← 琉善

托克萨里斯或友谊

§11-12

竞赛规则与阿伽托克勒斯的故事

姆涅西普斯与托克萨里斯确立了竞赛规则:双方各立誓只说真话,各讲出五个当代的友谊事迹来一决胜负;姆涅西普斯随即开始讲述第一个故事——萨摩斯人阿伽托克勒斯与以弗所人代尼阿斯的友谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

Μνήσιππος ἔστιν μέν, ὦ Τόξαρι, οὐ φαῦλον τὸ ἔργον ἀνδρὶ οἵῳ σοὶ πολεμιστῇ μονομαχῆσαι, πάνυ εὐστόχους καὶ τεθηγμένους παρεσκευασμένῳ τοὺς λόγους. οὐ μὴν ἀγεννῶς γε οὕτως καταπροδοὺς ἐν βραχεῖ τὸ Ἑλληνικὸν ἅπαν ὑποχωρήσομαί σοι· καὶ γὰρ ἂν εἴη πάνδεινον ὑπὸ δυοῖν μὲν ἐκείνοιν ἡττηθῆναι τοσούτους τῶν Σκυθῶν ὁπόσους οἵ τε μῦθοι δηλοῦσι καὶ αἱ ὑμέτεραι παλαιαὶ γραφαί, ἃς μικρῷ πρόσθεν εὖ μάλα ἐξετραγῴδησας, Ἕλληνας δὲ πάντας, τοσαῦτα ἔθνη καὶ τοσαύτας πόλεις, ἐρήμην ὑπὸ σοῦ ἁλῶναι.1 εἰ γὰρ τοῦτο γένοιτο, οὐ τὴν δεξιὰν ὥσπερ ὑμεῖς ἀλλὰ τὴν γλῶτταν ἀποτμηθῆναι καλόν. πότερον δὲ ὡρίσθαι χρὴ τὸν ἀριθμὸν ἡμῖν τῶν φιλικῶν τούτων πράξεων, ἢ ὁπόσῳ ἄν τις πλείους ἔχῃ λέγειν, τοσούτῳ εὐπορώτερος ἂν δόξειεν πρὸς τὴν νίκην; Τόξαρις οὐδαμῶς, ἀλλʼ ὡρίσθω μὴ ἐν τῷ πλήθει αὐτῶν τὸ κράτος, ἀλλʼ εἰ ἀμείνους καὶ τομώτεραι φαίνοιντο αἱ σαὶ τῶν ἐμῶν ἴσαι τὸν ἀριθμὸν οὖσαι, καιριώτερα δῆλον ὅτι ἐργάσονταί μοι τραύματα2 καὶ θᾶττον ἐνδώσω πρὸς τὰς πληγάς. Μνήσιππος εὖ λέγεις, καὶ ὡρίσθωσαν ὁπόσαι ἱκαναί. πέντε ἔμοιγε δοκοῦσιν ἑκατέρῳ. Τόξαρις κἀμοὶ δοκεῖ. πρότερος δὲ λέγε, ἀλλʼ ἐπομοσάμενος ἦ μὴν ἀληθῆ ἐρεῖν· ἄλλως γὰρ ἀναπλάττειν τὰ τοιαῦτα οὐ πάνυ χαλεπὸν καὶ ὁ ἔλεγχος ἀφανής. εἰ δὲ ὀμόσειας, οὐχ ὅσιον ἀπιστεῖν. Μνήσιππος ὀμούμεθα, εἴ τι καὶ ὅρκου δεῖν νομίζεις. τίς δέ σοι τῶν ἡμετέρων θεῶν ἄρʼ ἱκανός; ὁ Φίλιος; Τόξαρις καὶ μάλα· ἐγὼ δὲ τὸν ἐπιχώριον ὀμοῦμαί σοι ἐν τῷ ἐμαυτοῦ λόγῳ.

姆涅西普斯:托克萨里斯,与你这样的战士单打独斗绝非易事,你准备好的言辞是如此有的放矢、锋芒毕露。然而,我绝不会如此卑怯地在转瞬之间背弃整个希腊事业而向你退缩。因为倘若真像那些神话以及你们古代的图画——你刚才极其生动且戏剧性地讲述过的那些画——所表明的那样,那么多斯基泰人曾败在他们两人手下,而全体希腊人、如此众多的民族和城邦,却在你手中缺席认输,那未免太不合情理了。如果真发生了这种事,该被砍掉的就不是像你们那样的右手,而是舌头了。不过,我们是否应当限定这些友谊事迹的数目,还是说谁能讲得越多,谁在获胜的道路上就显得越占便宜? 托克萨里斯:绝非如此,应当规定胜利不在于事迹的多少;相反,在数目相等的前提下,若是你的事迹显得比我的更出色、更锋利,显然它们就会对我造成更致命的创伤,我也就会在打击面前更快地认输。 姆涅西普斯:说得好,那就确定一个足够的数目吧。在我看来,每人五个正合适。 托克萨里斯:我也赞同。不过由你先讲,但你必须起誓定要说实话;因为否则捏造这类故事并不十分困难,而且查证的凭据也无从寻觅。但你若是起了誓,不加相信便是不敬神的。 姆涅西普斯:只要你认为确实需要誓言,我们就会起誓。不过在我们的神明中,哪一位对你来说是合适的呢?友谊之神宙斯吗? 托克萨里斯:正是他。而我将在我开讲时,向我们本邦的神明起誓。

