← 琉善

论舞蹈

§26-33

与悲剧喜剧的对比及舞蹈的优越性

吕基诺斯指出悲剧与喜剧本身便包含舞蹈要素,将装扮怪诞且大吼大叫的悲剧演员与优雅且嘴唇闭合的舞者进行对比,阐明舞蹈题材之深奥与超越竞技的崇高地位,并解释了自己为何避免对各类古代舞蹈作冗长乏味的罗列。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

Λυκῖνος δοκεῖς δέ μοι, ὅταν κωμῳδίαν καὶ τραγῳδίαν ἐπαινῇς, ἐπιλελῆσθαι ὅτι καὶ ἐν ἑκατέρᾳ ἐκείνων ὀρχήσεως ἴδιόν τι εἶδός ἐστιν, οἷον τραγικὴ μὲν ἡ ἐμμέλεια, κωμῳδικὴ δὲ ὁ κόρδαξ, ἐνίοτε δὲ καὶ τρίτης, σικιννίδος, προσλαμβανομένης. ἐπεὶ δὲ ἐν ἀρχῇ καὶ προετίμησας τῆς ὀρχήσεως τὴν τραγῳδίαν καὶ κωμῳδίαν καὶ αὐλητὰς κυκλίους καὶ κιθαρῳδίαν, ἐναγώνια ταῦτα καὶ διὰ τοῦτο σεμνὰ προσειπών, φέρε νῦν ἀντεξετάσωμεν τῇ ὀρχήσει ἕκαστον αὐτῶν. καίτοι τὸν μὲν αὐλόν, εἰ δοκεῖ, καὶ τὴν κιθάραν παρῶμεν· μέρη γὰρ τῆς τοῦ ὀρχηστοῦ ὑπηρεσίας καὶ ταῦτα.

吕基诺斯:但在我看来,每当你赞美喜剧和悲剧时,你似乎忘记了在这两者之中也各有其特有的舞蹈种类,例如悲剧有恩墨勒亚舞,喜剧有科尔达克斯舞,有时还会引入第三种,即西金尼斯舞。然而,既然你起初将悲剧、喜剧、轮舞笛手和器乐弹唱置于舞蹈之上,称它们属于竞赛项目且因此庄严隆重,那么来吧,现在就让我们把它们逐一与舞蹈对照比较。不过,如果你同意的话,且让我们略过长笛和竖琴,因为这些同样也是舞者侍奉之职的组成部分。

§27

Λυκῖνος τὴν τραγῳδίαν δέ γε ἀπὸ τοῦ σχήματος πρώτου καταμάθωμεν οἵα ἐστίν, ὡς εἰδεχθὲς ἅμα καὶ φοβερὸν θέαμα εἰς μῆκος ἄρρυθμον ἠσκημένος ἄνθρωπος,1 ἐμβάταις ὑψηλοῖς ἐποχούμενος, πρόσωπον ὑπὲρ κεφαλῆς ἀνατεινόμενον ἐπικείμενος καὶ στόμα κεχηνὸς πάμμεγα ὡς καταπιόμενος τοὺς θεατάς. ἐῶ λέγειν προστερνίδια καὶ προγαστρίδια, προσθετὴν καὶ ἐπιτεχνητὴν παχύτητα προσποιούμενος, ὡς μὴ τοῦ μήκους ἡ ἀρρυθμία ἐν λεπτῷ μᾶλλον ἐλέγχοιτο· εἶτʼ ἔνδοθεν αὐτὸς κεκραγώς, ἑαυτὸν ἀνακλῶν καὶ κατακλῶν, ἐνίοτε καὶ περιᾴδων τὰ ἰαμβεῖα καί, τὸ δὴ αἴσχιστον, μελῳδῶν τὰς συμφοράς, καὶ μόνης τῆς φωνῆς ὑπεύθυνον παρέχων ἑαυτόν· τὰ γὰρ ἄλλα τοῖς ποιηταῖς ἐμέλησεν πρὸ πολλοῦ ποτε γενομένοις. καὶ μέχρι μὲν Ἀνδρομάχη τις ἢ Ἑκάβη ἐστίν, φορητὸς ἡ ᾠδή· ὅταν δὲ Ἡρακλῆς αὐτὸς εἰσελθὼν μονῳδῇ, ἐπιλαθόμενος αὑτοῦ καὶ μήτε τὴν λεοντῆν αἰδεσθεὶς μήτε τὸ ῥόπαλον ὃ περίκειται, σολοικίαν εὖ φρονῶν εἰκότως φαίη ἄν τις τὸ πρᾶγμα.2

