← 琉善

论舞蹈

§1-4

克拉托与吕基诺斯关于舞蹈价值的争论

克拉托严厉指责吕基诺斯沉迷于柔靡的舞蹈表演而忘却哲学,吕基诺斯则反驳称舞蹈使人更加明智并洞察生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Λυκῖνος ἐπεὶ τοίνυν, ὦ Κράτων, δεινήν τινα ταύτην κατηγορίαν ἐκ πολλοῦ, οἶμαι, παρεσκευασμένος κατηγόρηκας ὀρχήσεών τε καὶ αὐτῆς ὀρχηστικῆς, καὶ προσέτι ἡμῶν γε τῶν χαιρόντων τῇ τοιαύτῃ θέᾳ ὡς ἐπὶ φαύλῳ καὶ γυναικείῳ πράγματι μεγάλην σπουδὴν ποιουμένων, ἄκουσον ὅσον τοῦ ὀρθοῦ διημάρτηκας καὶ ὡς λέληθας σεαυτὸν τοῦ μεγίστου τῶν ἐν τῷ βίῳ ἀγαθῶν κατηγορῶν. καὶ συγγνώμη σοι εἰ ἐξ ἀρχῆς βίῳ αὐχμηρῷ συζῶν καὶ μόνον τὸ σκληρὸν ἀγαθὸν ἡγούμενος ὑπʼ ἀπειρίας αὐτῶν κατηγορίας ἄξια εἶναι νενόμικας.

吕基诺斯:那么,克拉托啊,既然你针对舞蹈及这门技艺本身,又针对我们这些乐于观看此类表演、被指责为在卑劣而女性化的事物上倾注极大热忱的人,提出了这番想必准备已久的严厉指控,你就听听你错得有多深,以及你如何在不知不觉中竟在指责人生中最大的善事吧。不过这也怪不得你,假若你自始至终生活在鄙俗单调之中,以为唯有严酷之物才是善,因毫无经验便认定它们值得受指责。

§2

Κράτων ἀνὴρ δὲ τίς ὢν ὅλως,1 καὶ ταῦτα παιδείᾳ σύντροφος καὶ φιλοσοφίᾳ τὰ μέτρια ὡμιληκώς, ἀφέμενος, ὦ Λυκῖνε, τοῦ περὶ τὰ βελτίω σπουδάζειν καὶ τοῖς παλαιοῖς συνεῖναι κάθηται καταυλούμενος, θηλυδρίαν ἄνθρωπον ὁρῶν ἐσθῆσι μαλακαῖς καὶ ᾄσμασιν ἀκολάστοις ἐναβρυνόμενον καὶ μιμούμενον ἐρωτικὰ γύναια, τῶν πάλαι τὰς μαχλοτάτας, Φαίδρας καὶ Παρθενόπας καὶ Ῥοδόπας τινάς, καὶ ταῦτα πάντα ὑπὸ κρούμασιν καὶ τερετίσμασι καὶ ποδῶν κτύπῳ, καταγέλαστα ὡς ἀληθῶς πράγματα καὶ ἥκιστα ἐλευθέρῳ ἀνδρὶ καὶ οἵῳ σοὶ πρέποντα; ὥστε ἔγωγε πυθόμενος ὡς ἐπὶ τοιαύτῃ θέᾳ σχολάζοις, οὐκ ᾐδέσθην μόνον ὑπὲρ σοῦ ἀλλὰ καὶ ἠνιάθην εἰ Πλάτωνος καὶ Χρυσίππου καὶ Ἀριστοτέλους ἐκλαθόμενος κάθησαι τὸ ὅμοιον πεπονθὼς τοῖς τὰ ὦτα πτερῷ κνωμένοις,2 καὶ ταῦτα μυρίων ἄλλων ὄντων ἀκουσμάτων καὶ θεαμάτων σπουδαίων, εἰ τούτων τις δέοιτο, τῶν κυκλίων αὐλητῶν καὶ τῶν κιθάρᾳ τὰ ἔννομα προσᾳδόντων, καὶ μάλιστα τῆς σεμνῆς τραγῳδίας καὶ τῆς φαιδροτάτης κωμῳδίας, ἅπερ καὶ ἐναγώνια εἶναι ἠξίωται.

