现日后在战争中会用到的动作,少女则跟随在后,端庄地示范女性应如何起舞,以致这条项链由节制与勇敢编织而成。他们的“裸体竞技节”同样也是一种舞蹈。

语法注5 条
  1. 8καὶ οὐ τὰ μέτρια ὤνατο τῆς τέχνης αὐτῶν

    动词 ὤνατο(ὀνίνημι 的中间位不定过去时第三人称单数)支配表示收益来源的属格(τῆς τέχνης αὐτῶν),宾语则采用了低调陈述(litotes)的中性复数宾格短语 οὐ τὰ μέτρια,意为“获得了非同寻常的巨大利益”。

  2. 8ὥστε καὶ σῶστρα εἰκότως ἂν ὁ Ζεὺς ὀφείλειν ὁμολογοίη αὐτοῖς

    在由 ὥστε 引导的结果从句中,使用了“ἄν + 希求式”(ὁμολογοίη)表示潜势。动词 ὁμολογέω 支配不定式 ὀφείλειν,其逻辑主语即 ὁμολογοίη 的主语 ὁ Ζεύς,σῶστρα 则作为宾格直接宾语,意为“救命的酬金/报偿”。

  3. 8ὁ γοῦν Ὅμηρος τὸν Μηριόνην, οὐκ αἰσχῦναι βουλόμενος ἀλλὰ κοσμῆσαι, ὀρχηστὴν προσεῖπεν

    动词 προσεῖπεν 构成了双重宾格结构(“称呼某人 [τὸν Μηριόνην] 为某种称号 [ὀρχηστήν]”)。插入的分词短语 οὐκ αἰσχῦναι βουλόμενος ἀλλὰ κοσμῆσαι 为主格分词,与主语 Ὅμηρος 一致,用以说明其称呼的动机与意图。

  4. 10ἄχρι τοῦ πολεμεῖν πρὸς αὐλὸν καὶ ῥυθμὸν καὶ εὔτακτον ἔμβασιν τοῦ ποδός

    介词 ἄχρι 支配带属格定冠词的实体化不定式 τοῦ πολεμεῖν,表示程度或界限(“甚至到了作战的地步”)。其后由 πρὸς 引出的介词短语表示伴随与符合(“伴随着管笛和节奏”)。

  5. 12παρʼ ἕνα χορευόντων καὶ ὡς ἀληθῶς ὅρμῳ ἐοικότων

    介词短语 παρʼ ἕνα 是习语,意为“逐一相间地 / 男女孩交替地”,修饰与 ἐφήβων τε καὶ παρθένων 一致的属格分词 χορευόντων,描绘出如项链珠子般男女相间排列的舞蹈队形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:8-12