- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:78-82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯阐述了舞蹈兼具竞技手势之美并能净化观众情感、引发自省的力量,批判了无知舞者混淆情节与过分夸张的恶劣品味,并提出杰出的舞者当具备深厚学养与恰如其分的和谐尺度。
Λυκῖνος ὅτι δὲ οὐκ ἀπήλλακται ὄρχησις καὶ τῆς ἐναγωνίου χειρονομίας ἀλλὰ μετέχει καὶ τῶν Ἑρμοῦ καὶ Πολυδεύκους καὶ Ἡρακλέους ἐν ἀθλήσει καλῶν ἴδοις ἂν ἑκάστῃ τῶν μιμήσεων ἐπισχών. Ἡροδότῳ μὲν οὖν τὰ διʼ ὀμμάτων φαινόμενα πιστότερα εἶναι τῶν ὤτων δοκεῖ· ὀρχήσει δὲ καὶ τὰ ὤτων καὶ ὀφθαλμῶν πρόσεστιν.
吕基诺斯:至于舞蹈与竞技中的手势体操并非毫无关联,而是同样分有了赫尔墨斯、波吕丢刻斯和赫拉克勒斯在竞技中的卓越品质,只要你仔细审视每一种模仿便能看出。 在希罗多德看来,目之所见者比耳之所闻者更为可信;然而舞蹈却兼具耳目两者的感受。
Λυκῖνος οὕτω δὲ θέλγει ὄρχησις ὥστε ἂν ἐρῶν τις εἰς τὸ θέατρον παρέλθοι, ἐσωφρονίσθη1 ἰδὼν ὅσα ἔρωτος κακὰ τέλη· καὶ λύπῃ ἐχόμενος ἐξέρχεται τοῦ θεάτρου φαιδρότερος ὥσπερ τι φάρμακον ληθεδανὸν καὶ κατὰ τὸν ποιητὴν νηπενθές τε καὶ ἄχολον πιών. σημεῖον δὲ τῆς πρὸς τὰ γιγνόμενα οἰκειότητος καὶ τοῦ γνωρίζειν ἕκαστον τῶν ὁρώντων τὰ δεικνύμενα τὸ καὶ δακρύειν πολλάκις τοὺς θεατάς, ὁπόταν τι οἰκτρὸν καὶ ἐλεεινὸν φαίνηται. ἡ μέν γε Βακχικὴ ὄρχησις ἐν Ἰωνίᾳ μάλιστα καὶ ἐν Πόντῳ σπουδαζομένη, καίτοι σατυρικὴ οὖσα, οὕτω κεχείρωται τοὺς ἀνθρώπους τοὺς ἐκεῖ ὥστε κατὰ τὸν τεταγμένον ἕκαστοι καιρόν, ἁπάντων ἐπιλαθόμενοι τῶν ἄλλων, κάθηνται διʼ ἡμέρας τιτᾶνας καὶ κορύβαντας καὶ σατύρους καὶ βουκόλους ὁρῶντες. καὶ ὀρχοῦνταί γε ταῦτα οἱ εὐγενέστατοι καὶ πρωτεύοντες ἐν ἑκάστῃ τῶν πόλεων, οὐχ ὅπως αἰδούμενοι ἀλλὰ καὶ μέγα φρονοῦντες2 ἐπὶ τῷ πράγματι μᾶλλον ἤπερ ἐπʼ εὐγενείαις καὶ λειτουργίαις καὶ ἀξιώμασι προγονικοῖς.
