- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:46-58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯继续列举舞者必须精通的大量神话与历史知识,涵盖特洛伊史诗及其相关英雄传奇、希腊各地(伊利斯、阿卡狄亚、克里特、埃托利亚、色雷斯、色萨利)、小亚细亚、意大利、西方神话、各类变形故事,直至希腊化时期的历史事件。
Λυκῖνος νομιστέον γὰρ τῇ Σπαρτιατικῇ ἱστορίᾳ καὶ τὴν Ἰλιακὴν συνῆφθαι,1 πολλὴν οὖσαν καὶ πολυπρόσωπον· καθʼ ἕκαστον γοῦν τῶν ἐκεῖ πεσόντων δρᾶμα τῇ σκηνῇ πρόκειται· καὶ μεμνῆσθαι δὲ τούτων δεῖ μάλιστα, ἀπὸ τῆς ἁρπαγῆς εὐθὺς ἄχρι τῶν ἐν τοῖς νόστοις γεγενημένων καὶ τῆς Αἰνείου πλάνης καὶ Διδοῦς ἔρωτος. ὧν οὐκ ἀλλότρια καὶ τὰ περὶ τὸν Ὀρέστην δράματα καὶ τὰ ἐν Σκυθίᾳ τῷ ἥρωϊ τετολμημένα. οὐκ ἀπῳδὰ δὲ καὶ τὰ πρὸ τούτων, ἀλλὰ τοῖς Ἰλιακοῖς συγγενῆ, Ἀχιλλέως ἐν Σκύρῳ παρθένευσις καὶ Ὀδυσσέως μανία καὶ Φιλοκτήτου ἐρημία, καὶ ὅλως ἡ πᾶσα Ὀδύσσειος πλάνη καὶ Κίρκη καὶ Τηλέγονος καὶ ἡ Αἰόλου τῶν ἀνέμων δυναστεία καὶ τὰ ἄλλα μέχρι τῆς τῶν μνηστήρων τιμωρίας· καὶ πρὸ τούτων ἡ κατὰ Παλαμήδους ἐπιβουλὴ καὶ ἡ Ναυπλίου ὀργὴ καὶ ἡ Αἴαντος μανία καὶ ἡ θατέρου ἐν ταῖς πέτραις ἀπώλεια.
吕基诺斯:因为必须认为,特洛伊的史事同样与斯巴达的历史紧密相连,且内容浩繁、人物众多;无论如何,对于在那里阵亡的每个人,舞台上都有相应的戏剧。舞者尤须牢记这些事,从劫掠伊始,直到归乡途中的种种遭遇,以及埃涅阿斯的流浪和狄多的爱情。 与这些并非无关的还有围绕俄瑞斯忒斯的戏剧,以及这位英雄在斯基泰所涉险犯难的诸事。在它们之前的事也并非格格不入,而是与特洛伊史事同属一脉:阿喀琉斯在斯库罗斯岛的深闺隐居、奥德修斯的发疯、菲洛克忒忒斯的被弃荒岛,总而言之,整个奥德修斯式的流浪历程、喀耳刻、忒勒戈诺斯、埃俄罗斯对风的统治,以及直到诛戮求婚人的其余诸事;在这些之前还有谋害帕拉墨得斯的阴谋、瑙普利俄斯的愤怒、大埃阿斯的发狂,以及另一个埃阿斯在礁石间的覆亡。
Λυκῖνος ἔχει πολλὰς καὶ Ἦλις ἀφορμὰς τοῖς ὀρχεῖσθαι πειρωμένοις, τὸν Οἰνόμαον, τὸν Μυρτίλον, τὸν Κρόνον, τὸν Δία, τοὺς πρώτους τῶν Ὀλυμπίων ἀγωνιστάς.
吕基诺斯:伊利斯也为尝试起舞之人提供了许多素材:俄诺玛俄斯、密耳提罗斯、克洛诺斯、宙斯,以及奥林匹亚竞技的最早角逐者。
Λυκῖνος πολλὴ δὲ καὶ ἡ κατʼ Ἀρκαδίαν μυθολογία, Δάφνης φυγή, Καλλιστοῦς θηρίωσις, Κενταύρων παροινία, Πανὸς γοναί, Ἀλφειοῦ ἔρως καὶ ὕφαλος ἀποδημία.
