- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:5-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯指出克拉托从未观看过舞蹈便横加指责是荒谬的,并在获得辩护许可后,开篇阐述舞蹈乃是与宇宙创生及远古的厄洛斯同时出现的崇高产物。
Λυκῖνος εἰπέ μοι, ὦ Κράτων, ταυτὶ δὲ περὶ ὀρχήσεως καὶ τῶν ἐν τῷ θεάτρῳ γινομένων ἰδὼν πολλάκις αὐτὸς ἐπιτιμᾷς, ἢ ἀπείρατος ὢν τοῦ θεάματος ὅμως αἰσχρὸν αὐτὸ καὶ κατάπτυστον, ὡς φής, νομίζεις; εἰ μὲν γὰρ εἶδες, ἐξ ἴσου ἡμῖν καὶ σὺ γεγένησαι· εἰ δὲ μή, ὅρα μὴ ἄλογος ἡ ἐπιτίμησις εἶναί σου δόξῃ καὶ θρασεῖα, κατηγοροῦντος ὧν ἀγνοεῖς. Κράτων ἔτι γὰρ τοῦτό μοι τὸ λοιπὸν ἦν,1 ἐν βαθεῖ τούτῳ τῷ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ καθῆσθαι μέσον ἐν τοῖς γυναίοις καὶ τοῖς μεμηνόσιν ἐκείνοις θεαταῖς, κροτοῦντά τε προσέτι καὶ ἐπαίνους ἀπρεπεστάτους ἐπιβοῶντα ὀλέθρῳ τινὶ ἀνθρώπῳ ἐς οὐδὲν δέον κατακλωμένῳ. Λυκῖνος συγγνωστά σου ταῦτα, ὦ Κράτων. εἰ δέ μοι πεισθείης ποτὲ καὶ ὅσον πείρας ἕνεκα παράσχοις σεαυτὸν ἀναπετάσας τοὺς ὀφθαλμούς, εὖ οἶδα ὡς οὐκ ἀνάσχοιο ἂν μὴ οὐχὶ2 πρὸ τῶν ἄλλων θέαν ἐν ἐπιτηδείῳ καταλαμβάνων ὅθεν καὶ ὄψει ἀκριβῶς καὶ ἀκούσῃ ἅπαντα. Κράτων μὴ ὥρας ἄρα ἱκοίμην,3 εἴ τι τοιοῦτον ἀνασχοίμην ποτέ, ἔστʼ ἂν δασύς τε εἴην τὰ σκέλη καὶ τὸ γένειον ἀπαράτιλτος· ὡς νῦν γε καὶ σὲ ἤδη ἐλεῶ τελέως ἡμῖν ἐκβεβακχευμένον.
吕基诺斯:告诉我,克拉托,关于舞蹈以及剧场所发生的一切,你提出这些指责是你自己多次亲眼见过,还是从未体验过这种表演,却如你所说,仍认为它是可耻而令人唾弃的?如果你见过,那你便也沦为与我们一样;但如果你没见过,当心你的指责显得毫无根据且鲁莽轻率,竟然指控你一无所知的事物。 克拉托:难道我最后剩下来的事,就是蓄着这把长胡须、顶着这头白发,坐在妇人和那些疯癫的观众中间,还跟着鼓掌,并为一个无端扭捏作态的败类大声喝彩、献上极不体面的赞美吗? 吕基诺斯:你这么想是可以原谅的,克拉托。但倘若你何时听从了我,哪怕仅为了尝试一次,张大眼睛放任自己去看,我很确信你绝不会按捺得住,定会抢在众人之前在适当之处占据一个席位,以便清楚地观看并聆听一切。 克拉托:只要我的腿上还生着汗毛、胡须未曾拔掉,倘若我能容忍此等事情,就让我不得好死!因为就现状而言,看到你对我们而言〔可叹地〕彻底陷入了巴克科斯式的狂乱,我早已心生怜悯了。
Λυκῖνος βούλει οὖν ἀφέμενος, ὦ ἑταῖρε, τῶν βλασφημιῶν τούτων ἀκοῦσαί μού τι περὶ ὀρχήσεως λέγοντος καὶ τῶν ἐν αὐτῇ καλῶν, καὶ ὡς οὐ τερπνὴ μόνον ἀλλὰ καὶ ὠφέλιμός ἐστιν τοῖς θεωμένοις, καὶ ὅσα παιδεύει καὶ ὅσα διδάσκει, καὶ ὡς ῥυθμίζει τῶν ὁρώντων τὰς ψυχάς, καλλίστοις θεάμασιν ἐγγυμνάζουσα καὶ ἀρίστοις ἀκούσμασιν ἐνδιατρίβουσα καὶ κοινόν τι ψυχῆς καὶ σώματος κάλλος ἐπιδεικνυμένη; τὸ γὰρ καὶ μετὰ μουσικῆς καὶ ῥυθμοῦ ταῦτα πάντα ποιεῖν οὐ ψόγος ἂν αὐτῆς ἀλλʼ ἔπαινος μᾶλλον εἴη. Κράτων ἐμοὶ μὲν οὐ πάνυ σχολὴ μεμηνότος ἀνθρώπου ἀκροᾶσθαι τὴν νόσον τὴν αὑτοῦ ἐπαινοῦντος· σὺ δὲ εἰ βούλει λῆρόν τινα κατασκεδάσαι μου, ἕτοιμος φιλικὴν ταύτην λειτουργίαν ὑποστῆναι καὶ παρασχεῖν τὰ ὦτα, καὶ ἄνευ κηροῦ παρακούειν τῶν φαύλων δυνάμενος. ὥστε ἤδη σιωπήσομαί σοι, καὶ λέγε ὁπόσα ἐθέλεις ὡς μηδὲ ἀκούοντός τινος.