吕基诺斯:舞蹈的魅力如此之大,以至于恋爱中的人一旦步入剧场,看到爱情带来多少可悲的结局,便会恢复理智;而沉浸在悲伤之中的人走出剧场时也会变得更加开朗,宛如饮下了某种令人忘却烦忧之药,正如诗人所言“遣忧而息怒”。观众与上演情节的休戚与共以及每个人对所展事物的感同身受,其明证就在于:每当出现悲凉可怜的情景时,观众往往潸然泪下。尤其是在爱奥尼亚和蓬托斯备受推崇的巴克科斯舞蹈,虽带有萨堤洛斯剧的色彩,却如此征服了当地人,以至于到了既定时期,众人抛开所有其他事务,整日端坐观赏提坦、科律班忒斯、萨堤洛斯和牧人。而且跳这些舞蹈的正是各城邦中出身最高贵、地位最显赫之人,他们非但毫无羞愧,反而以此自豪,甚至甚于以其高贵门第、公共捐造和祖传威望为荣。
Λυκῖνος ἐπεὶ δὲ τὰς ἀρετὰς ἔφην τὰς ὀρχηστικάς, ἄκουε καὶ τὰς κακίας αὐτῶν. τὰς μὲν οὖν ἐν σώματι ἤδη ἔδειξα, τὰς δὲ τῆς διανοίας οὕτως ἐπιτηρεῖν, οἶμαι, δύναιο ἄν. πολλοὶ γὰρ αὐτῶν ὑπʼ ἀμαθίας — ἀμήχανον γὰρ ἅπαντας εἶναι σοφούς — καὶ σολοικίας δεινὰς ἐν τῇ ὀρχήσει ἐπιδείκνυνται, οἱ μὲν ἄλογα κινούμενοι καὶ μηδέν, ὥς φασι, πρὸς τὴν χορδήν, ἕτερα μὲν γὰρ ὁ πούς, ἕτερα δʼ ὁ ῥυθμὸς λέγει· οἱ δὲ εὔρυθμα μέν, τὰ πράγματα δὲ μετάχρονα ἢ πρόχρονα, οἷον ἐγώ ποτε ἰδὼν μέμνημαι. τὰς γὰρ Διὸς γονὰς ὀρχούμενός τις καὶ τὴν τοῦ Κρόνου τεκνοφαγίαν παρωρχεῖτο τὰς Θυέστου συμφοράς,3 τῷ ὁμοίῳ παρηγμένος. καὶ ἄλλος τὴν Σεμέλην ὑποκρινόμενος βαλλομένην τῷ κεραυνῷ τὴν Γλαύκην αὐτῇ εἴκαζε μεταγενεστέραν οὖσαν. ἀλλʼ οὐκ ἀπό γε τῶν τοιούτων ὀρχηστῶν ὀρχήσεως αὐτῆς, οἶμαι, καταγνωστέον οὐδὲ τὸ ἔργον αὐτὸ μισητέον, ἀλλὰ τοὺς μέν, ὥσπερ εἰσίν, ἀμαθεῖς νομιστέον, ἐπαινετέον δὲ τοὺς ἐννόμως καὶ κατὰ ῥυθμὸν τῆς τέχνης ἱκανῶς ἕκαστα δρῶντας.
吕基诺斯:既然我已阐明了舞蹈的诸般美德,且听我再道其弊病。身体上的缺陷我此前已然指出,而智识上的缺陷,我想你当能作如下观察。因为他们中许多人由于无知——毕竟不可能所有人皆为智者——在舞蹈中表现出可怕的错谬:有些人毫无条理地动作,正如人们所说,“与琴弦毫无相干”,因为脚下的步伐所讲的与乐调节奏南辕北辙;另一些人虽然合乎韵律,其表现的事物却脱节迟滞或超前错置,正如我记得自己曾亲眼所见的那样。有人在扮演宙斯的诞生与克罗诺斯吞噬亲子时,竟因情节的相似而走样跳成了梯厄斯忒斯的灾祸;另有一人在扮演被雷电击中的塞墨勒时,竟将其比拟成了时代晚得多的格劳刻。然而,我想绝不可因这等舞者就归罪于舞蹈本身,亦不可憎恶这一艺业本身;相反,应当认清他们正如其本来面目那样是无知者,而赞扬那些如法如规、依照艺术的节律得体表现一切的人。
Λυκῖνος ὅλως δὲ τὸν ὀρχηστὴν δεῖ πανταχόθεν ἀπηκριβῶσθαι, ὡς εἶναι τὸ πᾶν εὔρυθμον, εὔμορφον, σύμμετρον, αὐτὸ αὑτῷ ἐοικός, ἀσυκοφάντητον, ἀνεπίληπτον, μηδαμῶς ἐλλιπές, ἐκ τῶν ἀρίστων κεκραμένον, τὰς ἐνθυμήσεις ὀξύν, τὴν παιδείαν βαθύν, τὰς ἐννοίας ἀνθρώπινον μάλιστα. ὁ γοῦν ἔπαινος αὐτῷ τότʼ ἂν γίγνοιτο ἐντελὴς παρὰ τῶν θεατῶν ὅταν ἕκαστος τῶν ὁρώντων γνωρίζῃ τὰ αὑτοῦ, μᾶλλον δὲ ὥσπερ ἐν κατόπτρῳ τῷ ὀρχηστῇ ἑαυτὸν βλέπῃ καὶ ἃ πάσχειν αὐτὸς καὶ ἃ ποιεῖν εἴωθεν· τότε γὰρ οὐδὲ κατέχειν ἑαυτοὺς οἱ ἄνθρωποι ὑφʼ ἡδονῆς δύνανται, ἀλλʼ ἀθρόοι πρὸς τὸν ἔπαινον ἐκχέονται, τὰς τῆς ἑαυτοῦ ψυχῆς ἕκαστος εἰκόνας ὁρῶντες καὶ αὑτοὺς γνωρίζοντες. ἀτεχνῶς γὰρ τὸ Δελφικὸν ἐκεῖνο τὸ Γνῶθι σεαυτὸν ἐκ τῆς θέας αὐτοῖς περιγίγνεται, καὶ ἀπέρχονται ἀπὸ τοῦ θεάτρου ἅ τε χρὴ αἱρεῖσθαι καὶ ἃ φεύγειν μεμαθηκότες καὶ ἃ πρότερον ἠγνόουν διδαχθέντες.