克拉托:究竟怎样的男子汉,尤其是受过教养熏陶、对哲学亦有适度涉猎的人,竟会放弃对更崇高事物的钻研以及与古人的相伴,吕基诺斯啊,坐着任由笛声灌耳,看着一个柔靡的男人以柔软的衣着和放荡的歌声炫弄自得,并模仿着那些热恋中的妇人——往昔最淫荡的女子,某些淮德拉、帕耳忒诺佩和洛多庇斯之流——这一切还伴随着乐器的敲击、轻佻的调子与顿足的节拍,这些委实可笑、最不合乎自由人且最不合乎你这样的人的事物?因此,我一听说你消遣于此类表演,不仅替你感到羞耻,更为你竟忘却柏拉图、克律西波斯和亚里士多德,坐着如同那些被羽毛搔着耳朵的人一样而痛心疾首;况且,如果有人需要此类消遣,本有无数其他严肃的视听之娱可供选择——环舞管乐手、依琴声歌唱传统调式的人,尤其是庄严的悲剧和最欢愉的喜剧,它们甚至是公认有资格进入赛会的竞技项目。

§3

Κράτων πολλῆς οὖν, ὦ γενναῖε, τῆς ἀπολογίας σοι δεήσει πρὸς τοὺς πεπαιδευμένους, εἰ βούλει μὴ παντάπασιν ἐκκεκρίσθαι καὶ τῆς τῶν σπουδαίων ἀγέλης ἐξεληλάσθαι. καίτοι τό γε ἄμεινον ἐκεῖνό ἐστιν, οἶμαι, ἀρνήσει τὸ πᾶν ἰάσασθαι καὶ μηδὲ τὴν ἀρχὴν ὁμολογεῖν τι τοιοῦτον παρανενομῆσθαί σοι. πρὸς δʼ οὖν τοὐπιὸν ὅρα ὅπως μὴ λάθῃς ἡμῖν ἐξ ἀνδρὸς τοῦ πάλαι Λυδή τις ἢ Βάκχη γενόμενος, ὅπερ οὐ σὸν ἂν ἔγκλημα εἴη μόνον, ἀλλὰ καὶ ἡμῶν, εἰ μή σε κατὰ τὸν Ὀδυσσέα τοῦ λωτοῦ ἀποσπάσαντες ἐπὶ τὰς συνήθεις διατριβὰς ἐπανάξομεν πρὶν λάθῃς τελέως ὑπὸ τῶν ἐν τῷ θεάτρῳ Σειρήνων κατεσχημένος. καίτοι ἐκεῖναι μὲν τοῖς ὠσὶν μόνοις ἐπεβούλευον καὶ διὰ τοῦτο κηροῦ ἐδέησεν πρὸς τὸν παράπλουν αὐτῶν· σὺ δὲ καὶ διʼ ὀφθαλμῶν ἔοικας ὅλος δεδουλῶσθαι.

克拉托:因此,尊贵的朋友啊,如果你不想彻底被受过教育的人抛弃、被逐出严肃者的行列,你就需要向他们作出长篇的申辩。然而我想,更好的办法莫过于全盘否认以化解此事,从一开始就绝不承认自己犯下过此等违规之事。无论如何,今后你务必当心,切莫在我们不知不觉中由昔日的男子汉沦为某个吕底亚女子或巴克科斯狂女;这不仅是你一人的耻辱,也是我们的过错,如果我们不能仿效奥德修斯将你从忘忧果旁拉开,在你不知不觉间被剧场里的塞壬完全俘获之前,将你带回往日的研习中去。况且,那些塞壬当初图谋的仅仅是耳朵,因此航行经过她们时只需涂蜡;而你似乎还通过双眼整个人都沦为了奴隶。

