← 琉善

论舞蹈

§83-85

过激表演之鉴与克拉托恩的折服

吕基诺斯列举了一名舞者因过度模仿阿亚克斯的疯狂而真正发狂伤人的反面例子,并与一位节制有度的对手形成对比,从而阐明舞蹈兼具蛊惑与启发的魅力。克拉托恩闻后被彻底说服,并请求吕基诺斯在剧场为自己留座同观。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§83

Λυκῖνος οἷον ἐγώ ποτε μέμνημαι ἰδὼν ποιοῦντα ὀρχηστὴν εὐδοκιμοῦντα πρότερον, συνετὸν μὲν τὰ ἄλλα καὶ θαυμάζεσθαι ὡς ἀληθῶς ἄξιον, οὐκ οἶδα δὲ ᾗτινι τύχῃ εἰς ἀσχήμονα ὑπόκρισιν διʼ ὑπερβολὴν μιμήσεως ἐξοκείλαντα. ὀρχούμενος γὰρ τὸν Αἴαντα μετὰ τὴν ἧτταν εὐθὺς μαινόμενον, εἰς τοσοῦτον ὑπερεξέπεσεν ὥστε οὐχ ὑποκρίνασθαι μανίαν ἀλλὰ μαίνεσθαι αὐτὸς εἰκότως ἄν τινι ἔδοξεν.1 ἑνὸς γὰρ τῶν τῷ σιδηρῷ ὑποδήματι κτυπούντων τὴν ἐσθῆτα κατέρρηξεν, ἑνὸς δὲ τῶν ὑπαυλούντων τὸν αὐλὸν ἁρπάσας τοῦ Ὀδυσσέως πλησίον ἑστῶτος καὶ ἐπὶ τῇ νίκῃ μέγα φρονοῦντος διεῖλε τὴν κεφαλὴν κατενεγκών, καὶ εἴ γε μὴ ὁ πῖλος ἀντέσχεν καὶ τὸ πολὺ τῆς πληγῆς ἀπεδέξατο, ἀπωλώλει ἂν ὁ κακοδαίμων Ὀδυσσεύς,2 ὀρχηστῇ παραπαίοντι περιπεσών. ἀλλὰ τό γε θέατρον ἅπαν συνεμεμήνει τῷ Αἴαντι καὶ ἐπήδων καὶ ἐβόων καὶ τὰς ἐσθῆτας ἀνερρίπτουν, οἱ μὲν συρφετώδεις καὶ αὐτὸ τοῦτο ἰδιῶται τοῦ μὲν εὐσχήμονος οὐκ ἐστοχασμένοι οὐδὲ τὸ χεῖρον ἢ τὸ κρεῖττον ὁρῶντες, ἄκραν δὲ μίμησιν τοῦ πάθους τὰ τοιαῦτα οἰόμενοι εἶναι· οἱ ἀστειότεροι δὲ συνιέντες μὲν καὶ αἰδούμενοι ἐπὶ τοῖς γινομένοις, οὐκ ἐλέγχοντες δὲ σιωπῇ τὸ πρᾶγμα, τοῖς δὲ ἐπαίνοις καὶ αὐτοὶ τὴν ἄνοιαν τῆς ὀρχήσεως ἐπικαλύπτοντες, καὶ ἀκριβῶς ὁρῶντες ὅτι οὐκ Αἴαντος ἀλλὰ ὀρχηστοῦ μανίας τὰ γιγνόμενα ἦν. οὐ γὰρ ἀρκεσθεὶς τούτοις ὁ γενναῖος ἄλλο μακρῷ τούτου γελοιότερον ἔπραξε· καταβὰς γὰρ εἰς τὸ μέσον ἐν τῇ βουλῇ δύο ὑπατικῶν μέσος ἐκαθέζετο, πάνυ δεδιότων μὴ καὶ αὐτῶν τινα ὥσπερ κριὸν μαστιγώσῃ λαβών. καὶ τὸ πρᾶγμα οἱ μὲν ἐθαύμαζον, οἱ δὲ ἐγέλων, οἱ δὲ ὑπώπτευον μὴ ἄρα ἐκ τῆς ἄγαν μιμήσεως εἰς τὴν τοῦ πάθους ἀλήθειαν ὑπηνέχθη.

