- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:13-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯援引荷马对神盾的描绘、色萨利的头衔以及各类宗教秘仪来论证舞蹈的崇高地位,进而列举印度人的太阳礼拜、埃塞俄比亚人的战舞,并将普罗透斯变身的神话理性解释为舞者的模仿绝技。
Λυκῖνος ἃ δὲ Ὅμηρος ὑπὲρ Ἀριάδνης ἐν τῇ ἀσπίδι πεποίηκεν καὶ τοῦ χοροῦ ὃν αὐτῇ Δαίδαλος ἤσκησεν ὡς ἀνεγνωκότι σοι παρίημι,1 καὶ τοὺς ὀρχηστὰς δὲ τοὺς δύο οὓς ἐκεῖ ὁ ποιητὴς κυβιστητῆρας καλεῖ, ἡγουμένους τοῦ χοροῦ, καὶ πάλιν ἃ ἐν τῇ αὐτῇ ἀσπίδι λέγει· κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ὥς τι κάλλιστον τοῦτο τοῦ Ἡφαίστου ἐμποιήσαντος τῇ ἀσπίδι. τοὺς μὲν γὰρ Φαίακας καὶ πάνυ εἰκὸς ἦν ὀρχήσει χαίρειν, ἁβρούς τε ὄντας καὶ ἐν πάσῃ εὐδαιμονίᾳ διατρίβοντας. ὁ γοῦν Ὅμηρος τοῦτο αὐτῶν μάλιστα θαυμάζοντα πεποίηκε τὸν Ὀδυσσέα καὶ τὰς μαρμαρυγὰς τῶν ποδῶν θεώμενον.
吕基诺斯:至于荷马在神盾上关于阿里阿德涅以及代达罗斯为她打造的舞场之描述,还有诗人在那里称为“筋斗手”、领衔舞蹈的两名舞者,以及他在同一面盾牌上再次提到的诗句: “青年舞者们在飞旋,”这正如赫淮斯托斯将此事作为极其优美之物铸于盾上一般——鉴于你已读过这些,我便略过不提。因为费阿克斯人喜好舞蹈完全是顺理成章的,他们生性优雅,生活在极尽繁华之中。总之,荷马描绘奥德修斯对他们这一特长最为叹服,凝神注视着他们双足闪烁的动作。
Λυκῖνος ἐν μέν γε Θεσσαλίᾳ τοσοῦτον ἐπέδωκεν τῆς ὀρχηστικῆς ἡ ἄσκησις, ὥστε τοὺς προστάτας καὶ προαγωνιστὰς αὐτῶν προορχηστῆρας ἐκάλουν· καὶ δηλοῦσι τοῦτο αἱ τῶν ἀνδριάντων ἐπιγραφαὶ οὓς τοῖς ἀριστεύουσιν ἀνίστασαν· προὔκρινεν γάρ, φασίν, προορχηστῆρα ἁ πόλις. καὶ αὖθις, Εἰλατίωνι τὰν εἰκόνα ὁ δᾶμος εὖ ὀρχησαμένῳ τὰν μάχαν.2
吕基诺斯:至少在色萨利,舞蹈的修习盛行到了这样的地步,以至于他们将领袖和冲锋陷阵的勇士称为“领舞者”;他们为立下赫赫战功之人所立雕像上的铭文便证明了这一点: “城邦,”铭文上说,“选拔他为领舞者。” 又有一处说: “人民立此像献给埃拉提翁,因他优美地舞出了这场战斗。”
Λυκῖνος ἐῶ λέγειν, ὅτι τελετὴν οὐδεμίαν ἀρχαίαν ἔστιν εὑρεῖν ἄνευ ὀρχήσεως, Ὀρφέως δηλαδὴ καὶ Μουσαίου καὶ τῶν τότε ἀρίστων ὀρχηστῶν καταστησαμένων αὐτάς, ὥς τι κάλλιστον καὶ τοῦτο νομοθετησάντων, σὺν ῥυθμῷ καὶ ὀρχήσει μυεῖσθαι. ὅτι δʼ οὕτως ἔχει, τὰ μὲν ὄργια σιωπᾶν ἄξιον τῶν ἀμυήτων ἕνεκα, ἐκεῖνο δὲ πάντες ἀκούουσιν, ὅτι τοὺς ἐξαγορεύοντας τὰ μυστήρια ἐξορχεῖσθαι λέγουσιν οἱ πολλοί.
