← 琉善

论舞蹈

§39-45

舞者必须熟知的希腊各地神话谱系

吕基诺斯列举了舞者必须掌握的神话知识,按地域与谱系依次罗列了丢卡利翁的洪水以及雅典、忒拜、科林斯、阿尔戈斯、斯巴达等地的主要神话传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

Λυκῖνος Δευκαλίωνα ἐπὶ τούτοις,1 καὶ τὴν μεγάλην ἐπʼ ἐκείνου τοῦ βίου ναυαγίαν, καὶ λάρνακα μίαν λείψανον τοῦ ἀνθρωπίνου γένους φυλάττουσαν, καὶ ἐκ λίθων ἀνθρώπους πάλιν. εἶτα Ἰάκχου σπαραγμὸν καὶ Ἥρας δόλον καὶ Σεμέλης κατάφλεξιν καὶ Διονύσου ἀμφοτέρας τὰς γονάς, καὶ ὅσα περὶ Ἀθηνᾶς καὶ ὅσα περὶ Ἡφαίστου καὶ Ἐριχθονίου, καὶ τὴν ἔριν τὴν περὶ τῆς Ἀττικῆς, καὶ Ἁλιρρόθιον καὶ τὴν πρώτην ἐν Ἀρείῳ πάγῳ κρίσιν, καὶ ὅλως τὴν Ἀττικὴν πᾶσαν μυθολογίαν·

吕基诺斯:在这些之外,他还应当知晓丢卡利翁,知晓在他那个时代人类生命的巨大沉沦,知晓保存了人类遗种的一具木箱,以及从石头中重新化出的人类;接着是伊阿科斯被撕成碎片、赫拉的诡计、塞墨勒被烈火焚死、狄奥尼修斯的两次降生、关于雅典娜的诸事、关于赫菲斯托斯和厄里克托尼俄斯的诸事、关于阿提卡归属的争端、哈利罗提俄斯以及在战神山举行的最初审判,总而言之,是阿提卡的全部神话传闻;吕基诺斯:

§40

Λυκῖνος ἐξαιρέτως δὲ τὴν Δήμητρος πλάνην καὶ Κόρης εὕρεσιν καὶ Κελεοῦ ξενίαν καὶ Τριπτολέμου γεωργίαν καὶ Ἰκαρίου ἀμπελουργίαν καὶ τὴν Ἠριγόνης συμφοράν, καὶ ὅσα περὶ Βορέου καὶ ὅσα περὶ Ὠρειθυίας καὶ Θησέως καὶ Αἰγέως. ἔτι δὲ τὴν Μηδείας ὑποδοχὴν καὶ αὖθις ἐς Πέρσας φυγὴν καὶ τὰς Ἐρεχθέως θυγατέρας καὶ τὰς Πανδίονος, ἅ τε ἐν Θρᾴκῃ ἔπαθον καὶ ἔπραξαν. εἶτα ὁ Ἀκάμας καὶ ἡ Φυλλὶς2 καὶ ἡ προτέρα δὲ τῆς Ἑλένης ἁρπαγὴ καὶ ἡ στρατεία τῶν Διοσκούρων ἐπὶ τὴν πόλιν καὶ τὸ Ἱππολύτου πάθος καὶ Ἡρακλειδῶν κάθοδος· Ἀττικὰ γὰρ καὶ ταῦτα εἰκότως ἂν νομίζοιτο. ταῦτα μὲν τὰ Ἀθηναίων ὀλίγα πάνυ δείγματος ἕνεκα ἐκ πολλῶν τῶν παραλελειμμένων διῆλθον.

尤其要知晓德墨忒尔的流浪、科瑞的寻获、刻勒俄斯的款待、特里普托勒摩斯开创的农耕、伊卡里俄斯的葡萄栽培、厄里戈涅的灾殃,以及关于玻瑞阿斯的诸事,关于俄瑞提亚、忒修斯和埃勾斯的诸事;此外还有对美狄亚的接纳以及她再度逃往波斯,厄瑞克透斯的诸位女儿与潘狄翁的诸位女儿,以及她们在色雷斯的遭遇和作为;接着是阿卡玛斯与菲莉丝、海伦最初遭到的劫持、狄奥斯库洛伊兄弟对城邦的进军、希波吕托斯的苦难以及赫拉克勒斯后裔的归乡——因为这些事按常理也可以被视为阿提卡的故事。关于雅典人的这些事,在大量被略去的篇章中,我仅仅是为了举例而列举了极少的一部分。