吕基诺斯:首先让我们从外在形貌来看看悲剧是怎样的一种东西:一个被装扮得身材高大得不成比例的人,脚踩高底靴,戴着高耸于头顶之上的面具,张着一张血盆大口仿佛要把观众吞下去,这是多么丑陋而又可怕的景观啊!我且不提胸垫和腹垫,他借此伪造出一种附加的、人工的肥硕,以免身高的失调在单薄的躯体上暴露得更加明显;接着他从面具内里发出大叫,前后仰俯,有时甚至以咏叹的方式吟唱抑扬格诗句,而最可耻的是,他竟像唱曲般歌唱种种灾祸,并让自己仅仅对声音负责——因为其余一切都已由很久以前的诗人们处理好了。只要扮演的是安德洛玛刻或赫卡柏之流,那歌唱尚可容忍;但若赫拉克勒斯本人出场独自高歌,忘却了自己是谁,既不敬畏身上的狮皮,也不顾惜所佩的木槌,任何有理智的人都理所当然会称此举为荒谬失当。

§28

Λυκῖνος καὶ γὰρ αὖ ὅπερ ἐνεκάλεις τῇ ὀρχηστικῇ, τὸ ἄνδρας ὄντας μιμεῖσθαι γυναῖκας, κοινὸν τοῦτο καὶ τῆς τραγῳδίας καὶ τῆς κωμῳδίας ἔγκλημα ἂν εἴη· πλείους γοῦν ἐν αὐταῖς τῶν ἀνδρῶν αἱ γυναῖκες.

吕基诺斯:况且,你对舞蹈艺术所提出的责难——即以男儿之身模仿女子——也是悲剧和喜剧共同面临的指控;无论如何,在这些戏剧中女角通常比男角还要多。

§29

Λυκῖνος ἡ κωμῳδία δὲ καὶ τῶν προσώπων αὐτῶν τὸ καταγέλαστον μέρος τοῦ τερπνοῦ αὑτῇ νενόμικεν, οἷα Δάων καὶ Τιβείων καὶ μαγείρων πρόσωπα. τὸ δὲ τοῦ ὀρχηστοῦ σχῆμα ὡς μὲν κόσμιον καὶ εὐπρεπὲς οὐκ ἐμὲ χρὴ λέγειν, δῆλα γὰρ τοῖς μὴ τυφλοῖς ταῦτα· τὸ δὲ πρόσωπον αὐτὸ ὡς κάλλιστον καὶ τῷ ὑποκειμένῳ δράματι ἐοικός, οὐ κεχηνὸς δὲ ὡς ἐκεῖνα ἀλλὰ συμμεμυκός· ἔχει γὰρ πολλοὺς τοὺς ὑπὲρ αὐτοῦ βοῶντας.

吕基诺斯:而喜剧甚至将面具本身的滑稽可笑视为其愉悦性的一部分,例如达奥斯、提比奥斯和厨子的面具。 至于舞者的形貌是多么端庄合度与优雅得体,则无须由我多言,因为对于非盲目之人而言,这是显而易见的;其面具本身也极为优美,且与所演出的剧作契合,并不像那些悲剧面具那样大张着嘴,而是合拢着嘴唇;因为他有许多人在为他代劳发声高呼。

§30

Λυκῖνος πάλαι μὲν γὰρ αὐτοὶ καὶ ᾖδον καὶ ὠρχοῦντο· εἶτʼ ἐπειδὴ κινουμένων τὸ ἆσθμα τὴν ᾠδὴν ἐπετάραττεν, ἄμεινον ἔδοξεν ἄλλους αὐτοῖς ὑπᾴδειν.

吕基诺斯:在古时,舞者们确实既自己歌唱又自己跳舞;后来,由于舞动时的气喘打乱了歌唱,大家便认为由他人为他们伴唱更为适宜。

§31

Λυκῖνος αἱ δὲ ὑποθέσεις κοιναὶ ἀμφοτέροις, καὶ οὐδέν τι διακεκριμέναι τῶν τραγικῶν αἱ ὀρχηστικαί, πλὴν ὅτι ποικιλώτεραι αὗται καὶ πολυμαθέστεραι καὶ μυρίας μεταβολὰς ἔχουσαι.

吕基诺斯:至于剧目题材,两者完全通用,舞蹈的题材与悲剧并无二致,只不过舞蹈的题材更为丰富多彩、更见博学,且包含着无数的戏剧性转变。

§32

Λυκῖνος εἰ δὲ μὴ ἐναγώνιος ἡ ὄρχησις, ἐκείνην εἶναί φημι αἰτίαν, τὸ δόξαι τοῖς ἀγωνοθέταις μεῖζον καὶ σεμνότερον τὸ πρᾶγμα ἢ ὥστε εἰς ἐξέτασιν καλεῖσθαι.3 ἐῶ λέγειν ὅτι πόλις ἐν Ἰταλίᾳ, τοῦ Χαλκιδικοῦ γένους ἡ ἀρίστη, καὶ τοῦτο ὥσπερ τι κόσμημα τῷ παρʼ αὐτοῖς ἀγῶνι προστέθεικεν.

