← 琉善

论舞蹈

§59-64

神话修养的总结与哑剧舞蹈的明晰表达

吕基诺斯总结了舞者所需掌握的埃及神话、冥府传说及全部诗歌传统,指出舞蹈动作必须具备无需解说的明晰性,并列举了犬儒学派德米特里厄斯被无声独舞彻底折服,以及本都外邦使臣因舞者姿态明了而欲求其充当通译的两则轶事作为明证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59

Λυκῖνος τὰ γὰρ Αἰγυπτίων, μυστικώτερα ὄντα, εἴσεται μέν, συμβολικώτερον δὲ ἐπιδείξεται· τὸν Ἔπαφον λέγω καὶ τὸν Ὄσιριν καὶ τὰς τῶν θεῶν εἰς τὰ ζῷα μεταβολάς. πρὸ πάντων δὲ τὰ περὶ τοὺς ἔρωτας αὐτῶν καὶ αὐτοῦ τοῦ Διὸς καὶ εἰς ὅσα ἑαυτὸν μετεσκεύασεν εἴσεται, Λυκῖνος καὶ τὴν ἐν Ἅιδου ἅπασαν τραγῳδίαν καὶ τὰς κολάσεις καὶ τὰς ἐφʼ ἑκάστῃ αἰτίας καὶ τὴν Πειρίθου καὶ Θησέως ἄχρι τοῦ Ἅιδου ἑταιρείαν.

吕基诺斯:至于埃及人的事迹,由于更具神秘色彩,他固然知晓,但会表现得更加具有象征性——我指的是埃帕福斯、奥西里斯,以及诸神向各种动物的变形。 而在这一切之上,他将知晓关于他们爱情的诸事,包括宙斯本人的情事,以及他曾将自己变幻为多少种形态;吕基诺斯:还有冥界中的整场悲剧、诸般刑罚及其各自的原委,以及庇里托俄斯与忒修斯远至冥府的友谊。

§61

Λυκῖνος συνελόντι δὲ εἰπεῖν,1 οὐδὲν τῶν ὑπὸ τοῦ Ὁμήρου καὶ Ἡσιόδου καὶ τῶν ἀρίστων ποιητῶν καὶ μάλιστα τῆς τραγῳδίας λεγομένων ἀγνοήσει. Ταῦτα πάνυ ὀλίγα ἐκ πολλῶν, μᾶλλον δὲ ἀπείρων τὸ πλῆθος, ἐξελὼν τὰ κεφαλαιωδέστερα κατέλεξα, τὰ ἄλλα τοῖς τε ποιηταῖς ᾄδειν ἀφεὶς καὶ τοῖς ὀρχησταῖς αὐτοῖς δεικνύναι καὶ σοὶ προσεξευρίσκειν καθʼ ὁμοιότητα τῶν προειρημένων, ἅπερ ἅπαντα πρόχειρα καὶ πρὸς τὸν καιρὸν ἕκαστον τῷ ὀρχηστῇ προπεπορισμένα καὶ προτεταμιευμένα κεῖσθαι ἀναγκαῖον.

吕基诺斯:简而言之,荷马、赫西俄德以及最优秀的诗人们所言之事,尤其是悲剧所言之事,他将无一不晓。 在众多、或者说无穷无尽的题材之中,我仅选出这极少数的最为要紧之端加以列叙,其余的则留待诗人们去咏唱、舞者们去展现,并由你依照前文所述的相似之处去自行发掘;这一切都必须由舞者预先置备、储蓄妥当,以便在每一个适当时机随时取用。

§62

Λυκῖνος ἐπεὶ δὲ μιμητικός ἐστι καὶ κινήμασι τὰ ᾀδόμενα δείξειν ὑπισχνεῖται, ἀναγκαῖον αὐτῷ, ὅπερ καὶ τοῖς ῥήτορσι, σαφήνειαν ἀσκεῖν, ὡς ἕκαστον τῶν δεικνυμένων ὑπʼ αὐτοῦ δηλοῦσθαι μηδενὸς ἐξηγητοῦ δεόμενον, ἀλλʼ ὅπερ ἔφη ὁ Πυθικὸς χρησμός, δεῖ τὸν θεώμενον ὄρχησιν καὶ κωφοῦ συνιέναι καὶ μὴ λαλέοντος τοῦ ὀρχηστοῦ ἀκούειν.

