← 琉善

论舞蹈

§65-70

角色扮演的统一与身心和谐的哲学价值

吕基诺斯援引外邦人的逸事,论述了舞蹈的本质在于角色的扮演与激情的表达,说明单个舞者如何将多重角色与诸般技艺集于一身。他进一步阐明,舞蹈融汇身心,并践行了灵魂三分说及古代哲学教义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

Λυκῖνος ἡ δὲ πλείστη διατριβὴ καὶ ὁ σκοπὸς τῆς ὀρχηστικῆς ἡ ὑπόκρισίς ἐστιν, ὡς ἔφην, κατὰ τὰ αὐτὰ καὶ τοῖς ῥήτορσιν ἐπιτηδευομένη, καὶ μάλιστα τοῖς τὰς καλουμένας ταύτας μελέτας διεξιοῦσιν· οὐδὲν γοῦν καὶ ἐν ἐκείνοις μᾶλλον ἐπαινοῦμεν ἢ τὸ ἐοικέναι τοῖς ὑποκειμένοις προσώποις καὶ μὴ ἀπῳδὰ εἶναι τὰ λεγόμενα τῶν εἰσαγομένων ἀριστέων ἢ τυραννοκτόνων ἢ πενήτων ἢ γεωργῶν, ἀλλʼ ἐν ἑκάστῳ τούτων τὸ ἴδιον καὶ τὸ ἐξαίρετον δείκνυσθαι.

吕基诺斯:正如我所说,舞蹈之术最大的用功之处与目的乃是扮演,这同样也为修辞家们所研习,尤其是那些从事所谓虚拟辩论的人;至少在他们身上,我们所赞赏的莫过于与所设定的角色相符,以及所言之辞不与登场的英雄、诛戮僭主者、穷人或农夫的性情相违逆,而是在这每一种人身上都能展示出其固有与独特之处。

§66

Λυκῖνος ἐθέλω γοῦν σοι καὶ ἄλλου βαρβάρου ῥῆσιν ἐπὶ τούτοις εἰπεῖν. ἰδὼν γὰρ πέντε πρόσωπα τῷ ὀρχηστῇ παρεσκευασμένα — τοσούτων γὰρ μερῶν τὸ δρᾶμα ἦν — ἐζήτει, ἕνα ὁρῶν τὸν ὀρχηστήν, τίνες οἱ ὀρχησόμενοι καὶ ὑποκρινούμενοι τὰ λοιπὰ προσωπεῖα εἶεν· ἐπεὶ δὲ ἔμαθεν ὅτι αὐτὸς ὑποκρινεῖται καὶ ὑπορχήσεται τὰ πάντα, ἐλελήθεις, ἔφη, ὦ βέλτιστε, σῶμα μὲν τοῦτο ἕν, πολλὰς δὲ τὰς ψυχὰς ἔχων.1

吕基诺斯:我至少还想就此向你讲一讲另一位外邦人的言论。因为他看到为舞者准备了五张面具——因为该剧恰有这么多角色——却只见到舞者一人,便探问是谁将戴着其余的面具起舞和扮演;及至得知是此人自己将扮演并舞出全部角色,他便说道: “最可敬的人啊, 我未曾料到,你虽只有这一具肉躯,却拥有如此之多的灵魂。”

§67

Λυκῖνος ταῦτα μὲν ὁ βάρβαρος. οὐκ ἀπεικότως δὲ καὶ οἱ Ἰταλιῶται τὸν ὀρχηστὴν παντόμιμον καλοῦσιν, ἀπὸ τοῦ δρωμένου σχεδόν. καλὴ γὰρ ἡ ποιητικὴ παραίνεσις ἐκείνη, τό, ὦ παῖ, ποντίου θηρὸς πετραίου νόον ἔχων πάσαις πολίεσσιν ὁμίλει, καὶ τῷ ὀρχηστῇ ἀναγκαία· καὶ δεῖ προσφύντα τοῖς πράγμασιν συνοικειοῦν ἑαυτὸν ἑκάστῳ τῶν δρωμένων. τὸ δὲ ὅλον ἤθη καὶ πάθη δείξειν καὶ ὑποκρινεῖσθαι ἡ ὄρχησις ἐπαγγέλλεται, νῦν μὲν ἐρῶντα, νῦν δὲ ὀργιζόμενόν τινα εἰσάγουσα, καὶ ἄλλον μεμηνότα καὶ ἄλλον λελυπημένον, καὶ ἅπαντα ταῦτα μεμετρημένως. τὸ γοῦν παραδοξότατον, τῆς αὐτῆς ἡμέρας ἄρτι μὲν Ἀθάμας μεμηνώς, ἄρτι δὲ Ἰνὼ φοβουμένη δείκνυται, καὶ ἄλλοτε Ἀτρεὺς ὁ αὐτός, καὶ μετὰ μικρὸν Θυέστης, εἶτα Αἴγισθος ἢ Ἀερόπη· καὶ πάντα ταῦτα εἷς ἄνθρωπός ἐστιν.

