- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:71-77
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯论述了舞蹈兼具实用与愉悦,是身心俱佳的锻炼方式,并通过安条克民众的轶事阐明了理想舞者应具备的心灵素质与恰合尺度的匀称体魄。
Λυκῖνος ἔτι δὲ τῶν ἄλλων ἐπιτηδευμάτων τῶν μὲν τὸ τερπνόν, τῶν δὲ τὸ χρήσιμον ὑπισχνουμένων,1 μόνη ὄρχησις ἄμφω ἔχει, καὶ πολύ γε τὸ χρήσιμον ὠφελιμώτερον ὅσῳ μετὰ τοῦ τερπνοῦ γίγνεται. πόσῳ γὰρ τοῦτο ὁρᾶν ἥδιον ἢ πυκτεύοντας νεανίσκους καὶ αἵματι ῥεομένους, καὶ παλαίοντας ἄλλους ἐν κόνει, οὓς ἡ ὄρχησις πολλάκις ἀσφαλέστερον ἅμα καὶ εὐμορφότερον καὶ τερπνότερον ἐπιδείκνυται. τὴν μὲν οὖν γε σύντονον κίνησιν τῆς ὀρχηστικῆς καὶ στροφὰς αὐτῆς καὶ περιαγωγὰς καὶ πηδήματα καὶ ὑπτιασμοὺς τοῖς μὲν ἄλλοις τερπνὰ εἶναι συμβέβηκεν ὁρῶσιν, τοῖς δὲ ἐνεργοῦσιν αὐτοῖς ὑγιεινότατα· γυμνασίων γὰρ τὸ κάλλιστόν τε ἅμα καὶ εὐρυθμότατον τοῦτο φαίην ἂν ἔγωγε εἶναι, μαλάττον μὲν τὸ σῶμα καὶ κάμπτον καὶ κουφίζον καὶ εὐχερὲς εἶναι πρὸς μεταβολὴν διδάσκον, ἰσχύν τε οὐ μικρὰν περιποιοῦν τοῖς σώμασιν.
吕基诺斯:此外,其他艺业有的许诺带来愉悦,有的许诺带来实用,而唯独舞蹈兼具二者;且正因为伴随着愉悦,其实用性便越发有益。事实上,比起观看青年们拳击流血,或是观看他人在尘土中摔跤,看舞蹈要惬意多少啊!而对于像他们那样的人,舞蹈往往能以更安全、同时更优美且更令人愉悦的方式展现出来。因此,舞蹈激健的动作、旋动、回转、跳跃以及后仰,对于观看的旁人而言恰是赏心悦目之事,而对于表演者自身而言则是极为强身健体的。因为我个人会说,这是兼具至美与最富韵律的体操锻炼,它使肉体柔软、易于屈伸且轻灵,教会人自如应对各种变动,并为身躯带来非同小可的强健力量。
Λυκῖνος πῶς οὖν οὐ παναρμόνιόν τι χρῆμα ὄρχησις, θήγουσα μὲν τὴν ψυχήν, ἀσκοῦσα δὲ καὶ τὸ σῶμα, τέρπουσα δὲ τοὺς ὁρῶντας, διδάσκουσα δὲ πολλὰ τῶν πάλαι ὑπʼ αὐλοῖς καὶ κυμβάλοις καὶ μελῶν εὐρυθμίᾳ καὶ κηλήσει διά τε ὀφθαλμῶν καὶ ἀκοῆς; εἴτʼ οὖν φωνῆς εὐμοιρίαν ζητεῖς, ποῦ ἂν ἀλλαχόθι εὕροις, ἢ ποῖον πολυφωνότερον ἄκουσμα ἢ ἐμμελέστερον; εἴτε αὐλοῦ καὶ σύριγγος τὸ λιγυρώτερον, ἅλις καὶ τούτων ἐν ὀρχήσει ἀπολαῦσαί σοι πάρεστιν. ἐῶ λέγειν ὡς ἀμείνων τὸ ἦθος ὁμιλῶν τῇ τοιαύτῃ θέᾳ γενήσῃ, ὅταν ὁρᾷς τὸ θέατρον μισοῦν μὲν τὰ κακῶς γιγνόμενα, ἐπιδακρῦον δὲ τοῖς ἀδικουμένοις, καὶ ὅλως τὰ ἤθη τῶν ὁρώντων παιδαγωγοῦν.