吕基诺斯:如果说舞蹈并非竞赛项目,我认为其原因在于:在赛会裁判们看来,这桩事业过于宏大且庄严,以至于不应被召去接受评判。我且不提在意大利的一座城市——卡尔基斯血统中最优秀的城市,已将此作为某种荣耀的点缀添加到了他们当地的竞技比赛之中。

§33

Λυκῖνος ἐθέλω δέ σοι ἐνταῦθα ἤδη ἀπολογήσασθαι ὑπὲρ τῶν παραλελειμμένων τῷ λόγῳ παμπόλλων ὄντων, ὡς μὴ δόξαν ἀγνοίας ἢ ἀμαθίας παράσχωμαι. οὐ γάρ με λέληθεν ὅτι πολλοὶ πρὸ ἡμῶν περὶ ὀρχήσεως συγγεγραφότες τὴν πλείστην διατριβὴν τῆς γραφῆς ἐποιήσαντο πάντα τῆς ὀρχήσεως τὰ εἴδη ἐπεξιόντες καὶ ὀνόματα αὐτῶν καταλέγοντες καὶ οἵα ἑκάστη καὶ ὑφʼ ὅτου εὑρέθη, πολυμαθίας ταύτην ἐπίδειξιν ἡγούμενοι παρέξειν. ἐγὼ δὲ μάλιστα μὲν τὴν περὶ ταῦτα φιλοτιμίαν ἀπειρόκαλόν τε καὶ ὀψιμαθῆ καὶ ἐμαυτῷ ἄκαιρον οἴομαι εἶναι καὶ διὰ τοῦτο παρίημι·

吕基诺斯:但我现在愿意就我在演说中所略去的大量事项向你作出辩白,免得让人以为我是出于无知或浅薄。因为我并非不知道,在我们之前的许多论述舞蹈的撰述者,在写作中花费了绝大部分精力去穷尽舞蹈的所有类别,罗列它们的名称,详述每种舞蹈的样貌以及由谁发明,以为这能展现博学多才。但我首先认为,在这些细枝末节上的争强好胜不仅毫无雅趣、宛如浅薄的晚学之徒,而且对我自身而言也是不合时宜的,因此我便将它们略去不提。

语法注3 条
  1. 27ὡς εἰδεχθὲς ἅμα καὶ φοβερὸν θέαμα εἰς μῆκος ἄρρυθμον ἠσκημένος ἄνθρωπος

    此处是由 ὡς 引导的感叹句,亦可看作承接前文 καταμάθωμεν οἵα ἐστίν 的说明性同位语。ἄνθρωπος 为句子主语,εἰδεχθὲς ἅμα καὶ φοβερὸν θέαμα 则作表语性同位成分,描绘悲剧演员呈现出的丑陋与恐怖的景象。

  2. 27ὅταν δὲ Ἡρακλῆς αὐτὸς εἰσελθὼν μονῳδῇ, ἐπιλαθόμενος αὑτοῦ καὶ μήτε τὴν λεοντῆν αἰδεσθεὶς μήτε τὸ ῥόπαλον ὃ περίκειται, σολοικίαν εὖ φρονῶν εἰκότως φαίη ἄν τις τὸ πρᾶγμα

    主句的主干为带 ἄν 的希求法潜在句:εἰκότως φαίη ἄν τις τὸ πρᾶγμα σολοικίαν(“凡有理智之人皆当称此为失态”)。动词 φαίη 支配双重宾格(τὸ πρᾶγμα 为直接宾语,σολοικίαν 为宾语补足语),分词 εὖ φρονῶν 修饰主语 τις,带有条件意味(“若神智清醒”)。

  3. 32τὸ δόξαι τοῖς ἀγωνοθέταις μεῖζον καὶ σεμνότερον τὸ πρᾶγμα ἢ ὥστε εἰς ἐξέτασιν καλεῖσθαι

    带冠词不定式短语 τὸ δόξαι... 构成说明性从句,同位解释 αἰτίαν(理由)。在比较级 μεῖζον καὶ σεμνότερον 之后紧接 ἢ ὥστε + 不定式,表示程度上的过甚或不相称:“过于宏大庄严,以致不能被召去受审”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:26-33