← 琉善

论舞蹈

§34-38

现代舞蹈的完备与舞者应有的修养

吕基诺斯申明自己的目的并非罗列古代各种杂乱的舞蹈,而是称颂自奥古斯都时代达到顶峰的现代舞蹈,随后阐述了一名优秀的舞者所需具备的广博学识、艺术素养,以及从天地开辟直至克利奥帕特拉时期的浩瀚历史神话记忆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34

Λυκῖνος ἔπειτα δὲ κἀκεῖνό σε ἀξιῶ ἐννοεῖν καὶ μεμνῆσθαι, ὅτι μοι νῦν οὐ πᾶσαν ὄρχησιν πρόκειται γενεαλογεῖν, οὐδὲ τοῦτον τὸν σκοπὸν ὑπεστησάμην τῷ λόγῳ, ὀρχήσεων ὀνόματα καταριθμήσασθαι, πλὴν ὅσων ἐν ἀρχῇ ὀλίγων ἐπεμνήσθην τὰς γενικωτέρας αὐτῶν προχειρισάμενος· ἀλλὰ τό γε ἐν τῷ παρόντι μοι κεφάλαιον τοῦ λόγου τοῦτό ἐστιν, τὴν νῦν ὄρχησιν καθεστῶσαν ἐπαινέσαι καὶ δεῖξαι ὅσα ἐν αὑτῇ τερπνὰ καὶ χρήσιμα περιλαβοῦσα ἔχει, οὐ πάλαι ἀρξαμένη ἐς τοσοῦτο κάλλος ἐπιδιδόναι,1 ἀλλὰ κατὰ τὸν Σεβαστὸν μάλιστα. αἱ μὲν γὰρ πρῶται ἐκεῖναι ὥσπερ τινὲς ῥίζαι καὶ θεμέλιοι τῆς ὀρχήσεως ἦσαν, τὸ δὲ ἄνθος αὐτῆς καὶ τὸν τελεώτατον καρπόν, ὅσπερ νῦν μάλιστα ἐς τὸ ἀκρότατον ἀποτετέλεσται, τοῦτον οὖν ὁ ἡμέτερος λόγος διεξέρχεται,2 παρεὶς τὸ θερμαυστρίζειν καὶ γέρανον ὀρχεῖσθαι καὶ τὰ ἄλλα ὡς μηδὲν τῇ νῦν ταύτῃ ἔτι προσήκοντα. οὐδὲ γὰρ ἐκεῖνο τὸ Φρύγιον τῆς ὀρχήσεως εἶδος, τὸ παροίνιον καὶ συμποτικόν, μετὰ μέθης γιγνόμενον ἀγροίκων πολλάκις πρὸς αὔλημα γυναικεῖον ὀρχουμένων σφοδρὰ καὶ καματηρὰ πηδήματα, καὶ νῦν ἔτι ταῖς ἀγροικίαις ἐπιπολάζοντα, ὑπʼ ἀγνοίας παρέλιπον, ἀλλʼ ὅτι μηδὲν ταῦτα τῇ νῦν ὀρχήσει κοινωνεῖ. καὶ γὰρ ὁ Πλάτων ἐν τοῖς Νόμοις τὰ μέν τινα εἴδη ἐπαινεῖ ταύτης, τὰ δὲ πάνυ ἀπαξιοῖ, διαιρῶν αὐτὰ ἔς τε τὸ τερπνὸν καὶ τὸ χρήσιμον καὶ ἀπελαύνων αὐτῶν τὰ ἀσχημονέστερα, προτιμῶν δὲ καὶ θαυμάζων θάτερα.

吕基诺斯:接下来,我也希望你能考虑并牢记这一点:我现在并非旨在为所有的舞蹈追根溯源,也未曾将此设定为本篇演说的目标——即去逐一罗列种种舞蹈的名称,除了我在开头挑选出其中较为概括的少数几种加以提及之外。相反,我目前演说的主旨乃是:称颂如今业已确立的现代舞蹈,并展现它自身所包容的种种令人愉悦且有益的事物。这种舞蹈开始发展到如此优美的境地并非很久以前的事,而主要是在奥古斯都时代。 因为古代那些最初的形式好比是舞蹈的根基与基石,而我们的演说所详加探讨的,正是舞蹈的花朵与最成熟的果实,这果实如今恰好已达到了最完满的顶峰;至于跳钳子舞、鹤舞之类,则因其与如今这种舞蹈再无相干而被我们略去不提。同样,我也绝非由于无知才略去了弗里吉亚式的舞蹈种类——那种伴随醉酒的狂饮之舞,通常由乡野之人在女乐工的笛声中跳出剧烈而劳累的跃动,且至今仍在乡间盛行;我略去它,乃是因为这些与当下的舞蹈毫无共同之处。事实上,柏拉图在《法律篇》中也曾对舞蹈的某些类别予以赞赏,而对另一些则断然屏弃,他将其区分为令人愉悦的和有益的,驱逐其中较不雅观者,而推崇并赞叹另一部分。