吕基诺斯:那么,舞蹈岂非一种无比和谐之物?它磨砺心灵,锻炼肉体,取悦观众,且在管笛与铙钹声中,凭借旋律的匀称美妙与引人入胜的魅力,通过眼和耳双重感官传授许多古昔的故事。假使你寻求的是优美的嗓音,你在别处何以寻得?或者又有何种声乐表演能比它更多声部、更合乎韵律?又假使你寻求管笛与排箫的清脆音色,在舞蹈中你尽可饱享这些。至于说经常沉浸于这般观瞻能使你的品性变得更好,我甚至无需多言;每当你看到整个剧场痛恨恶行,为蒙冤受屈者垂泪,且总体上陶冶着观者的品格时,便正是如此。
Λυκῖνος ὃ δέ ἐστι μάλιστα ἐπὶ τῶν ὀρχηστῶν ἐπαινέσαι, τοῦτο ἤδη ἐρῶ· τὸ γὰρ ἰσχύν τε ἅμα καὶ ὑγρότητα τῶν μελῶν ἐπιτηδεύειν ὁμοίως παράδοξον εἶναί μοι δοκεῖ ὡς εἴ τις ἐν τῷ αὐτῷ καὶ Ἡρακλέους τὸ καρτερὸν καὶ Ἀφροδίτης τὸ ἁβρὸν δεικνύοι.
吕基诺斯:至于舞者身上最值得称道之处,我现在便要道来:既修习肢体的强健,又兼求其柔韧,这在我看来实是惊人之举,正如有人在同一个人身上既展现出赫拉克勒斯的刚勇,又展现出阿佛洛狄忒的娇美一般。
Λυκῖνος ἐθέλω δὲ ἤδη καὶ ὑποδεῖξαί σοι τῷ λόγῳ ὁποῖον χρὴ εἶναι τὸν ἄριστον ὀρχηστὴν ἔν τε ψυχῇ καὶ σώματι. καίτοι τῆς μὲν ψυχῆς προεῖπον τὰ πλεῖστα· μνημονικόν τε γὰρ εἶναι καὶ εὐφυᾶ καὶ συνετὸν καὶ ὀξὺν ἐπινοῆσαι καὶ καιροῦ μάλιστα ἐστοχάσθαι φημὶ δεῖν αὐτόν, ἔτι δὲ κριτικόν τε ποιημάτων καὶ ᾀσμάτων καὶ μελῶν τῶν ἀρίστων διαγνωστικὸν καὶ τῶν κακῶς πεποιημένων ἐλεγκτικόν.
吕基诺斯:我现在还想用言辞向你描摹,一个最优秀的舞者在心灵与肉体上应当是怎样的。不过关于心灵,我此前大多已然言及:我主张他必须记忆力强、富有天赋、聪颖过人、构思敏捷,尤其擅长把握时机,此外还要具备诗歌与唱词的鉴赏力,能识别最佳的旋律,并能指摘拙劣之作。
Λυκῖνος τὸ δὲ σῶμα κατὰ τὸν Πολυκλείτου κανόνα ἤδη ἐπιδείξειν μοι δοκῶ· μήτε γὰρ ὑψηλὸς ἄγαν ἔστω καὶ πέρα τοῦ μετρίου ἐπιμήκης μήτε ταπεινὸς καὶ νανώδης τὴν φύσιν, ἀλλʼ ἔμμετρος ἀκριβῶς, οὔτε πολύσαρκος, ἀπίθανον γάρ, οὔτε λεπτὸς ἐς ὑπερβολήν· σκελετῶδες τοῦτο καὶ νεκρικόν.