§41

Λυκῖνος ἑξῆς δὲ τὰ Μέγαρα καὶ Νῖσος καὶ Σκύλλα καὶ πορφυροῦς πλόκαμος καὶ Μίνωος πόρος καὶ περὶ τὴν εὐεργέτιν ἀχαριστία. οἷς ἑξῆς ὁ Κιθαιρὼν καὶ τὰ Θηβαίων καὶ Λαβδακιδῶν πάθη καὶ Κάδμου ἐπιδημία καὶ βοὸς ὄκλασις καὶ ὄφεως ὀδόντες καὶ Σπαρτῶν ἀνάδοσις καὶ αὖθις τοῦ Κάδμου εἰς δράκοντα μεταβολὴ καὶ πρὸς λύραν τείχισις καὶ μανία τοῦ τειχοποιοῦ καὶ τῆς γυναικὸς αὐτοῦ τῆς Νιόβης ἡ μεγαλαυχία καὶ ἡ ἐπὶ τῷ πένθει σιγὴ καὶ τὰ Πενθέως καὶ Ἀκταίωνος καὶ τὰ Οἰδίποδος καὶ Ἡρακλῆς σὺν τοῖς ἄθλοις αὐτοῦ ἅπασιν καὶ ἡ τῶν παίδων σφαγή.

吕基诺斯:接下来是墨加拉的故事:尼索斯、斯库拉、紫色的发绺、弥诺斯的航程以及对女恩人的背信弃义。接续其后的是基泰戎山、忒拜人与拉布达科斯后裔的种种苦难、卡德摩斯的移居、母牛的下跪卧伏、毒蛇的牙齿、地生人的涌现,以及卡德摩斯再度化身为巨蟒、伴随竖琴之声的筑墙、筑墙者的发狂、他的妻子尼俄伯的骄横自大及其沉痛悲哀中的沉默、彭透斯与阿克泰翁的故事、俄狄浦斯的故事,以及赫拉克勒斯连同其全部劳绩和对亲生骨肉的屠戮。

§42

Λυκῖνος εἶθʼ ἡ Κόρινθος πλέα καὶ αὕτη μύθων, τὴν Γλαύκην καὶ τὸν Κρέοντα ἔχουσα, καὶ πρὸ αὐτῶν τὸν Βελλεροφόντην καὶ τὴν Σθενέβοιαν καὶ Ἡλίου μάχην καὶ Ποσειδῶνος, καὶ μετὰ ταῦτα τὴν Ἀθάμαντος μανίαν καὶ τῶν Νεφέλης παίδων ἐπὶ τοῦ κριοῦ τὴν διαέριον φυγήν, Ἰνοῦς καὶ Μελικέρτου ὑποδοχήν.

吕基诺斯:接着科林斯本身也充满了神话,包含着格劳刻和克瑞翁,而在他们之前则有柏勒洛丰、斯忒诺玻亚,以及赫利俄斯与波塞冬的争斗;在这之后则是阿塔玛斯的发狂、涅斐勒的子女骑在公羊上的空中飞逃,以及对伊诺与墨利客耳忒斯的接纳。

§43

Λυκῖνος ἐπὶ τούτοις τὰ Πελοπιδῶν καὶ Μυκῆναι καὶ τὰ ἐν αὐταῖς καὶ πρὸ αὐτῶν, Ἴναχος καὶ Ἰὼ καὶ ὁ φρουρὸς αὐτῆς Ἄργος καὶ Ἀτρεὺς καὶ Θυέστης καὶ Ἀερόπη, καὶ τὸ χρυσοῦν ἀρνίον καὶ Πελοπείας γάμος καὶ Ἀγαμέμνονος σφαγὴ καὶ Κλυταιμήστρας τιμωρία· καὶ ἔτι πρὸ τούτων ἡ τῶν ἑπτὰ λοχαγῶν στρατεία καὶ ἡ τῶν φυγάδων γαμβρῶν τοῦ Ἀδράστου ὑποδοχὴ καὶ ὁ ἐπʼ αὐτοῖς χρησμὸς καὶ ἡ τῶν πεσόντων ἀταφία καὶ Ἀντιγόνης διὰ ταῦτα καὶ Μενοικέως ἀπώλεια.

