- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:8-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
姆涅西普斯称赞托克萨里斯的雄辩与生动描绘,同时指出鉴于斯基泰人的残暴传闻,对他们崇尚友谊感到意外。托克萨里斯反唇相讥,批评希腊人只在言辞和戏剧中赞美友谊而在实践中临阵退缩,并提议各自列举当代的真实事迹来进行一场竞赛,以决出究竟哪方的友谊更为卓越。
Μνήσιππος ὦ Τόξαρι, οὐ μόνον ἄρα τοξεύειν ἀγαθοὶ ἦσαν Σκύθαι καὶ τὰ πολεμικὰ τῶν ἄλλων ἀμείνους, ἀλλὰ καὶ ῥῆσιν εἰπεῖν ἁπάντων πιθανώτατοι. ἐμοὶ γοῦν τέως ἄλλως γιγνώσκοντι ἤδη καὶ αὐτῷ δίκαια ποιεῖν δοκεῖτε οὕτως Ὀρέστην καὶ Πυλάδην ἐκθειάσαντες. ἐλελήθεις δέ με, ὦ γενναῖε, καὶ γραφεὺς ἀγαθὸς ὤν.1 πάνυ γοῦν ἐναργῶς ἐπέδειξας ἡμῖν τὰς ἐν τῷ Ὀρεστείῳ εἰκόνας καὶ τὴν μάχην τῶν ἀνδρῶν καὶ τὰ ὑπὲρ ἀλλήλων τραύματα. πλὴν ἀλλʼ οὐκ ᾠήθην ἂν οὕτω ποτὲ περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαις· ἅτε γὰρ ἀξένους καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπαναιρεῖσθαι, τεκμαιρόμενος2 τοῖς τε ἄλλοις ἃ περὶ αὐτῶν ἀκούομεν καὶ ὅτι κατεσθίουσι τοὺς πατέρας ἀποθανόντας.
姆涅西普斯:托克萨里斯,原来斯基泰人不仅擅长射箭、在战事上优于常人,而且在发表演说方面也是所有人中最具说服力的。至少对于此前持不同看法的我来说,如今连我自己也觉得,你们如此将奥瑞斯忒斯和皮拉得斯奉为神明是完全合乎正义的。高贵的朋友,我先前竟未发觉你还是一位出色的画家;因为你如此生动地向我们展现了奥瑞斯忒斯神庙中的图画、那两人的战斗以及他们为彼此所受的创伤。不过,我绝不曾料想友谊在斯基泰人中竟受到如此热切的推崇;因为根据我们听到的关于他们的其他传闻,以及他们吃掉死去的父亲这一习俗来推断,我认为他们既不善待外客又野蛮凶暴,必是始终与仇恨、愤怒和暴烈为伍,甚至连至亲之间也不会缔结友谊。
Τόξαρις εἰ μὲν καὶ τὰ ἄλλα ἡμεῖς τῶν Ἑλλήνων καὶ δικαιότεροι τὰ πρὸς τοὺς γονέας καὶ ὁσιώτεροί ἐσμεν, οὐκ ἂν ἐν τῷ παρόντι φιλοτιμηθείην πρὸς σέ. ὅτι δὲ οἱ φίλοι οἱ Σκύθαι πολὺ πιστότεροι τῶν Ἑλλήνων φίλων εἰσὶν καὶ ὅτι πλείων φιλίας λόγος παρʼ ἡμῖν ἢ παρʼ ὑμῖν, ῥᾴδιον ἐπιδεῖξαι· καὶ πρὸς θεῶν τῶν Ἑλλήνων μὴ πρὸς ἀχθηδόνα μου ἀκούσῃς ἢν εἴπω τι ὧν κατανενόηκα πολὺν ἤδη χρόνον ὑμῖν συγγινόμενος. ὑμεῖς γάρ μοι δοκεῖτε τοὺς μὲν περὶ φιλίας λόγους ἄμεινον ἄλλων ἂν εἰπεῖν δύνασθαι, τἄργα δὲ αὐτῆς οὐ μόνον οὐ κατʼ ἀξίαν τῶν λόγων ἐκμελετᾶν, ἀλλʼ ἀπόχρη ὑμῖν ἐπαινέσαι τε αὐτὴν καὶ δεῖξαι ἡλίκον ἀγαθόν ἐστιν· ἐν δὲ ταῖς χρείαις προδόντες τοὺς λόγους δραπετεύετε οὐκ οἶδʼ ὅπως ἐκ μέσων τῶν