§4

Λυκῖνος παπαῖ, ὦ Κράτων, ὡς κάρχαρόν τινα ἔλυσας ἐφʼ ἡμᾶς τὸν σαυτοῦ κύνα. πλὴν τό γε παράδειγμα, τὴν τῶν Λωτοφάγων καὶ Σειρήνων εἰκόνα, πάνυ ἀνομοιοτάτην μοι δοκεῖς εἰρηκέναι ὧν πέπονθα, παρʼ ὅσον3 τοῖς μὲν τοῦ λωτοῦ γευσαμένοις καὶ τῶν Σειρήνων ἀκούσασιν ὄλεθρος ἦν τῆς τε ἐδωδῆς καὶ τῆς ἀκροάσεως τοὐπιτίμιον, ἐμοὶ δὲ πρὸς τῷ τὴν ἡδονὴν παρὰ πολὺ ἡδίω πεφυκέναι4 καὶ τὸ τέλος ἀγαθὸν ἀποβέβηκεν· οὐ γὰρ εἰς λήθην τῶν οἴκοι οὐδʼ εἰς ἀγνωσίαν τῶν κατʼ ἐμαυτὸν περιίσταμαι, ἀλλʼ εἰ χρὴ μηδὲν ὀκνήσαντα εἰπεῖν, μακρῷ πινυτώτερος καὶ τῶν ἐν τῷ βίῳ διορατικώτερος ἐκ τοῦ θεάτρου σοι ἐπανελήλυθα. μᾶλλον δέ, τὸ τοῦ Ὁμήρου αὐτὸ εἰπεῖν καλόν, ὅτι ὁ τοῦτο ἰδὼν τὸ θέαμα τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. Κράτων Ἡράκλεις, ὦ Λυκῖνε, οἷα πέπονθας, ὃς οὐδʼ αἰσχύνῃ ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικας. τὸ γοῦν δεινότατον τοῦτό ἐστιν, ὅτι μηδὲ ἰάσεώς τινα ἡμῖν ὑποφαίνεις ἐλπίδα, ἐπαινεῖν τολμῶν τὰ οὕτως αἰσχρὰ καὶ κατάπτυστα.

吕基诺斯:哎呀,克拉托,你竟放出了自己这么一条凶恶的恶犬来扑向我们!不过,依我看,你所举的例证,即关于食莲人与塞壬的比喻,与我自身的遭遇完全不同。因为对于那些品尝过忘忧果、聆听过塞壬的人而言,毁灭乃是那进食与聆听的报应;然而对我来说,除了这快乐生来远为甜美之外,其结果亦证明是极好的。因为我既未陷入对家事的遗忘,亦未沦于对切身之事的无知;反而,若允许我毫不犹豫地直言,我从剧场回到你这里时,变得远为明智,对人生诸事亦远为洞察。更确切地说,正适宜引用荷马的原话,凡见过这表演的人: “心满意足地离去,并且懂得更多。” 克拉托:赫拉克勒斯啊,吕基诺斯,你竟落到了何等地步!你对此不仅毫无愧色,反而显得颇为自得。最可怕之处莫过于此:你竟敢称赞如此可耻、令人唾弃的事物,以至于连丝毫痊愈的希望都不曾展现给我们。

语法注4 条
  1. 2ἀνὴρ δὲ τίς ὢν ὅλως

    疑问代名词 τίς 与分词 ὢν 结合构成的修辞性反问,意为“究竟怎样的男子汉……竟会坐着(绝不该有这样的人)”。它构成了统辖第三人称单数主述动词 κάθηται 的主语框架。

  2. 2τοῖς τὰ ὦτα πτερῷ κνωμένοις

    由 τὸ ὅμοιον πεπονθώς(落入与……相同的境地)所支配的与格短语。这是一个习惯性比喻,指那些沉溺于肤浅肉体刺激和轻佻感官快感的人,犹如耳朵被人用羽毛搔弄一般。

  3. 4παρʼ ὅσον

    意为“鉴于/就……而言”的连词性短语,用以引出前文 πάνυ ἀνομοιοτάτην(截然不同)的对比理由,并在其后设立了 τοῖς μὲν... 与 ἐμοὶ δὲ... 的并列对照结构。

  4. 4πρὸς τῷ τὴν ἡδονὴν παρὰ πολὺ ἡδίω πεφυκέναι

    介词 πρός 支配带冠词与格不定式构成的附加状语,表示“除了……之外”。不定式短语内部以 τὴν ἡδονήν 为逻辑主语,以比较级缩略形式 ἡδίω 作为谓语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:1-4