- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg045.humanitext-grc2:20-25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕基诺斯援引罗马萨利伊祭司、普里阿普斯教授阿瑞斯武装舞蹈以及狄奥尼索斯的征伐为例,并借助荷马、赫西俄德以及亲自学舞的智者苏格拉底的权威,力证舞蹈的神圣与崇高价值。
Λυκῖνος ἐπὶ τούτοις δίκαιον μηδὲ τῆς Ῥωμαίων ὀρχήσεως ἀμνημονεῖν, ἣν οἱ εὐγενέστατοι αὐτῶν τῷ πολεμικωτάτῳ τῶν θεῶν Ἄρει, οἱ Σάλιοι καλούμενοι (ἱερωσύνης δὲ τοῦτο ὄνομα), ὀρχοῦνται, σεμνοτάτην τε ἅμα καὶ ἱερωτάτην.
吕基诺斯:在这些之外,我们理当也不该遗忘罗马人的舞蹈。在他们之中最显贵的人,即被称为萨利伊的人(这是一个祭司职位的名称),为众神中最富战意的阿瑞斯起舞,这种舞蹈既庄严至极,又无比神圣。
Λυκῖνος Βιθυνὸς δὲ μῦθος, καὶ οὗτος οὐ πάνυ τῶν Ἰταλιωτικῶν ἀλλότριος, φησὶν τὸν Πρίαπον δαίμονα πολεμιστήν, τῶν Τιτάνων οἶμαι ἕνα ἢ τῶν Ἰδαίων Δακτύλων τοῦτο ἔργον πεποιημένον, τὰ ἐνόπλια παιδεύειν, παραλαβόντα παρὰ τῆς Ἥρας τὸν Ἄρη, παῖδα μὲν ἔτι, σκληρὸν δὲ καὶ πέρα τοῦ μετρίου ἀνδρικόν, μὴ πρότερον ὁπλομαχεῖν διδάξαι πρὶν τέλειον ὀρχηστὴν ἀπειργάσατο.1 καὶ ἐπὶ τούτῳ καὶ μισθὸς αὐτῷ παρὰ τῆς Ἥρας ἐγένετο, δεκάτην ἀεὶ τῶν ἐκ πολέμου περιγιγνομένων τῷ Ἄρει παρʼ αὐτοῦ λαμβάνειν.
吕基诺斯:一个比提尼亚的神话——这与意大利的传说也绝非全无干系——称,战神灵普里阿普斯(我认为他是以教授武装战斗为业的提坦神或伊达指精之一)从赫拉手中接纳了尚且年幼、却坚毅且过分刚勇的阿瑞斯,在将他塑造成一名完美的舞者之前,绝不教他披甲格斗之术。为此,赫拉还赐予他一份报酬:他将永远从阿瑞斯那里获得战利品的十分之一。
Λυκῖνος τὰ μὲν γὰρ Διονυσιακὰ καὶ Βακχικὰ οἶμαί σε μὴ περιμένειν ἐμοῦ ἀκοῦσαι, ὅτι ὄρχησις ἐκεῖνα πάντα ἦν. τριῶν γοῦν οὐσῶν τῶν γενικωτάτων ὀρχήσεων, κόρδακος καὶ σικιννίδος καὶ ἐμμελείας, οἱ Διονύσου θεράποντες οἱ Σάτυροι ταύτας ἐφευρόντες ἀφʼ αὑτῶν ἑκάστην ὠνόμασαν, καὶ ταύτῃ τῇ τέχνῃ χρώμενος ὁ Διόνυσος, φασίν, Τυρρηνοὺς καὶ Ἰνδοὺς καὶ Λυδοὺς ἐχειρώσατο καὶ φῦλον οὕτω μάχιμον τοῖς αὑτοῦ θιάσοις κατωρχήσατο.