吕基诺斯:阿卡狄亚一带的神话传闻同样浩瀚:达芙涅的逃亡、卡利斯托的化为走兽、半人马的醉酒闹事、潘神的降生、阿尔斐俄斯的爱情及其水底之行。
Λυκῖνος ἀλλὰ κἂν εἰς τὴν Κρήτην ἀφίκῃ τῷ λόγῳ, πάμπολλα κἀκεῖθεν ἡ ὄρχησις ἐρανίζεται, τὴν Εὐρώπην, τὴν Πασιφάην, τοὺς ταύρους ἀμφοτέρους, τὸν λαβύρινθον, τὴν Ἀριάδνην, τὴν Φαίδραν, τὸν Ἀνδρόγεων, τὸν Δαίδαλον, τὸν Ἴκαρον, τὸν Γλαῦκον, τὴν Πολυΐδου μαντικήν, τὸν Τάλω, τὸν χαλκοῦν τῆς Κρήτης περίπολον.
吕基诺斯:即便你在言谈中来到克里特,舞蹈从那里汲取的素材也极多:欧罗巴、帕西法厄、两头公牛、迷宫、阿里阿德涅、淮德拉、安德洛戈斯、代达罗斯、伊卡洛斯、格劳科斯、波吕伊多斯的占卜术,以及克里特的青铜巡防者塔罗斯。
Λυκῖνος κἂν εἰς Αἰτωλίαν μετέλθῃς, κἀκεῖ πολλὰ ἡ ὄρχησις καταλαμβάνει, τὴν Ἀλθαίαν, τὸν Μελέαγρον, τὴν Ἀταλάντην, τὸν δαλόν, καὶ ποταμοῦ καὶ Ἡρακλέους πάλην καὶ Σειρήνων γένεσιν καὶ Ἐχινάδων ἀνάδοσιν καὶ μετὰ τὴν μανίαν Ἀλκμαίωνος οἴκησιν· εἶτα Νέσσον καὶ Δηϊανείρας ζηλοτυπίαν, ἐφʼ ᾗ τὴν ἐν Οἴτῃ πυράν.2
吕基诺斯:若你转赴埃托利亚,舞蹈在那里同样触及诸多题材:阿尔泰亚、墨勒阿革洛斯、阿塔兰忒、那根余烬木柴、河神与赫拉克勒斯的角力、塞壬诸妖的诞生、厄喀那得斯群岛的浮出,以及阿尔克迈翁发狂后的定居;接着是涅索斯、德伊阿尼拉的嫉妒,以及由此引出的俄忒山上的火葬柴堆。
Λυκῖνος ἔχει καὶ Θρᾴκη πολλὰ τῷ ὀρχησομένῳ ἀναγκαῖα, τὸν Ὀρφέα, τὸν ἐκείνου σπαραγμὸν καὶ τὴν λάλον αὐτοῦ κεφαλὴν τὴν ἐπιπλέουσαν τῇ λύρᾳ, καὶ τὸν Αἷμον καὶ τὴν Ῥοδόπην, καὶ τὴν Λυκούργου κόλασιν.
吕基诺斯:色雷斯同样包含许多舞者所必需之事:俄耳甫斯、他的被碎尸、他在竖琴上漂流并诉说的头颅、海摩斯与罗多珀,以及吕枯耳戈斯所受的惩罚。
Λυκῖνος καὶ Θεσσαλία δὲ ἔτι πλείω παρέχεται, τὸν Πελίαν, τὸν Ἰάσονα, τὴν Ἄλκηστιν, τὸν τῶν πεντήκοντα νέων στόλον, τὴν Ἀργώ, τὴν λάλον αὐτῆς τρόπιν, Λυκῖνος τὰ ἐν Λήμνῳ, τὸν Αἰήτην, τὸν Μηδείας ὄνειρον, τὸν Ἀψύρτου σπαραγμὸν καὶ τὰ ἐν τῷ παράπλῳ γενόμενα, καὶ μετὰ ταῦτα τὸν Πρωτεσίλαον καὶ τὴν Λαοδάμειαν.
吕基诺斯:色萨利提供的还要更多:珀利阿斯、伊阿宋、阿尔刻提斯、五十位青年的远征船队、阿尔戈船、它那能够言语的龙骨、吕基诺斯:在利姆诺斯岛的际遇、埃厄忒斯、美狄亚的梦境、阿普叙耳托斯遭碎尸以及沿海航行中的诸般变故,在这之后则是普罗忒西拉俄斯与劳达弥亚。
Λυκῖνος κἂν εἰς τὴν Ἀσίαν πάλιν διαβῇς, πολλὰ κἀκεῖ δράματα· ἡ γὰρ Σάμος εὐθὺς καὶ τὸ Πολυκράτους πάθος καὶ τῆς θυγατρὸς αὐτοῦ μέχρι Περσῶν πλάνη, καὶ τὰ ἔτι ἀρχαιότερα, ἡ τοῦ Ταντάλου φλυαρία καὶ ἡ παρʼ αὐτῷ θεῶν ἑστίασις καὶ ἡ Πέλοπος κρεουργία καὶ ὁ ἐλεφάντινος ὦμος αὐτοῦ.