吕基诺斯:这便是那外邦人的话。意大利的希腊人将舞者称为‘全能模仿者’,几乎正是取意于其所演之戏,这并非没有道理。因为那句诗意的劝诫至为精妙: “儿啊,当秉持岩居海兽的心智,与所有的城邦周旋,”这对于舞者也是必不可少的;他必须依附于事态,使自己与所演之事的每一桩完全同化。 总括而言,舞蹈自诩能展示并扮演各种品性与激情:时而引出恋爱之人,时而引出愤怒之人,时而引出狂乱者,时而引出悲痛者,且这一切皆表现得恰如其分。最令人惊叹的是,就在同一天之内,方才还展现出陷入狂乱的阿塔玛斯,旋即又展现出满心恐惧的伊诺;一会儿这同一个人又成了阿特柔斯,片刻之后又成了梯厄斯忒斯,继而又成了埃癸斯托斯或埃洛珀;而这一切不过是一个人而已。

§68

Λυκῖνος τὰ μὲν οὖν ἄλλα θεάματα καὶ ἀκούσματα ἑνὸς ἑκάστου ἔργου τὴν ἐπίδειξιν ἔχει· ἢ γὰρ αὐλός ἐστιν ἢ κιθάρα ἢ διὰ φωνῆς μελῳδία ἢ τραγικὴ δραματουργία ἢ κωμικὴ γελωτοποιία· ὁ δὲ ὀρχηστὴς τὰ πάντα ἔχει συλλαβών, καὶ ἔνεστιν ποικίλην καὶ παμμιγῆ τὴν παρασκευὴν αὐτοῦ ἰδεῖν, αὐλόν, σύριγγα, ποδῶν κτύπον, κυμβάλου ψόφον, ὑποκριτοῦ εὐφωνίαν, ᾀδόντων ὁμοφωνίαν.

吕基诺斯:其他的视听表演,各自展示的不过是单一的技艺:要么是管笛,要么是基萨拉琴,要么是声乐的歌咏,要么是悲剧的戏剧创作,要么是喜剧的逗趣引笑;然而舞者却将这一切集于一身,人们可以在他身上看到丰富多样且融合百端的准备:笛音、排箫、足踏的节奏、铙钹的声响、演员的优美音质、歌者的合唱齐鸣。

§69

Λυκῖνος ἔτι δὲ τὰ μὲν ἄλλα θατέρου τῶν ἐν τῷ ἀνθρώπῳ2 ἔργα ἐστίν, τὰ μὲν ψυχῆς, τὰ δὲ σώματος· ἐν δὲ τῇ ὀρχήσει ἀμφότερα συμμέμικται. καὶ γὰρ διανοίας ἐπίδειξιν τὰ γιγνόμενα ἔχει καὶ σωματικῆς ἀσκήσεως ἐνέργειαν, τὸ δὲ μέγιστον ἡ σοφία τῶν δρωμένων καὶ τὸ μηδὲν ἔξω λόγου. Λεσβῶναξ γοῦν ὁ Μυτιληναῖος, ἀνὴρ καλὸς καὶ ἀγαθός, χειρισόφους τοὺς ὀρχηστὰς ἀπεκάλει καὶ ᾔει ἐπὶ τὴν θέαν αὐτῶν ὡς βελτίων ἀναστρέψων ἀπὸ τοῦ θεάτρου. Τιμοκράτης δὲ ὁ διδάσκαλος αὐτοῦ ἰδών ποτε ἅπαξ, οὐκ ἐξεπίτηδες ἐπιστάς, ὀρχηστὴν τὰ αὑτοῦ ποιοῦντα, οἵου με, ἔφη θεάματος ἡ πρὸς φιλοσοφίαν αἰδὼς ἀπεστέρηκεν.