吕基诺斯:在这些之上还有珀罗普斯后裔与迈锡尼的诸事,以及在城内发生的和在城建之前的事:伊纳科斯、伊俄及其看守者阿尔戈斯、阿特柔斯、堤厄斯忒斯、埃洛珀、金羊、珀罗皮亚的婚配、阿伽门农的遇刺以及克吕泰涅斯特拉所受的惩罚;而在这些之前还有七将的远征、阿德剌斯托斯对流亡女婿的接纳、针对他们做出的神谕、阵亡者不得安葬的惨祸,以及因此招致的安提戈涅的毁灭和墨诺伊客欧斯的陨落。

§44

Λυκῖνος καὶ τὰ ἐν Νεμέᾳ δέ, ἡ Ὑψιπύλη καὶ Ἀρχέμορος, ἀναγκαιότατα τῷ ὀρχηστῇ μνημονεύματα. καὶ πρὸ αὐτῶν εἴσεται τὴν Δανάης παρθένευσιν καὶ Περσέως γένεσιν καὶ τὸν ἐπὶ τὰς Γοργόνας ἆθλον αὐτῷ προῃρημένον, ᾧ οἰκεία καὶ ἡ Αἰθιοπικὴ διήγησις,3 Κασσιέπεια καὶ Ἀνδρομέδα καὶ Κηφεύς, οὓς καὶ ἄστροις ἐγκατέλεξεν ἡ τῶν μετὰ ταῦτα πίστις. κἀκεῖνα δὲ τὰ ἀρχαῖα τὰ Αἰγύπτου καὶ Δαναοῦ εἴσεται καὶ τὴν ἐπιθαλάμιον ἐπιβουλήν.

吕基诺斯:此外涅墨亚的诸事——许普西皮勒与阿尔刻摩罗斯——也是舞者最为必需的记忆内容。而在它们之前,他将通晓达那厄的深闺禁闭、珀尔修斯的诞生,以及他主动承担的前往讨伐戈耳工诸妖的苦差;与之相联系的还有埃塞俄比亚的故事——卡西厄佩亚、安德洛墨达和刻甫斯,后世之人的信奉甚至将他们列入了群星之中。他还将通晓埃古普托斯与达那俄斯那些古老的过往,以及新房中的阴谋。

§45

Λυκῖνος οὐκ ὀλίγα δὲ καὶ ἡ Λακεδαίμων τοιαῦτα παρέχεται, τὸν Ὑάκινθον καὶ τὸν τοῦ Ἀπόλλωνος ἀντεραστὴν Ζέφυρον καὶ τὴν ὑπὸ τῷ δίσκῳ τοῦ μειρακίου σφαγὴν καὶ τὸ ἐκ τοῦ αἵματος ἄνθος καὶ τὴν ἐν αὐτῷ αἰάζουσαν ἐπιγραφήν, καὶ τὴν Τυνδάρεω ἀνάστασιν καὶ τὴν Διὸς ἐπὶ τούτῳ κατʼ Ἀσκληπιοῦ ὀργήν· ἔτι δὲ καὶ τὸν Πάριδος ξενισμὸν καὶ τὴν Ἑλένης ἁρπαγὴν μετὰ τὴν ἐπὶ τῷ μήλῳ κρίσιν.

吕基诺斯:拉刻代蒙也提供了不少此类题材:雅辛托斯、阿波罗的情敌西风神仄费洛斯、少年在铁饼下的横死、从鲜血中生长出的花朵及其上哀叹的铭文、堤达瑞俄斯的复活以及宙斯为此对阿斯克勒庇俄斯降下的震怒;此外还有款待帕里斯,以及在金苹果判决之后对海伦的劫夺。

语法注3 条
  1. 39Δευκαλίωνα ἐπὶ τούτοις

    句首的宾格短语承接上一段结尾处的动词 ἴστω(或 εἰδέναι χρή)充当直接宾语。其后相继出现的 καὶ τὴν μεγάλην... ναυαγίαν 与 καὶ λάρνακα μίαν... 等宾格名词短语亦均与之并列,同受该动词支配。

  2. 40εἶτα ὁ Ἀκάμας καὶ ἡ Φυλλὶς

    此处的句式由前文一直沿用的宾格罗列转换为通报性主格(标题主格),形成一种破格结构(anacoluthon)。这预先呼应了后文解释从句 Ἀττικὰ γὰρ καὶ ταῦτα εἰκότως ἂν νομίζοιτο(“因为这些事按常理也可以被视为阿提卡的故事”)的主语。

  3. 44ᾧ οἰκεία καὶ ἡ Αἰθιοπικὴ διήγησις

    与格关系代词 ᾧ 指向前文的先行词 τὸν ἐπὶ τὰς Γοργόνας ἆθλον(讨伐戈耳工的艰巨功业),充当关涉与格。它与表语形容词 οἰκεία(主格阴性单数)搭配,意为“与之相联系/相亲缘的(叙事)”,此处省略了系动词 ἐστί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:39-45