吕基诺斯:至于肉体,我想我现在将依据波利克莱托斯的规范来阐明:他既不可过高且身材拉得过长,亦不可生得低矮如侏儒,而必须恰到好处地合乎尺度;既不能肥硕多肉——因为那令人难以信服——亦不能过分削瘦:那便形同骷髅枯尸了。
Λυκῖνος ἐθέλω γοῦν σοι καὶ δήμου τινὸς οὐ φαύλου τὰ τοιαῦτα ἐπισημαίνεσθαι βοὰς εἰπεῖν· οἱ γὰρ Ἀντιοχεῖς, εὐφυεστάτη πόλις καὶ ὄρχησιν μάλιστα πρεσβεύουσα, οὕτως ἐπιτηρεῖ τῶν λεγομένων καὶ τῶν γιγνομένων ἕκαστα, ὡς μηδένα μηδὲν αὐτῶν διαλανθάνειν. μικροῦ μὲν γὰρ ὀρχηστοῦ εἰσελθόντος καὶ τὸν Ἕκτορα ὀρχουμένου μιᾷ φωνῇ πάντες ἀνεβόησαν, ὦ Ἀστυάναξ, Ἕκτωρ δὲ ποῦ; ἄλλοτε δέ ποτε μηκίστου τινὸς ὑπὲρ τὸ μέτριον ὀρχεῖσθαι τὸν Καπανέα ἐπιχειροῦντος καὶ προσβάλλειν τοῖς Θηβαίων τείχεσιν, ὑπέρβηθι, ἔφησαν, τὸ τεῖχος, οὐδέν σοι δεῖ κλίμακος.2 καὶ ἐπὶ τοῦ παχέος δὲ καὶ πιμελοῦς ὀρχηστοῦ πηδᾶν μεγάλα πειρωμένου, δεόμεθα, ἔφασαν, φεῖσαι τῆς θυμέλης. τὸ δὲ ἐναντίον τῷ πάνυ λεπτῷ ἐπεβόησαν, καλῶς ἔχε, ὡς νοσοῦντι. τούτων οὐ τοῦ γελοίου ἕνεκα ἐπεμνήσθην, ἀλλʼ ὡς ἴδῃς ὅτι καὶ δῆμοι ὅλοι μεγάλην σπουδὴν ἐποιήσαντο ἐπὶ τῇ ὀρχηστικῇ, ὡς ῥυθμίζειν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αὐτῆς δύνασθαι.
吕基诺斯:我至少还想对你讲讲某个在鉴别此类事上绝非平庸的城邦民众的呼声。安条克人——这是一个极其聪慧敏锐且无比崇尚舞蹈的城邦——对所言所行的每一细节都严加审视,以至于无一人能有所遗漏。当一个矮小的舞者登场扮演赫克托尔时,众人异口同声地高喊: “阿斯提阿纳克斯啊,赫克托尔在哪里呢?” 又有一次,某个高大得出奇的人企图扮演卡帕纽斯去攻打忒拜的城墙,他们便说道: “跨过 那道城墙吧;你根本用不着梯子。” 而当一个肥胖臃肿的舞者试图大幅跳跃时,他们又说道: “我们求你, 饶了舞台吧。” 反之,对着一个极其瘦弱的舞者,他们则如同对待病人般喊道: “多保重啊!” 我提及这些并非为了逗乐,而是为了让你看到,即便整个城邦的民众也曾对舞蹈之术寄予巨大的热忱,以至于能够裁定其优美与拙劣之处。
Λυκῖνος εὐκίνητος δὲ τὸ μετὰ τοῦτο πάντως ἔστω καὶ τὸ σῶμα λελυμένος τε ἅμα καὶ συμπεπηγώς, ὡς λυγίζεσθαί τε ὅπη καιρὸς καὶ συνεστάναι καρτερῶς, εἰ τούτου δέοι.
吕基诺斯:在此之后,他在各方面都必须行动轻捷,身体既要放松柔软,又要紧凑坚实,以便在时机需要时自如屈伸,而在需要之时又能顽强挺立。
- 71τῶν ἄλλων ἐπιτηδευμάτων τῶν μὲν τὸ τερπνόν, τῶν δὲ τὸ χρήσιμον ὑπισχνουμένων
在属格独立结构中,表示总体的属格 τῶν ἄλλων ἐπιτηδευμάτων(其他艺业之中)后,带有分词 ὑπισχνουμένων(许诺)的部分属格 τῶν μὲν... τῶν δὲ...(有的……有的……)以分配性同位语形式与之结合。
- 76οὐδέν σοι δεῖ κλίμακος
无人称动词 δεῖ 通常支配需要者的人称与格(σοι)与所需之物的属格(κλίμακος)。此处中性宾格代词 οὐδέν 作副词性宾格(“完全不、根本无需”),构成“你根本用不着梯子”的惯用表达。