吕基诺斯:例如,我记得曾亲眼目睹一位先前享有盛誉的舞者所做的事;他在其他方面聪慧过人,确实值得钦佩,然而不知因何种机缘,竟因过分模仿而搁浅陷入丑恶的表演中。因为在表演阿亚克斯战败后立即发狂的情节时,他竟过度放纵,以至于任何人都会合情合理地认为他并非在表演疯狂,而是自己真正发疯了。他撕破了一个穿铁鞋击节者的衣裳,又夺过一位伴奏笛手的手中之笛,猛击附近站着并为胜利自傲的奥德修斯的头,将其打破;若非毡帽耐得住击打并承受了大半力道,可怜的奥德修斯就会命丧于暴走的舞者之手了。然而整个剧场竟也随着阿亚克斯一同疯狂,他们跳跃、呐喊、抛掷衣袍;乌合之众与十足的门外汉既无意追求得体,也辨不清好坏优劣,反倒以为这般举动是对激情的绝顶摹仿;而较为温雅有识之人虽明白真相并为此情此景感到羞愧,却未以沉默来斥责这一行径,反倒也用赞美掩盖了舞蹈的荒唐,他们深知所发生的一切并非阿亚克斯的疯狂,而是舞者本人的癫狂。这位好汉并不满足于此,又做了一件比这更为荒诞不经的事:他下到中央,径直坐在元老席的两位前执政官之间;那两人胆战心惊,生怕他也会像抓公羊一样把他们中的某一个抓住鞭挞。 对于这桩举动,有人惊叹,有人嘲笑,还有人怀疑他是否因过分摹仿而被卷入了真正的狂病之中。

§84

Λυκῖνος καὶ αὐτὸν μέντοι φασὶν ἀνανήψαντα οὕτως μετανοῆσαι ἐφʼ οἷς ἐποίησεν ὥστε καὶ νοσῆσαι ὑπὸ λύπης, ὡς ἀληθῶς ἐπὶ μανίᾳ κατεγνωσμένον. καὶ ἐδήλωσέ γε τοῦτο σαφῶς αὐτός· αἰτούντων γὰρ αὖθις τῶν στασιωτῶν αὐτοῦ τὸν Αἴαντα ὀρχήσασθαι αὐτοῖς, παραιτησάμενος, τὸν ὑποκριτήν, ἔφη πρὸς τὸ θέατρον, ἱκανόν ἐστιν ἅπαξ μανῆναι.3 μάλιστα δὲ αὐτὸν ἠνίασεν ὁ ἀνταγωνιστὴς καὶ ἀντίτεχνος· τοῦ γὰρ ὁμοίου Αἴαντος αὐτῷ γραφέντος οὕτω κοσμίως καὶ σωφρόνως τὴν μανίαν ὑπεκρίνατο ὡς ἐπαινεθῆναι, μείνας ἐντὸς τῶν τῆς ὀρχήσεως ὅρων καὶ μὴ παροινήσας εἰς τὴν ὑπόκρισιν.

吕基诺斯:然而据说他在清醒之后,对自己所做的事悔恨万分,甚至因忧伤成疾,宛如真正被判定犯了疯病一般。而他自己也清楚地表明了这一点:当他的拥护者们再次要求他为他们表演阿亚克斯时,他推辞了,并对剧场说道: “对于演戏之人来说, 发疯一次已然足够。” 最令他痛苦的莫过于他的竞争对手兼同行;因为当同样的阿亚克斯一角被分派给那人时,那人把疯狂表现得极其庄重而节制,以至于赢得了赞誉,既恪守在舞蹈的界限之内,又未在表演中撒泼胡闹。