ἔργων. καὶ ὁπόταν ὑμῖν οἱ τραγῳδοὶ τὰς τοιαύτας φιλίας ἐπὶ τὴν σκηνὴν ἀναβιβάσαντες δεικνύωσιν ἐπαινεῖτε καὶ ἐπικροτεῖτε καὶ κινδυνεύουσιν αὐτοῖς ὑπὲρ ἀλλήλων οἱ πολλοὶ καὶ ἐπιδακρύετε, αὐτοὶ δὲ οὐδὲν ἄξιον ἐπαίνου ὑπὲρ τῶν φίλων παρέχεσθαι τολμᾶτε, ἀλλʼ ἤν του φίλος δεηθεὶς τύχῃ, αὐτίκα μάλα ὥσπερ τὰ ὀνείρατα οἴχονται ὑμῖν ἐκποδὼν ἀποπτάμεναι αἱ πολλαὶ ἐκεῖναι τραγῳδίαι, τοῖς κενοῖς τούτοις καὶ κωφοῖς προσωπείοις ἐοικότας ὑμᾶς ἀπολιποῦσαι, ἃ διηρμένα τὸ στόμα καὶ παμμέγεθες κεχηνότα οὐδὲ τὸ σμικρότατον φθέγγεται. ἡμεῖς δὲ ἔμπαλιν· ὅσῳ γὰρ δὴ λειπόμεθα ἐν τοῖς περὶ φιλίας λόγοις, τοσοῦτον ἐν τοῖς ἔργοις αὐτῆς πλεονεκτοῦμεν.
托克萨里斯:我们在其他方面对待父母是否也比希腊人更公正、更虔敬,眼下我不愿与你争论。但是,斯基泰朋友比希腊朋友忠诚得多,而且在我们那里对友谊的看重远甚于在你们那里,这却是很容易证明的。凭着希腊诸神起誓,如果我说出在与你们长期相处中所观察到的一些事情,请不要带着反感听我说。 因为在我看来,你们虽然比别人更能大谈友谊之辞,但谈到友谊的实事,你们不仅未能付诸实践以配得上这些言论,反而仅仅满足于赞美友谊并说明它是何等伟大的善物;而在急难之中,你们背叛了自己的言论,不知怎的竟从行动的中途溜之大吉。每当悲剧诗人们把这样的友谊搬上舞台展现出来时,你们便称赞鼓掌,在他们为彼此冒生命危险时,大多数人甚至还潸然泪下;然而你们自己却不敢为朋友做出任何值得称道的事。只要有朋友恰好需要帮助,顿时那些繁多的悲剧就像梦境一样从你们身边飞走消失,把你们留在原地,恰如那些空洞无声的面具——口虽大张、豁开得极宽,却发不出半点声音。而我们则恰恰相反:因为我们在关于友谊的言论上落后多少,在友谊的实践上便胜出多少。
Τόξαρις Εἰ δʼ οὖν δοκεῖ, οὕτω νῦν ποιῶμεν. τοὺς μὲν παλαιοὺς φίλους ἀτρεμεῖν ἐάσωμεν, εἴ τινας ἢ ἡμεῖς ἢ ὑμεῖς τῶν πάλαι καταριθμεῖν ἔχομεν, ἐπεὶ κατά γε τοῦτο πλεονεκτοῖτε ἄν, πολλοὺς καὶ ἀξιοπίστους μάρτυρας τοὺς ποιητὰς παρεχόμενοι τὴν Ἀχιλλέως καὶ Πατρόκλου φιλίαν καὶ τὴν Θησέως καὶ Πειρίθου καὶ τῶν ἄλλων ἑταιρείαν ἐν καλλίστοις ἔπεσι καὶ μέτροις ῥαψῳδοῦντας· ὀλίγους δέ τινας προχειρισάμενοι τῶν καθʼ ἡμᾶς αὐτοὺς καὶ τὰ ἔργα αὐτῶν διηγησάμενοι, ἐγὼ μὲν τὰ Σκυθικά, σὺ δὲ τὰ Ἑλληνικά, ὁπότερος ἂν ἐν τούτοις κρατῇ καὶ ἀμείνους παράσχηται τοὺς φίλους, αὐτός τε νενικηκὼς ἔσται καὶ τὴν αὑτοῦ ἀνακηρύξει, κάλλιστον ἀγῶνα καὶ σεμνότατον ἀγωνισάμενος. ὡς ἔγωγε πολὺ ἥδιον ἄν μοι δοκῶ μονομαχῶν ἡττηθεὶς ἀποτμηθῆναι τὴν δεξιάν, ὅπερ ἥττης Σκυθικῆς ἐπιτίμιόν ἐστιν, ἢ χείρων ἄλλου κατὰ φιλίαν κεκρίσθαι,3 καὶ ταῦτα Ἕλληνος, Σκύθης αὐτὸς ὤν.