吕基诺斯:至于狄奥尼索斯和巴克科斯的事迹,我想你并不需要等我来告诉你那些全然皆是舞蹈。无论如何,最基本的舞蹈类型有三种——科尔达克斯舞、西金尼斯舞和恩墨勒亚舞,狄奥尼索斯的侍从萨堤洛斯们发明了它们,并以各自的名义为它们命名;据说,狄奥尼索斯正是运用这种技艺征服了梯耳埃尼亚人、印度人和吕底亚人,并以其狂欢队伍的起舞平定了如此骁勇善战的部族。
Λυκῖνος ὥστε, ὦ θαυμάσιε, ὅρα μὴ ἀνόσιον ᾖ2 κατηγορεῖν ἐπιτηδεύματος θείου τε ἅμα καὶ μυστικοῦ καὶ τοσούτοις θεοῖς ἐσπουδασμένου καὶ ἐπὶ τιμῇ αὐτῶν δρωμένου καὶ τοσαύτην τέρψιν ἅμα καὶ παιδείαν ὠφέλιμον παρεχομένου. θαυμάζω δέ σου κἀκεῖνο, εἰδὼς Ὁμήρου καὶ Ἡσιόδου μάλιστα ἐραστὴν ὄντα σε (αὖθις γὰρ ἐπὶ τοὺς ποιητὰς ἐπάνειμι), πῶς ἀντιφθέγγεσθαι ἐκείνοις τολμᾷς πρὸ τῶν πάντων ὄρχησιν ἐπαινοῦσιν. ὁ μὲν γὰρ Ὅμηρος τὰ ἥδιστα καὶ κάλλιστα καταλέγων, ὕπνον καὶ φιλότητα καὶ μολπὴν καὶ ὄρχησιν, μόνην ταύτην ἀμύμονα ὠνόμασεν, προσμαρτυρήσας νὴ Δία καὶ τὸ ἡδὺ τῇ μολπῇ, ἅπερ ἀμφότερα τῇ ὀρχηστικῇ πρόσεστιν, καὶ ᾠδὴ γλυκερὰ καὶ ὀρχησμὸς ἀμύμων, ὃν σὺ νῦν μωμᾶσθαι ἐπινοεῖς. καὶ πάλιν ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως· "ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δʼ ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδήν." ἱμερόεσσα γὰρ ὡς ἀληθῶς ἡ μετʼ ὀρχήσεως ᾠδὴ καὶ δῶρον θεῶν τοῦτο κάλλιστον. καὶ ἔοικεν εἰς δύο διῃρηκὼς ὁ Ὅμηρος τὰ πάντα πράγματα, πόλεμον καὶ εἰρήνην, τοῖς τοῦ πολέμου μόνα ταῦτα ὡς κάλλιστα ἀντιτεθεικέναι.
吕基诺斯:因此,我可敬的朋友,请留神不要指控一项既神圣又具有秘仪性质的事业,这一事业深受如此众多的神祇所珍视,是为荣耀他们而举行,并且同时带来了如此巨大的愉悦与有益的教益,免得此举成为不敬之罪。 令我对你深感诧异的还有:我深知你是荷马与赫西俄德最热诚的爱好者(因为我要再次回到诗人们身上),你怎么竟敢公然同在万物之上赞美舞蹈的他们唱反调?荷马在罗列最愉悦、最美好的事物——睡眠、情爱、歌唱与舞蹈时,唯独将舞蹈称作“无可指摘的”,凭宙斯起誓,他还见证了歌唱的甜美;而这两者皆属于舞蹈艺术,即甘美的歌唱与无可指摘的舞蹈,而这正是你如今图谋责难的。在诗作的另一处,他又说道: “神将战争的事业赋予一人, 将舞蹈与悦人的歌声赋予另一人。” 因为伴随舞蹈的歌声确是悦人的,这是诸神赐予的最美好的礼物。荷马似乎将世间万事划分为战争与和平两类,唯独将这些作为最美妙之物与战争之事相对立。
Λυκῖνος ὁ δὲ Ἡσίοδος, οὐ παρʼ ἄλλου ἀκούσας ἀλλʼ ἰδὼν αὐτὸς ἕωθεν εὐθὺς ὀρχουμένας τὰς Μούσας, ἐν ἀρχῇ τῶν ἐπῶν τοῦτο περὶ αὐτῶν τὸ μέγιστον ἐγκώμιον διηγεῖται, ὅτι περὶ κρήνην ἰοειδέα πόσσ’ ἁπαλοῖσιν ὀρχεῦνται, τοῦ πατρὸς τὸν βωμὸν περιχορεύουσαι. ἀλλὰ σὺ μέν, ὦ γενναῖε, μονονουχὶ θεομαχῶν ὑβρίζεις εἰς τὴν ὀρχηστικήν·
吕基诺斯:而赫西俄德并非道听途说,乃是在清晨亲眼目睹缪斯诸女神翩翩起舞,便在诗篇的开端讲述了关于她们的最大赞颂,即她们“围绕着泛着紫罗兰色光泽的泉水,以柔嫩的双足起舞,”围绕着她们父亲的祭坛踏着轮舞。 然而你,高贵的人啊,却侮辱舞蹈艺术,简直就像在与神抗衡!