§35

Λυκῖνος καὶ περὶ μὲν αὐτῆς ὀρχήσεως τοσαῦτα· τὸ γὰρ πάντα ἐπεξιόντα μηκύνειν τὸν λόγον ἀπειρόκαλον. ἃ δὲ τὸν ὀρχηστὴν αὐτὸν ἔχειν χρὴ καὶ ὅπως δεῖ ἠσκῆσθαι καὶ ἃ μεμαθηκέναι καὶ οἷς κρατύνειν τὸ ἔργον, ἤδη σοι δίειμι, ὡς μάθῃς οὐ τῶν ῥᾳδίων καὶ τῶν εὐμεταχειρίστων οὖσαν τὴν τέχνην, ἀλλὰ πάσης παιδεύσεως ἐς τὸ ἀκρότατον ἀφικνουμένην, οὐ μουσικῆς μόνον ἀλλὰ καὶ ῥυθμικῆς καὶ μετρικῆς, καὶ τῆς σῆς φιλοσοφίας μάλιστα, τῆς τε φυσικῆς καὶ τῆς ἠθικῆς· τὴν γὰρ διαλεκτικὴν αὐτῆς περιεργίαν ἄκαιρον αὑτῇ νενόμικεν. οὐ μὴν οὐδὲ ῥητορικῆς ἀφέστηκεν, ἀλλὰ καὶ ταύτης μετέχει, καθʼ ὅσον ἤθους τε καὶ πάθους ἐπιδεικτική ἐστιν, ὧν καὶ οἱ ῥήτορες γλίχονται. οὐκ ἀπήλλακται δὲ καὶ γραφικῆς καὶ πλαστικῆς, ἀλλὰ καὶ τὴν ἐν ταύταις εὐρυθμίαν μάλιστα μιμουμένη φαίνεται, ὡς μηδὲν ἀμείνω μήτε Φειδίαν αὐτῆς μήτε Ἀπελλῆν εἶναι δοκεῖν.

吕基诺斯:关于舞蹈本身就谈这么多;因为穷尽所有细节以致拉长篇幅是毫无雅趣的。至于舞者本人应当具备何种素质、应当如何受训、必须学通哪些学问,以及凭借什么来巩固自己的技艺,我现在便一一向你道来,好让你知晓:这门艺术绝非轻而易举或信手拈来之事,而是达到了所有教育教养的顶峰——不仅包含音乐,而且包含节奏学与格律学,尤其包含你的哲学,无论是自然哲学还是伦理哲学;因为舞蹈认为哲学在辩证法上的刨根究底对自己而言是不合时宜的。它也绝不远离修辞学,反而在展示人物性格与激情的层面上分享了修辞学,而这性格与激情也正是演说家们孜孜以求的。它同样未脱离绘画与雕塑,反而显得格外模仿了这两者中所具有的优美韵律,以至于无论菲狄亚斯还是阿佩莱斯看来都不比它更为高明。

§36

Λυκῖνος πρὸ πάντων δὲ Μνημοσύνην καὶ τὴν θυγατέρα αὐτῆς Πολύμνιαν ἵλεων ἔχειν αὐτῇ πρόκειται, καὶ μεμνῆσθαι πειρᾶται ἁπάντων. κατὰ γάρ τοι τὸν Ὁμηρικὸν Κάλχαντα τὸν ὀρχηστὴν εἰδέναι χρὴ τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, ὡς μηδὲν αὐτὸν διαλανθάνειν, ἀλλʼ εἶναι πρόχειρον τὴν μνήμην αὐτῶν. καὶ τὸ μὲν κεφάλαιον τῆς ὑποσχέσεως, μιμητική τίς ἐστιν ἐπιστήμη καὶ δεικτικὴ καὶ τῶν ἐννοηθέντων ἐξαγορευτικὴ καὶ τῶν ἀφανῶν σαφηνιστική, καὶ ὅπερ ὁ Θουκυδίδης περὶ τοῦ Περικλέους ἔφη ἐπαινῶν τὸν ἄνδρα, τοῦτο καὶ τὸ τοῦ ὀρχηστοῦ ἀκρότατον ἂν ἐγκώμιον εἴη, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι αὐτά·3 ἑρμηνείαν δὲ νῦν τὴν σαφήνειαν τῶν σχημάτων λέγω. ἡ δὲ πᾶσα τῷ ἔργῳ χορηγία ἡ παλαιὰ ἱστορία ἐστίν, ὡς προεῖπον, καὶ ἡ πρόχειρος αὐτῆς μνήμη τε καὶ μετʼ εὐπρεπείας ἐπίδειξις·