吕基诺斯:我姑且不谈,没有任何古代的秘仪是不伴随舞蹈的;显然是俄耳甫斯、穆萨伊俄斯以及当时最杰出的舞者们设立了这些秘仪,并将此作为极其优美的事物确立为规范,即应当伴着节奏与舞蹈接受灌顶入会。至于事实确实如此:为了未入门者的缘故,那些秘仪的内容自当保持沉默,但人们常说泄露秘仪之人是在“跳出秘仪”,这是人尽皆知的。
Λυκῖνος ἐν Δήλῳ δέ γε οὐδὲ αἱ θυσίαι ἄνευ ὀρχήσεως ἀλλὰ σὺν ταύτῃ καὶ μετὰ μουσικῆς ἐγίγνοντο. παίδων χοροὶ συνελθόντες ὑπʼ αὐλῷ καὶ κιθάρᾳ οἱ μὲν ἐχόρευον, ὑπωρχοῦντο δὲ οἱ ἄριστοι προκριθέντες ἐξ αὐτῶν. τὰ γοῦν τοῖς χοροῖς γραφόμενα τούτοις ᾄσματα ὑπορχήματα ἐκαλεῖτο καὶ ἐμπέπληστο τῶν τοιούτων ἡ λύρα.
吕基诺斯:在提洛岛,甚至连祭祀也绝非没有舞蹈,而是伴随着舞蹈并同音乐一起进行的。少年组成的歌舞队在阿夫洛斯管和齐特拉琴的伴奏下齐聚,一部分人跳着轮舞,而从中挑选出来的最优秀者则伴以表演性舞蹈。总之,为这些歌舞队所谱写的歌曲被称为“伴舞歌”,竖琴的旋律中充溢着这类作品。
Λυκῖνος καὶ τί σοι τοὺς Ἕλληνας λέγω, ὅπου καὶ Ἰνδοὶ ἐπειδὰν ἕωθεν ἀναστάντες προσεύχωνται τὸν Ἥλιον, οὐχ ὥσπερ ἡμεῖς τὴν χεῖρα κύσαντες ἡγούμεθα ἐντελῆ ἡμῶν εἶναι τὴν εὐχήν, ἀλλʼ ἐκεῖνοι πρὸς τὴν ἀνατολὴν στάντες ὀρχήσει τὸν Ἥλιον ἀσπάζονται, σχηματίζοντες ἑαυτοὺς σιωπῇ καὶ μιμούμενοι τὴν χορείαν τοῦ θεοῦ· καὶ τοῦτʼ ἐστιν Ἰνδῶν καὶ εὐχὴ καὶ χοροὶ καὶ θυσία. διὸ καὶ τούτοις ἱλεοῦνται τὸν θεὸν δίς, καὶ ἀρχομένης καὶ δυομένης τῆς ἡμέρας.
吕基诺斯:我何必只对你谈论希腊人呢?甚至连印度人在黎明起身向太阳祈祷时,都不像我们那样吻手便认为祈祷已经圆满,而是面朝东方站立,以舞蹈向太阳致敬,在肃静中摆出姿态,模仿这位神祇的运行之舞;而这对于印度人而言,既是祈祷,又是群舞,亦是献祭。因此,他们在一天之始和落日时分,每日两次借此取悦神明。
Λυκῖνος Αἰθίοπες δέ γε καὶ πολεμοῦντες σὺν ὀρχήσει αὐτὸ δρῶσιν, καὶ οὐκ ἂν ἀφείη τὸ βέλος Αἰθίοψ ἀνὴρ ἀφελὼν τῆς κεφαλῆς — ταύτῃ γὰρ ἀντὶ φαρέτρας χρῶνται περιδέοντες αὐτῇ ἀκτινηδὸν τὰ βέλη — εἰ μὴ πρότερον ὀρχήσαιτο καὶ τῷ σχήματι ἀπειλήσειε καὶ προεκφοβήσειε τῇ ὀρχήσει τὸν πολέμιον.