吕基诺斯:由于他是一个模仿者,且承诺以肢体动作来展现歌唱的内容,因此对于他来说,如同对于修辞家一样,修习明晰性是必不可少的,以便使他所展示的每一个细节都能昭然若揭,无需任何解说者;正如皮托的神谕所言,观舞者必须既能理解哑者之意,又能听懂沉默的舞者之声。

§63

Λυκῖνος Ὃ δὴ καὶ Δημήτριον τὸν Κυνικὸν παθεῖν λέγουσιν. ἐπεὶ γὰρ καὶ αὐτὸς ὅμοιά σοι κατηγόρει τῆς ὀρχηστικῆς, λέγων τοῦ αὐλοῦ καὶ τῶν συρίγγων καὶ τῶν κτύπων πάρεργόν τι τὸν ὀρχηστὴν εἶναι, μηδὲν αὐτὸν πρὸς τὸ δρᾶμα συντελοῦντα, κινούμενον δὲ ἄλογον ἄλλως κίνησιν καὶ μάταιον, οὐδενὸς αὐτῇ νοῦ προσόντος, τῶν δὲ ἀνθρώπων τοῖς περὶ τὸ πρᾶγμα γοητευομένων, ἐσθῆτι σηρικῇ καὶ προσωπείῳ εὐπρεπεῖ, αὐλῷ τε καὶ τερετίσμασι καὶ τῇ τῶν ᾀδόντων εὐφωνίᾳ, οἷς κοσμεῖσθαι μηδὲν ὂν τὸ τοῦ ὀρχηστοῦ πρᾶγμα,2 ὁ τότε κατὰ τὸν Νέρωνα εὐδοκιμῶν ὀρχηστής, οὐκ ἀσύνετος, ὥς φασιν, ἀλλʼ εἰ καί τις ἄλλος ἔν τε ἱστορίας μνήμῃ καὶ κινήσεως κάλλει διενεγκών, ἐδεήθη τοῦ Δημητρίου εὐγνωμονεστάτην, οἶμαι, τὴν δέησιν, ἰδεῖν ὀρχούμενον, ἔπειτα κατηγορεῖν αὐτοῦ· καὶ ὑπέσχετό γε ἄνευ αὐλοῦ καὶ ᾀσμάτων ἐπιδείξεσθαι αὐτῷ. καὶ οὕτως ἐποίησεν· ἡσυχίαν γὰρ τοῖς τε κτυποῦσι καὶ τοῖς αὐλοῦσι καὶ αὐτῷ παραγγείλας τῷ χορῷ, αὐτὸς ἐφʼ ἑαυτοῦ ὠρχήσατο τὴν Ἀφροδίτης καὶ Ἄρεος μοιχείαν, Ἥλιον μηνύοντα καὶ Ἥφαιστον ἐπιβουλεύοντα καὶ τοῖς δεσμοῖς ἀμφοτέρους, τήν τε Ἀφροδίτην καὶ τὸν Ἄρη, σαγηνεύοντα, καὶ τοὺς ἐφεστῶτας θεοὺς ἕκαστον αὐτῶν, καὶ αἰδουμένην μὲν τὴν Ἀφροδίτην, ὑποδεδοικότα δὲ καὶ ἱκετεύοντα τὸν Ἄρη, καὶ ὅσα τῇ ἱστορίᾳ ταύτῃ πρόσεστιν, ὥστε τὸν Δημήτριον ὑπερησθέντα τοῖς γιγνομένοις τοῦτον ἔπαινον ἀποδοῦναι τὸν μέγιστον τῷ ὀρχηστῇ· ἀνέκραγε γὰρ καὶ μεγάλῃ τῇ φωνῇ ἀνεφθέγξατο, ἀκούω, ἄνθρωπε, ἃ ποιεῖς· οὐχ ὁρῶ μόνον, ἀλλά μοι δοκεῖς ταῖς χερσὶν αὐταῖς λαλεῖν.

吕基诺斯:人们说犬儒学派的德米特里厄斯也曾亲历过这种情形。因为他也曾像你一样抨击舞蹈之术,声称舞者不过是笛子、排箫和击拍器具的附属品,自身对戏剧毫无贡献,其动作不过是毫无理性的胡乱挥舞与徒劳之举,内中全无心智可言,人们只是被此事的附带之物所蛊惑——被丝绸服饰、华丽面具、笛音、伴奏音调以及歌唱者的优美声线所迷惑,舞者本无实质的技艺正是被这些东西所妆点。当时在尼禄时代享有盛名的一位舞者——据传他并非愚昧之辈,而在记忆史事与动作优美方面堪称出类拔萃——向德米特里厄斯提出了一个我认为至为合理的请求:请他先看自己跳舞,然后再行抨击;他甚至承诺将在没有任何笛声和歌唱的情况下向他做一番展示。他确实这样做了:他吩咐击拍者、吹笛者乃至合唱队本身都保持安静,只身一人起舞表演阿佛洛狄忒与阿瑞斯的私通,表演赫利俄斯的告密、赫淮斯托斯的设谋暗算以及用罗网锁链将阿佛洛狄忒和阿瑞斯双双捕获,还有围观的诸神各自的姿态、阿佛洛狄忒的羞惭、阿瑞斯的恐惧哀求,以及属于这一传说的所有细节,以至于德米特里厄斯对眼前所见狂喜不已,给予了这位舞者最高的赞赏;因为他高声呼喊并大声说道: “人啊,我听到了你在做什么;我不仅看到,而且在我看来,你正是用你的双手在说话!”