托克萨里斯:既然如此,如果你赞同,我们现在就这样做吧。让我们姑且不去惊动古代的朋友们,不论我们还是你们能列举出哪些昔日的先人;因为至少在这一点上你们会占尽优势,你们能提出诗人作为数量众多且值得信赖的见证人,他们用最优美的诗行与韵律吟诵阿喀琉斯与帕特洛克罗斯的友谊、忒修斯与珀里托俄斯以及其他人的同伴情谊。但让我们从我们当代人中挑出少数几位,叙述他们的事迹——我讲斯基泰的事迹,你讲希腊的事迹。我们当中无论谁在这些事迹上获胜并提出更好的朋友,他本人便成为赢家,并宣布他的祖国得胜,从而打赢了一场至美而至尊的比赛。就我而言,我认为自己宁可在单打独斗中战败被砍掉右手——这正是斯基泰人战败的刑罚——也不愿在友谊上被判定为逊色于他人,更何况是输给一个希腊人,而我自己是个斯基泰人。
- 8ἐλελήθεις δέ με, ὦ γενναῖε, καὶ γραφεὺς ἀγαθὸς ὤν
动词 λανθάνω 的过去完成时(在此作具有完成含义的过去时)ἐλελήθεις 与主格补充分词 ὤν 结合,字面意为“你是位优秀的画家这一点逃过了我的注意”,即“我先前竟未发觉你也是位优秀的画家”。分词的主格与定式动词的主语(第二人称)一致。
- 8πλὴν ἀλλʼ οὐκ ᾠήθην ἂν οὕτω ποτὲ περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαις· ἅτε γὰρ ἀξένους καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπαναιρεῖσθαι, τεκμαιρόμενος
主句 οὐκ ᾠήθην ἄν 是直陈式过去时带 ἄν 的虚拟/非现实潜势表达(“我本绝不会想到”)。紧随其后的不定式并列句 ἔχθρᾳ ... συνεῖναι 与 φιλίαν ... ἐπαναιρεῖσθαι 承接 ᾠήθην 的间接引语(“因为我认为他们……”),ἅτε ... ὄντας αὐτούς 既作因果分词短语(“鉴于他们是……”),又充当该不定式句的宾格主语。末尾的主格分词 τεκμαιρόμενος(“依据……推断”)则与主句主语(“我”)保持一致。
- 10ὡς ἔγωγε πολὺ ἥδιον ἄν μοι δοκῶ μονομαχῶν ἡττηθεὶς ἀποτμηθῆναι τὴν δεξιάν, ὅπερ ἥττης Σκυθικῆς ἐπιτίμιόν ἐστιν, ἢ χείρων ἄλλου κατὰ φιλίαν κεκρίσθαι
δοκῶ + ἄν + 不定式(ἀποτμηθῆναι)构成潜在语气(相当于 ἥδιον ἂν ἀποτμηθείην,“我认为自己宁愿被砍掉右手”)。由于采用人称动词 δοκῶ 且主语为 ἔγωγε,其修饰分词 ἡττηθείς 以及通过比较结构 ἥδιον ... ἢ 连接的后一个不定式补足语 χείρων(与 κεκρίσθαι 搭配)均保持为主格。