吕基诺斯:那么,我的朋友,你是否愿意放弃这些诋毁之词,听我讲讲关于舞蹈及其中的美好之处?听听它对观者而言如何不仅令人愉悦,而且大有裨益,它包含着何等教益,传授着何等学问,又如何在以最美好的景观锻炼、以最佳妙的音声陶冶、展现灵魂与肉体共同之美的同时,规范观者的灵魂?因为伴随着音乐与节奏去从事这一切,绝不是对它的指责,反倒应是对它的赞美。 克拉托:我可没多少闲暇去听一个疯子赞美他自己的痼疾。不过,如果你想向我倾倒一堆废话,我也乐意承担这项朋友间的差役,洗耳恭听;即便不用蜡,我也能对无聊之言充耳不闻。所以我现在就为你保持沉默,随你怎么说,就当没有任何人在听一样。
Λυκῖνος εὖ γε, ὦ Κράτων, καὶ τούτου ἐδεόμην μάλιστα· εἴσῃ γὰρ μετʼ ὀλίγον εἰ λῆρος εἶναί σοι δόξει τὰ λεχθησόμενα. καὶ πρῶτόν γε ἐκεῖνο πάνυ ἠγνοηκέναι μοι δοκεῖς, ὡς οὐ νεώτερον τὸ τῆς ὀρχήσεως ἐπιτήδευμα τοῦτό ἐστιν οὐδὲ χθὲς καὶ πρῴην ἀρξάμενον, οἷον κατὰ τοὺς προπάτορας ἡμῶν ἢ τοὺς ἐκείνων, ἀλλʼ οἵ γε τἀληθέστατα ὀρχήσεως πέρι γενεαλογοῦντες ἅμα τῇ πρώτῃ γενέσει τῶν ὅλων φαῖεν ἄν σοι καὶ ὄρχησιν ἀναφῦναι, τῷ ἀρχαίῳ ἐκείνῳ Ἔρωτι συναναφανεῖσαν. ἡ γοῦν χορεία τῶν ἀστέρων καὶ ἡ πρὸς τοὺς ἀπλανεῖς τῶν πλανήτων συμπλοκὴ καὶ εὔρυθμος αὐτῶν κοινωνία καὶ εὔτακτος ἁρμονία τῆς πρωτογόνου ὀρχήσεως δείγματά ἐστιν. κατʼ ὀλίγον δὲ αὐξανομένη καὶ τῆς πρὸς τὸ βέλτιον ἀεὶ προσθήκης τυγχάνουσα, νῦν ἔοικεν ἐς τὸ ἀκρότατον ἀποτετελέσθαι καὶ γεγενῆσθαι ποικίλον τι καὶ παναρμόνιον καὶ πολύμουσον ἀγαθόν.
吕基诺斯:太好了,克拉托,这正是我最需要的。不久你便会知道,将要谈及的话对你而言是否是废话。首先,在我看来你似乎完全不知道,舞蹈这一行当并非近代之物,亦非昨天或前天才开始的——并非像在我们祖先或他们祖先的时代那样;相反,那些最真实地探溯舞蹈渊源的人会告诉你,舞蹈与宇宙万物的最初生成同时诞生,是与古老的厄洛斯一同显现的。无论如何,繁星的群舞、行星与恒星的交织交错、它们合乎节律的协同运转与井然有序的和谐,正是原始舞蹈的明证。随着逐渐成长并不停地朝着更完善的方向增益,如今它似乎已臻于化境,成为一种绚丽多姿、万全和谐且博学通雅的美善之物。
- 5ἔτι γὰρ τοῦτό μοι τὸ λοιπὸν ἦν
使用未完成过去时直陈式 ἦν 的反问兼修辞性疑问句。字面意为“难道留给我的就只剩这桩事了吗?”,以强烈的愤慨与鄙夷坚决拒绝了被提议的行为(坐在剧场里欢呼喝彩)。
- 5οὐκ ἀνάσχοιο ἂν μὴ οὐχὶ
在包含否定的主句(οὐκ ἀνάσχοιο ἄν,带有潜在希求法)之后接 μὴ οὐχὶ 与分词(καταλαμβάνων)构成的双重否定结构,表示强烈的确定与必然:“你绝不可能不去占据……(=你必然会占据……)”。
- 5μὴ ὥρας ἄρα ἱκοίμην
使用愿望希求法 ἱκοίμην 的习惯性咒誓表达。字面义为“愿我活不到下一个时节!”,在此作为强烈的诅咒或发誓句式,相当于“若我容忍这种事,就让我遭天谴而死”。