§64

Λυκῖνος ἐπεὶ δὲ κατὰ τὸν Νέρωνά ἐσμεν τῷ λόγῳ, βούλομαι καὶ βαρβάρου ἀνδρὸς τὸ ἐπὶ τοῦ αὐτοῦ ὀρχηστοῦ γενόμενον εἰπεῖν, ὅπερ μέγιστος ἔπαινος ὀρχηστικῆς γένοιτʼ ἄν. τῶν γὰρ ἐκ τοῦ Πόντου βαρβάρων βασιλικός τις ἄνθρωπος κατά τι χρέος ἥκων ὡς τὸν Νέρωνα ἐθεᾶτο μετὰ τῶν ἄλλων τὸν ὀρχηστὴν ἐκεῖνον οὕτω σαφῶς ὀρχούμενον ὡς καίτοι μὴ ἐπακούοντα τῶν ᾀδομένων — ἡμιέλλην γάρ τις ὢν ἐτύγχανεν — συνεῖναι ἁπάντων.3 καὶ δὴ ἀπιὼν ἤδη ἐς τὴν οἰκείαν, τοῦ Νέρωνος δεξιουμένου καὶ ὅ τι βούλοιτο αἰτεῖν κελεύοντος καὶ δώσειν ὑπισχνουμένου, τὸν ὀρχηστήν, ἔφη, δοὺς τὰ μέγιστα εὐφρανεῖς. τοῦ δὲ Νέρωνος ἐρομένου, τί ἄν σοι χρήσιμος γένοιτο ἐκεῖ; προσοίκους, ἔφη, βαρβάρους ἔχω, οὐχ ὁμογλώττους, καὶ ἑρμηνέων οὐ ῥᾴδιον εὐπορεῖν πρὸς αὐτούς. ἢν οὖν τινος δέωμαι, διανεύων οὗτος ἕκαστά μοι ἑρμηνεύσει. τοσοῦτον ἄρα καθίκετο αὐτοῦ ἡ μίμησις τῆς ὀρχήσεως ἐπίσημός τε καὶ σαφὴς φανεῖσα.

吕基诺斯:既然我们在言谈中提到了尼禄的时代,我还想讲一件发生在同一位舞者身上的外邦人的逸事,这足以构成对舞蹈之术的最高赞誉。在来自本都的外邦人中,有一位具有王族身份的人因某种公事来晋见尼禄,他与其他众人一同观看了那位舞者的表演;舞者舞得如此清晰明了,以至于尽管他听不懂所唱的内容——因为他恰好只是个半希腊化的人——却领会了全部情节。及至他即将启程返乡,尼禄款待他并命他随心所欲提出请求,许诺必定应允,他便说道: “若您将那位舞者赏赐给我, 那便会使我感到无比快慰。” 尼禄问道: “他在你那里能有何用处?” 他回答说: “我有讲不同语言的蛮族邻邦, 要找到通晓他们语言的翻译绝非易事。因此我若有何需要,此人便可通过打手势将每一件事向我翻译明白。” 可见,舞蹈的模仿是如此鲜明而清晰地呈现出来,以至于给他留下了如此深刻的印象。

语法注3 条
  1. 61συνελόντι δὲ εἰπεῖν

    由表示关涉的与格分词 συνελόντι 与不定式 εἰπεῖν 构成的惯用插入短语(“简而言之”),在句中充当修饰整句断言的副词性表达。

  2. 63οἷς κοσμεῖσθαι μηδὲν ὂν τὸ τοῦ ὀρχηστοῦ πρᾶγμα

    间接引语中的“宾格加不定式”结构。关系代词与格 οἷς(先行词为服饰、面具、乐音等)表示手段;τὸ τοῦ ὀρχηστοῦ πρᾶγμα 是被动不定式 κοσμεῖσθαι 的逻辑主语(主语宾格),分词短语 μηδὲν ὄν 则充当该主语的让步性表语修饰(“舞者自身的事务本微不足道,却……”)。

  3. 64ὡς καίτοι μὴ ἐπακούοντα τῶν ᾀδομένων — ἡμιέλλην γάρ τις ὢν ἐτύγχανεν — συνεῖναι ἁπάντων

    表示结果的 ὡς(相当于 ὥστε)引导不定式 συνεῖναι 的句式。不定式的逻辑主语(外邦使者)在格位上预设为宾格,因此让步分词短语 καίτοι μὴ ἐπακούοντα 也以宾格与之呼应;属格 ἁπάντων 作表示领会和理解的动词 συνεῖναι 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:59-64