吕基诺斯:若你再次渡海前往亚洲,那里的戏剧同样不可胜数。因为萨摩斯岛即刻展现眼前,有波吕克拉忒斯的惨祸及其女儿远至波斯的流浪;还有更为古老的过往:坦塔罗斯的多嘴饶舌、诸神在他席上的盛筵、珀罗普斯被切成碎肉及其象牙肩膀。
Λυκῖνος καὶ ἐν Ἰταλίᾳ δὲ ὁ Ἠριδανὸς καὶ Φαέθων καὶ αἴγειροι ἀδελφαὶ θρηνοῦσαι καὶ ἤλεκτρον δακρύουσαι.
吕基诺斯:在意大利则有埃里达诺斯河、法厄同,以及哀悼痛哭、滴下琥珀泪水的白杨姐妹。
Λυκῖνος εἴσεται δὲ ὁ τοιοῦτος καὶ τὰς Ἑσπερίδας καὶ τὸν φρουρὸν τῆς χρυσῆς ὀπώρας δράκοντα καὶ τὸν Ἄτλαντος μόχθον καὶ τὸν Γηρυόνην καὶ τὴν ἐξ Ἐρυθείας ἔλασιν τῶν βοῶν.
吕基诺斯:这样的一位舞者还将知晓赫斯珀里得斯姊妹、守卫金苹果的巨龙、阿特拉斯的苦役、革律翁,以及从厄律提亚驱赶牛群之事。
Λυκῖνος οὐκ ἀγνοήσει δὲ καὶ τὰς μυθικὰς μεταμορφώσεις ἁπάσας, ὅσοι εἰς δένδρα ἢ θηρία ἢ ὄρνεα ἠλλάγησαν καὶ ὅσαι ἐκ γυναικῶν ἄνδρες ἐγένοντο, τὸν Καινέα λέγω καὶ τὸν Τειρεσίαν καὶ τοὺς τοιούτους.
吕基诺斯:对于所有的神话变形,他也不会不知晓:凡是化为树木、走兽或禽鸟的人,以及凡是从女子变成男儿的人——我指的是凯纽斯、忒瑞西阿斯及类似人物。
Λυκῖνος καὶ ἐν Φοινίκῃ δὲ Μύρραν καὶ τὸ Ἀσσύριον ἐκεῖνο πένθος μεριζόμενον,3 καὶ ταῦτα εἴσεται, καὶ τὰ νεώτερα δὲ ὅσα μετὰ τὴν Μακεδόνων ἀρχὴν ἐτολμήθη ὑπό τε Ἀντιπάτρου καὶ παρὰ Σελεύκῳ ἐπὶ τῷ Στρατονίκης ἔρωτι.4
吕基诺斯:在腓尼基他将知晓密耳拉以及共同分担的那场亚述式哀悼,他将知晓这些;此外还有在马其顿统治之后铤而走险发生的较近史事,包括安提帕特所为之事,以及在塞琉古宫廷中因爱慕斯特拉托妮刻而发生的诸事。
- 46νομιστέον γὰρ τῇ Σπαρτιατικῇ ἱστορίᾳ καὶ τὴν Ἰλιακὴν συνῆφθαι
由动形词 νομιστέον 构成的无人称结构,意为“必须认为”。宾格短语 τὴν Ἰλιακήν (省略 ἱστορίαν) 作完成时被动态不定词 συνῆφθαι 的逻辑主语,而与格 τῇ Σπαρτιατικῇ ἱστορίᾳ 则表示所联结的对象(关联/伴随与格)。
- 50ἐφʼ ᾗ τὴν ἐν Οἴτῃ πυράν
在介词短语 ἐφʼ ᾗ 中,关系代词 ᾗ 的先行词为紧邻的阴性名词 ζηλοτυπίαν(嫉妒)。ἐπί 接与格表示起因或随之发生的结果(“因这种嫉妒 / 随后而起的是”),句末承前省略了如 καταλαμβάνει(涵盖)之类的谓语动词。
- 58τὸ Ἀσσύριον ἐκεῖνο πένθος μεριζόμενον
中性名词 πένθος 由现在时中被动态分词 μεριζόμενον 修饰。此处指阿多尼斯祭典中“举国共同分担的 / 各地分担举行的”哀悼仪式,可理解为被动或中动态意义。
- 58παρὰ Σελεύκῳ ἐπὶ τῷ Στρατονίκης ἔρωτι
介词短语 παρὰ Σελεύκῳ(在塞琉古宫中)与 ἐπὶ τῷ Στρατονίκης ἔρωτι(因对斯特拉托妮刻的爱恋)共同修饰动词 ἐτολμήθη(被敢行),所指为塞琉古一世将妻子斯特拉托妮刻让给相思成疾的儿子安条克一世的著名轶事。