吕基诺斯:此外,埃塞俄比亚人甚至在作战时也是伴随着舞蹈进行的;一个埃塞俄比亚战士从头上抽出一支箭来——因为他们将箭如光芒般环绕系在头上,以此代替箭筒——如果他事先没有起舞、没有以姿态发出威吓并以舞蹈预先威慑敌人,他就绝不会把箭射出。
Λυκῖνος ἄξιον δέ, ἐπεὶ τὴν Ἰνδικὴν καὶ τὴν Αἰθιοπίαν διεξεληλύθαμεν, καὶ ἐς τὴν γείτονα αὐτῶν Αἴγυπτον καταβῆναι τῷ λόγῳ. δοκεῖ γάρ μοι ὁ παλαιὸς μῦθος καὶ Πρωτέα τὸν Αἰγύπτιον οὐκ ἄλλο τι ἢ ὀρχηστήν τινα γενέσθαι λέγειν, μιμητικὸν ἄνθρωπον καὶ πρὸς πάντα σχηματίζεσθαι καὶ μεταβάλλεσθαι δυνάμενον, ὡς καὶ ὕδατος ὑγρότητα μιμεῖσθαι καὶ πυρὸς ὀξύτητα ἐν τῇ τῆς κινήσεως σφοδρότητι καὶ λέοντος ἀγριότητα καὶ παρδάλεως θυμὸν καὶ δένδρου δόνημα, καὶ ὅλως ὅ τι καὶ θελήσειεν. ὁ δὲ μῦθος παραλαβὼν πρὸς τὸ παραδοξότερον τὴν φύσιν αὐτοῦ διηγήσατο, ὡς γιγνομένου ταῦτα ἅπερ ἐμιμεῖτο.3 ὅπερ δὴ καὶ τοῖς νῦν ὀρχουμένοις πρόσεστιν, ἴδοις τʼ ἂν οὖν αὐτοὺς πρὸς τὸν καιρὸν ὠκέως διαλλαττομένους καὶ αὐτὸν μιμουμένους τὸν Πρωτέα. εἰκάζειν δὲ χρὴ καὶ τὴν Ἔμπουσαν τὴν ἐς μυρίας μορφὰς μεταβαλλομένην τοιαύτην τινὰ ἄνθρωπον ὑπὸ τοῦ μύθου παραδεδόσθαι.
吕基诺斯:既然我们已经考察了印度和埃塞俄比亚,在论述中顺便下至其邻国埃及也是理所应当的。因为在我看来,古老的神话讲述埃及的普罗透斯,无非是在说他是一位舞者,一个善于模仿的人,能够随心所欲地摆出姿态并化身万物,以致模仿水的流动,在动作的迅猛中模仿火的炽烈,模仿狮子的凶残、豹子的狂怒、树木的摇曳,总而言之模仿他所想要的一切。然而神话吸收了这一点后,以更加神异的方式叙述了他的本性,仿佛他当真变成了他所模仿的那些事物一样。当今的舞者们确实也具备这种本领,你尽可看到他们应时随景迅速变幻,模仿普罗透斯本人。我们也应当推测,神话中流传的化身为万种形貌的恩普萨,同样也是这样一类人。
- 13ὡς ἀνεγνωκότι σοι παρίημι
连词 ὡς 与完成时主动分词 ἀνεγνωκότι(与格,与 σοι 一致)连用,表示主观认定或假定的前提:“鉴于/假定你已经读过”。动词 παρίημι(我略过)的宾语是前文由关系代词引导的分句及名词短语(ἃ ... πεποίηκεν ... καὶ τοὺς ὀρχηστὰς ... καὶ πάλιν ἃ ... λέγει)。
- 14εὖ ὀρχησαμένῳ τὰν μάχαν
不及物动词 ὀρχέομαι 后接对格 τὰν μάχαν(多利斯方言形式,相当于雅典方言的 τὴν μάχην),作内涵对格或同族对格使用,意为“把战斗跳得很出色”(在舞蹈中摹拟演出了战斗,或在战斗中舞姿优美)。此处反映了碑文的地方方言色彩。
- 19ὡς γιγνομένου ταῦτα ἅπερ ἐμιμεῖτο
由 ὡς 与现在时分词属格 γιγνομένου 构成的属格独立结构,其逻辑主语(αὐτοῦ,指普罗透斯)因承前显而易见而被省略。连词 ὡς 表述神话叙事中主观声称或表象的解释(“仿佛他当真变成了……”),ταῦτα 为表语,后接关系分句 ἅπερ ἐμιμεῖτο。