吕基诺斯:此外,其他艺业多是人身上两种要素之一的功用,或属灵魂,或属肉体;但在舞蹈之中,二者融为一体。因为其表演既展示了心智的运作,又体现了身体锻炼的活力,而尤为重要的是其动作中所蕴含的智慧,以及毫无逾越理性之处。无论如何,米提利尼的莱斯波纳克斯——一位高尚优秀的人——曾称舞者为‘手慧之士’,且他去看舞者的表演,总是指望能从剧场归来时成为一个更好的人。而他的老师蒂莫克拉特斯偶有一次无意撞见舞者施展其艺,便说道: “我对哲学的敬畏, 究竟让我错过了何等精彩的景观啊!”

§70

Λυκῖνος εἰ δʼ ἔστιν ἀληθῆ ἃ περὶ ψυχῆς ὁ Πλάτων λέγει, τὰ τρία μέρη αὐτῆς καλῶς ὁ ὀρχηστὴς δείκνυσιν, τὸ θυμικὸν ὅταν ὀργιζόμενον ἐπιδείκνυται, τὸ ἐπιθυμητικὸν ὅταν ἐρῶντας ὑποκρίνηται, τὸ λογιστικὸν ὅταν ἕκαστα τῶν παθῶν χαλιναγωγῇ· τοῦτο μέν γε ἐν ἅπαντι μέρει τῆς ὀρχήσεως καθάπερ ἡ ἁφὴ ἐν ταῖς αἰσθήσεσιν παρέσπαρται. κάλλους δὲ προνοῶν καὶ τῆς ἐν τοῖς ὀρχήμασιν εὐμορφίας, τί ἄλλο ἢ τὸ τοῦ Ἀριστοτέλους ἐπαληθεύει, τὸ κάλλος ἐπαινοῦντος καὶ μέρος τρίτον ἡγουμένου τἀγαθοῦ καὶ τοῦτο εἶναι;3 ἤκουσα δέ τινος καὶ περιττότερόν τι νεανιευομένου ὑπὲρ τῆς τῶν ὀρχηστικῶν προσωπείων σιωπῆς, ὅτι καὶ αὕτη Πυθαγορικόν τι δόγμα αἰνίττεται.

吕基诺斯:假使柏拉图关于灵魂所言皆属实,那么舞者便极好地展现了灵魂的三个部分:每当表现愤怒之人时展示意气部分,每当扮演恋爱之徒时展示欲望部分,而每当驾驭各种激情时则展示理性部分;这理性部分事实上贯穿于舞蹈的每一个环节,正如触觉贯穿于诸般感官之中一样。至于舞者对美以及舞蹈动作中的优雅风姿所寄予的关切,岂不正是印证了亚里士多德的学说?亚里士多德盛赞美,并认为这也是善的第三部分。我还听过有人就舞蹈面具的沉默发表过更为玄奥大胆的见解,称这沉默甚至是在暗示某种毕达哥拉斯派的信条。

语法注3 条
  1. 66ἐλελήθεις... ἔχων

    动词 λανθάνω 搭配补充性分词(ἔχων)的惯用结构。过去完成时第二人称单数 ἐλελήθεις 意为“我未曾发觉你拥有……”。句法上动词与对话者(舞者)保持一致,但表示“不知情/未察觉”的主体则是说话者(外邦人)。

  2. 69θατέρου τῶν ἐν τῷ ἀνθρώπῳ

    θατέρου 是 τοῦ ἑτέρου 发生混声(crasis)而成的属格中性单数形式,意指“人身上两个要素中的某一方”,后文的 τὰ μὲν ψυχῆς, τὰ δὲ σώματος(“或属灵魂,或属肉体”)明确指出了这两种要素。

  3. 70τὸ κάλλος ἐπαινοῦντος καὶ μέρος τρίτον ἡγουμένου τἀγαθοῦ καὶ τοῦτο εἶναι

    紧接在实质化的短语 τὸ τοῦ Ἀριστοτέλους(“亚里士多德的学说”)之后,属格分词 ἐπαινοῦντος 和 ἡγουμένου 修饰亚里士多德,并阐明其论点。在受 ἡγουμένου 支配的不定式结构中,καὶ τοῦτο(“这[美]也”)作不定式 εἶναι 的宾格主语,μέρος τρίτον τἀγαθοῦ(“善的第三部分”)为宾语补足语(表语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:65-70