Λυκῖνος ὁ Σωκράτης δέ, σοφώτατος ἀνήρ, εἴ γε πιστευτέον τοῦτο περὶ αὐτοῦ λέγοντι τῷ Πυθίῳ, οὐ μόνον ἐπῄνει τὴν ὀρχηστικὴν ἀλλὰ καὶ ἐκμαθεῖν αὐτὴν ἠξίου, μέγιστον νέμων εὐρυθμίᾳ καὶ εὐμουσίᾳ καὶ κινήσει ἐμμελεῖ καὶ εὐσχημοσύνῃ τοῦ κινουμένου· καὶ οὐκ ᾐδεῖτο γέρων ἀνὴρ ἓν τῶν σπουδαιοτάτων μαθημάτων καὶ τοῦτο ἡγούμενος εἶναι. καὶ ἔμελλέν γε ἐκεῖνος περὶ ὀρχηστικὴν οὐ μετρίως σπουδάσεσθαι, ὅς γε καὶ τὰ μικρὰ οὐκ ὤκνει μανθάνειν, ἀλλὰ καὶ εἰς τὰ διδασκαλεῖα τῶν αὐλητρίδων ἐφοίτα καὶ παρʼ ἑταίρας γυναικὸς οὐκ ἀπηξίου σπουδαῖόν τι ἀκούειν, τῆς Ἀσπασίας. καίτοι ἐκεῖνος ἄρτι ἀρχομένην ἑώρα τότε τὴν τέχνην καὶ οὐδέπω εἰς τοσοῦτον κάλλος διηρθρωμένην. εἰ δὲ τοὺς νῦν ἐπὶ μέγιστον αὐτὴν προαγαγόντας ἐθεᾶτο, εὖ οἶδα, πάντων ἂν ἐκεῖνός γε ἀφέμενος μόνῳ τῷ θεάματι τούτῳ τὸν νοῦν ἂν προσεῖχεν καὶ τοὺς παῖδας οὐκ ἂν ἄλλο τι πρὸ αὐτοῦ ἐδιδάξατο.3
吕基诺斯:至于苏格拉底,这个最智慧的人,若真当相信对他作此评价的皮提俄斯〔阿波罗〕,他不仅赞美舞蹈艺术,更认为应当彻底学会它,对律动、音乐修养、合拍的动作以及舞动者的姿态优美寄予最高的重视;即便已届耄耋之年,他也毫不以此为耻,认为这也是最严肃的学问之一。事实上,他必然会极其热忱地投入到舞蹈之中,因为他连细微之事也从不畏难退缩,甚至常去女笛手的学堂,也毫不自贬地从交际花阿斯帕齐娅那里聆听深奥之论。何况他那时所见的舞蹈技艺才刚刚起步,尚未被雕琢到如此优美的境地。倘若他能目睹如今将这门技艺推向极致的舞者,我深信,他一定会抛开其余一切,一心专注于这一景观,并且在教授孩子们其他任何学问之前,必先让他们学习这门技艺。
- 21μὴ πρότερον ὁπλομαχεῖν διδάξαι πρὶν τέλειον ὀρχηστὴν ἀπειργάσατο
间接引语中不定式 διδάξαι 所引导的时间状语从句。与否定短语 μὴ πρότερον 照应,πρίν 接直说部过去时(ἀπειργάσατο),表示已经实现的既成事实:“在将他塑造成完美舞者之前,绝不教他……”
- 23ὅρα μὴ ἀνόσιον ᾖ
由 ὅρα μή 加虚拟部(ᾖ)构成的表示警惕或隐忧的习惯句式。意为“留心/当心是否……”,在此处表达委婉的劝诫,意即“留神不要让指控舞蹈之举成了不敬之罪”。
- 25τοὺς παῖδας οὐκ ἂν ἄλλο τι πρὸ αὐτοῦ ἐδιδάξατο
带有 ἄν 的中动过去时(ἐδιδάξατο)表反事实假想。动词 διδάσκω 的中动语态在此带有使役或关联含义,表示“使自己的孩子学习……”,并支配双宾格:人(τοὺς παῖδας)与内容(ἄλλο τι)。