吕基诺斯:总而言之,舞者必须在各方面都经过精益求精的淬炼,从而使整体具有韵律、形态优美、尺度得当、自相谐和、无可指摘、无懈可击、毫无欠缺,且由至臻诸质调和而成,在构思上敏锐,在学养上深厚,在思想上极具人情之理。唯有当每一位观者能辨识出属于他自己的经历,或者说就像在镜中观照舞者那样看见自己以及自己平日所经受与所作为之事时,观众给予舞者的赞赏方才圆满;因为那时人们因欢悦而不能自禁,纷纷爆发出赞誉之声,每个人都看到了自身心灵的映象并认清了自己。因为纯然就是德尔斐那句“认识你自己”的名言,凭借这番观照便得以在他们身上实现,他们离开剧场时,已明晓何者当择、何者当避,并受教于此前浑然不知之事。
Λυκῖνος γίνεται δέ, ὥσπερ ἐν λόγοις, οὕτω δὲ καὶ ἐν ὀρχήσει ἡ πρὸς τῶν πολλῶν λεγομένη κακοζηλία ὑπερβαινόντων τὸ μέτρον τῆς μιμήσεως4 καὶ πέρα τοῦ δέοντος ἐπιτεινόντων, καὶ εἰ μέγα τι δεῖξαι δέοι, ὑπερμέγεθες ἐπιδεικνυμένων, καὶ εἰ ἁπαλόν, καθʼ ὑπερβολὴν θηλυνομένων, καὶ τὰ ἀνδρώδη ἄχρι τοῦ ἀγρίου καὶ θηριώδους προαγόντων.
吕基诺斯:然而,正如在言辞中一样,在舞蹈中也存在着众人所说的恶俗趣味,这是由于超越了模仿的尺度、过分夸张所致:若当展现崇高者,他们便表现为庞然怪异;若当表现柔婉者,便过度女性化;若当表现阳刚气概,则竟推向野蛮粗暴乃至禽兽一般的地步。
- 79ἂν ἐρῶν τις εἰς τὸ θέατρον παρέλθοι, ἐσωφρονίσθη
条件从句中以 ἄν 搭配希求法(παρέλθοι),主句则采用直陈式不定过去时(ἐσωφρονίσθη)的混合条件结构。希求法提出了可能发生的假设情境(“若有恋爱中的人进入剧场”),而主句通过格言性/经验性不定过去时强调一旦条件满足便必然且立竿见影产生的结果。
- 79οὐχ ὅπως αἰδούμενοι ἀλλὰ καὶ μέγα φρονοῦντες
成语性结构 οὐχ ὅπως 在此意为“非但不感到羞耻”,与后文的 ἀλλὰ καί(“反而以此自豪”)相呼应。该结构省略性地表达否定,将本应有的羞赧与实际上的自矜形成了鲜明对比。
- 80παρωρχεῖτο τὰς Θυέστου συμφοράς
复合动词 παρορχέομαι 意为“跳偏”、“走样歪曲地舞出”,支配内容宾格(τὰς Θυέστου συμφοράς),意指舞者偏离正题,错把梯厄斯忒斯的灾难给跳了出来。
- 82ὑπερβαινόντων τὸ μέτρον τῆς μιμήσεως
属格复数分词 ὑπερβαινόντων 作为抽象名词 κακοζηλία(恶劣趣味)的逻辑主体,意为“(出于那些)超越模仿尺度的舞者(所造成的恶趣)”,亦可理解为省略主语的独立属格,用以刻画过度夸张表现的舞者行为。