吕基诺斯:在这一切之上,〔舞蹈〕最要紧的任务是使记忆女神墨涅摩绪涅及其女儿波吕许谟尼亚对自己心怀眷顾,并竭力铭记一切。因为正如荷马笔下的卡尔卡斯一样,舞者必须知晓: “现在之事、未来之事与以往之事”,以便没有任何事情能逃过他的注意,相反这些记忆随时了然于胸。而其承诺的要旨,乃是一种通过模仿与示范来传达思虑所得、阐明隐微之事的学问;正如修昔底德在赞美伯里克利时所言,那句话也同样构成了对舞者的至高颂词,即“既明察应做之事,又能阐明之”——而我在此所说的“阐明”,是指动作姿态的明晰性。而这项技艺的全部给养,正如我先前所言,正是古老悠久的历史,以及对这历史信手拈来的记忆和优雅得体的展现。

§37

Λυκῖνος ἀπὸ γὰρ χάους εὐθὺς καὶ τῆς πρώτης τοῦ κόσμου γενέσεως ἀρξάμενον χρὴ αὐτὸν ἅπαντα εἰδέναι ἄχρι τῶν κατὰ τὴν Κλεοπάτραν τὴν Αἰγυπτίαν. τούτῳ γὰρ τῷ διαστήματι περιωρίσθω ἡμῖν ἡ τοῦ ὀρχηστοῦ πολυμαθία καὶ τὰ διὰ μέσου μάλιστα ἴστω, Οὐρανοῦ τομήν, Ἀφροδίτης γονάς, Τιτάνων μάχην, Διὸς γένεσιν, Ῥέας ἀπάτην, λίθου ὑποβολήν, Κρόνου δεσμά, τὸν τῶν τριῶν ἀδελφῶν κλῆρον. Λυκῖνος εἶτα ἑξῆς Γιγάντων ἐπανάστασιν, πυρὸς κλοπήν, ἀνθρώπων πλάσιν, Προμηθέως κόλασιν, Ἔρωτος ἰσχὺν ἑκατέρου, καὶ μετὰ ταῦτα Δήλου πλάνην καὶ Λητοῦς ὠδῖνας καὶ Πύθωνος ἀναίρεσιν καὶ Τιτυοῦ ἐπιβουλὴν καὶ τὸ μέσον τῆς γῆς εὑρισκόμενον πτήσει τῶν ἀετῶν.

吕基诺斯:因为从混沌初开以及宇宙最初创生之时起,他必须知晓所有的事,直至埃及的克利奥帕特拉时代的种种变故。 就让我们把舞者的渊博学识界定在这一时段之内吧;他尤其应当通晓其间的诸事:乌拉诺斯被阉割、阿佛洛狄忒的诞生、泰坦之战、宙斯的降生、瑞亚的瞒骗、以石代子、克洛诺斯被捆缚、三兄弟抓阄分权;吕基诺斯:接着依次是巨人们的叛乱、盗取天火、造人、普罗米修斯的受罚、双重厄洛斯的力量;其后是提洛岛的漂泊、勒托的分娩之痛、诛杀皮同、堤堤俄斯的图谋,以及通过双鹰的飞翔寻得大地中心之所。

语法注3 条
  1. 34οὐ πάλαι ἀρξαμένη ἐς τοσοῦτο κάλλος ἐπιδιδόναι

    虽然在语法上该分词承接带宾格的动词不定式结构(τὴν νῦν ὄρχησιν... ἐπαινέσαι),严格说来应使用宾格分词(ἀρξαμένην),但此处却使用了主格阴性分词 ἀρξαμένη。这是依意构句的破格(anacoluthon),作者在心理上将讨论的主题(ἡ ὄρχησις)直接视为主格主语所致。

  2. 34τὸ δὲ ἄνθος αὐτῆς καὶ τὸν τελεώτατον καρπόν, ὅσπερ νῦν μάλιστα ἐς τὸ ἀκρότατον ἀποτετέλεσται, τοῦτον οὖν ὁ ἡμέτερος λόγος διεξέρχεται

    这是动词 διεξέρχεται 的宾语短语 τὸ δὲ ἄνθος... καὶ τὸν τελεώτατον καρπόν 被前置、在插入关系从句(ὅσπερ...)之后再由指示代词 τοῦτον 加以复指(resumption)的悬置宾格/倒置结构(hyperbaton)。这种手法避免了长修饰语造成的句式涣散,突出了对比焦点。

  3. 36γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι αὐτά

    此句直接引用了修昔底德《伯罗奔尼撒战争史》(2.60.5中伯里克利的自评)。在语法上,这两个并列的不定词 γνῶναί τε... καὶ ἑρμηνεῦσαι 作为同位语(解说性不定词),具体阐明了前文的指示代词 τοῦτο 及其表语名词(τὸ... ἐγκώμιον)的内涵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:34-38