§85

Λυκῖνος ταῦτά σοι, ὦ φιλότης, ὀλίγα ἐκ παμπόλλων παρέδειξα ὀρχήσεως ἔργα καὶ ἐπιτηδεύματα, ὡς μὴ πάνυ ἄχθοιό μοι ἐρωτικῶς θεωμένῳ αὐτά. εἰ δὲ βουληθείης κοινωνῆσαί μοι τῆς θέας, εὖ οἶδα ἐγὼ πάνυ ἁλωσόμενόν σε καὶ ὀρχηστομανήσοντά γε προσέτι. ὥστε οὐδὲν δεήσομαι τὸ τῆς Κίρκης ἐκεῖνο πρὸς σὲ εἰπεῖν, τὸ "θαῦμά μʼ ἔχει ὡς οὔτι πιὼν τάδε φάρμακʼ ἐθέλχθης," θελχθήσῃ γάρ, καὶ μὰ Δίʼ οὐκ ὄνου κεφαλὴν ἢ συὸς καρδίαν ἕξεις, ἀλλʼ ὁ μὲν νόος σοι ἐμπεδώτερος ἔσται, σὺ δὲ ὑφʼ ἡδονῆς οὐδὲ ὀλίγον τοῦ κυκεῶνος ἄλλῳ μεταδώσεις πιεῖν. ὅπερ γὰρ ὁ Ὅμηρος περὶ τῆς Ἑρμοῦ ῥάβδου τῆς χρυσῆς λέγει, ὅτι καὶ ἀνδρῶν ὄμματα θέλγει διʼ αὐτῆς "ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει," τοῦτο ἀτεχνῶς ὄρχησις ποιεῖ καὶ τὰ ὄμματα θέλγουσα καὶ ἐγρηγορέναι ποιοῦσα καὶ ἐπεγείρουσα τὴν διάνοιαν πρὸς ἕκαστα τῶν δρωμένων. Κράτων καὶ μὴν ἤδη ἐγώ, ὦ Λυκῖνε, πείθομαί τέ σοι καὶ ἀναπεπταμένα ἔχω καὶ τὰ ὦτα καὶ τὰ ὄμματα. καὶ μέμνησό γε, ὦ φιλότης, ἐπειδὰν εἰς τὸ θέατρον ἴῃς, κἀμοὶ παρὰ σαυτῷ θέαν καταλαμβάνειν,4 ὡς μὴ μόνος ἐκεῖθεν σοφώτερος ἡμῖν ἐπανίοις.

吕基诺斯:亲爱的朋友,我从浩瀚的材料中为你列举了这少数几项舞蹈的事迹与实践,免得你因我对舞蹈的热爱而对我深感不快。但你若愿意与我一同观赏,我深知你定会被彻底迷住,甚至还会变成一个舞迷。因此,我绝无必要对你说出喀耳刻那句名言: “我深感诧异,你饮此魔药竟然未受蛊惑,”因为你必将受其蛊惑,且对宙斯起誓,你绝不会落得个驴头或猪心,反而你的理智将更为坚定,并且你由于欢愉,甚至不会将一点点混合药饮分给别人去喝。正如荷马谈及赫尔墨斯的金杖时所言,他以此杖 “蛊惑众人的双目, 任凭其意愿,而又将沉睡者唤醒,”舞蹈确实做到了这一切,它既蛊惑眼睛,又使人保持警醒,并唤醒理智去体会每一个所演的动作。 克拉托恩:确实如此,吕基诺斯啊,我现在已经被你说服,并且把耳目全都大大地敞开了。亲爱的朋友,你可要记着,每当你去剧场时,都要在你身旁为我占一个座位,免得你一人从那里回来时比我们所有人都更加明智。

语法注4 条
  1. 83οὐχ ὑποκρίνασθαι μανίαν ἀλλὰ μαίνεσθαι αὐτὸς εἰκότως ἄν τινι ἔδοξεν

    短语 εἰκότως ἄν τινι ἔδοξεν 由直陈式过去时加 ἄν 构成,表示对过去事实的合理推断(“任何人都会合情合理地认为”)。不定式 ὑποκρίνασθαι 与 μαίνεσθαι 均受 ἔδοξεν 支配,以该舞者为主语,而主格的 αὐτός 则用作对比性强调,意指他“自己本人(真的发狂)”。

  2. 83εἴ γε μὴ ὁ πῖλος ἀντέσχεν καὶ τὸ πολὺ τῆς πληγῆς ἀπεδέξατο, ἀπωλώλει ἂν ὁ κακοδαίμων Ὀδυσσεύς

    过去反事实条件句。条件从句采用 εἰ 搭配直陈式过去时(ἀντέσχεν, ἀπεδέξατο),结论句则使用直陈式过去完成时加 ἄν(ἀπωλώλει ἄν),强调本已注定造成并存续的死亡结果状态。

  3. 84τὸν ὑποκριτὴν ... ἱκανόν ἐστιν ἅπαξ μανῆναι

    无人称表达 ἱκανόν ἐστιν(“足够了”)支配对格与不定式结构 τὸν ὑποκριτὴν ... μανῆναι。其中 τὸν ὑποκριτήν 是不定式 μανῆναι 的逻辑主语;表演者以第三人称泛称“演戏之人”来借指自己。

  4. 85κἀμοὶ παρὰ σαυτῷ θέαν καταλαμβάνειν

    受命令式 μέμνησο(“切记”)支配的不定式短语。成语 θέαν καταλαμβάνειν 意为“占座/保留观赏位置”。κἀμοί(καὶ ἐμοί 的合音)为表示受益的与格(“也为我”),与 παρὰ σαυτῷ(“在你身旁”)一同限定了位置与对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:83-85