§12

Μνήσιππος ἴστω τοίνυν ὁ Ζεὺς ὁ Φίλιος, ἦ μὴν ὁπόσα ἂν λέγω πρὸς σὲ ἢ αὐτὸς εἰδὼς ἢ παρʼ ἄλλων ὁπόσον οἷόν τε ἦν διʼ ἀκριβείας ἐκπυνθανόμενος ἐρεῖν,3 μηδὲν παρʼ ἐμαυτοῦ ἐπιτραγῳδῶν. καὶ πρώτην γέ σοι τὴν Ἀγαθοκλέους καὶ Δεινίου φιλίαν διηγήσομαι, ἀοίδιμον ἐν τοῖς Ἴωσι γενομένην. Ἀγαθοκλῆς γὰρ οὗτος ὁ Σάμιος οὐ πρὸ πολλοῦ ἐγένετο, ἄριστος μὲν πρὸς φιλίαν, ὡς ἔδειξεν, τὰ ἄλλα δὲ οὐδὲν ἀμείνων Σαμίων τῶν πολλῶν οὔτε ἐς τὸ γένος οὔτε ἐς τὴν ἄλλην περιουσίαν. Δεινίᾳ δὲ τῷ Λύσωνος Ἐφεσίῳ φίλος ἐκ παίδων ἦν. ὁ δὲ Δεινίας ἐπλούτει ἄρα εἰς ὑπερβολήν, καὶ ὥσπερ εἰκὸς νεόπλουτον ὄντα, πολλοὺς καὶ ἄλλους εἶχε περὶ ἑαυτόν, ἱκανοὺς μὲν συμπιεῖν καὶ πρὸς ἡδονὴν συνεῖναι, φιλίας δὲ πλεῖστον ὅσον ἀποδέοντας.4 τέως μὲν οὖν ἐν τούτοις καὶ ὁ Ἀγαθοκλῆς ἐξητάζετο, καὶ συνῆν καὶ συνέπινεν αὐτοῖς οὐ πάνυ χαίρων τῇ τοιαύτῃ διατριβῇ, καὶ ὁ Δεινίας οὐδὲν αὐτὸν ἐντιμότερον εἶχεν τῶν κολάκων. τελευταῖον δὲ καὶ προσέκρουε τὰ πολλὰ ἐπιτιμῶν, καὶ φορτικὸς ἐδόκει ὑπομιμνήσκων ἀεὶ τῶν προγόνων καὶ φυλάττειν παραγγέλλων ἃ μετὰ πολλῶν καμάτων ὁ πατὴρ αὐτῷ κτησάμενος κατέλιπεν, ὥστε διὰ ταῦτα οὐδὲ ἐπὶ τοὺς κώμους ἀπῆγεν ἔτι αὐτόν, ἀλλὰ μόνος μετʼ ἐκείνων ἐκώμαζε, λανθάνειν πειρώμενος τὸν Ἀγαθοκλέα.

姆涅西普斯:那么就让友谊之神宙斯作见证吧:凡是我对你讲的,我定或是亲身知晓,或是尽可能准确地向他人打听查实后才讲出来,绝不凭空添油加醋做任何戏剧性的夸大。首先,我要向你讲述阿伽托克勒斯与代尼阿斯的友谊,这在爱奥尼亚人当中已传诵一时。 原来这位萨摩斯人阿伽托克勒斯就生活在不久之前,正如他所展现的那样,在友谊方面他是至善之人,但在其他方面,无论出身还是其他财富,他比起大多数萨摩斯人都毫无过人之处。他与以弗所人吕松之子代尼阿斯是从小到大的朋友。而这位代尼阿斯极其富有,正如一个暴发户常有的样子,身边聚集着许多其他人,这些人陪着饮酒取乐固然胜任,但说到友谊却差得不可计量。 因此,有一段时间阿伽托克勒斯也被列在这些人当中,尽管对这种消遣并不十分喜欢,却也与他们同行共饮,而代尼阿斯待他也并不比待那些谄媚者更尊重。但到了最后,由于阿伽托克勒斯屡屡规劝,二人起了冲突;他因总是提醒对方念及先祖,并嘱咐他守护父亲辛勤积累后留给他的家产,而被认为令人厌烦。结果,正因为这些缘故,代尼阿斯不再带他去参加夜宴狂欢,而是仅与那帮人一同饮酒作乐,尽量避开阿伽托克勒斯。

语法注4 条
  1. 11ἐρήμην ὑπὸ σοῦ ἁλῶναι

    法庭诉讼习语 ἐρήμην (δίκην) ἁλῶναι(缺席败诉、不战而败),其中省略了阴性名词 δίκην,作副词性用法。

  2. 11ἀλλʼ εἰ ἀμείνους καὶ τομώτεραι φαίνοιντο αἱ σαὶ τῶν ἐμῶν ἴσαι τὸν ἀριθμὸν οὖσαι, καιριώτερα δῆλον ὅτι ἐργάσονταί μοι τραύματα

    混合条件句:条件从句(protasis)采用 εἰ 搭配希求法 φαίνοιντο,归结主句(apodosis)则使用直陈式将来时 ἐργάσονται。假定以希求法委婉提出,而结果则以将来时直陈式表达其确定性与生动性。

  3. 12ἦ μὴν ὁπόσα ἂν λέγω πρὸς σὲ ἢ αὐτὸς εἰδὼς ἢ παρʼ ἄλλων ὁπόσον οἷόν τε ἦν διʼ ἀκριβείας ἐκπυνθανόμενος ἐρεῖν

    由誓言固定句式 ἴστω... ἦ μήν 所引出的不定式结构,将来时不定式 ἐρεῖν 的逻辑主语为主语自身(第一人称),分词 εἰδώς 与 ἐκπυνθανόμενος 采用主格与省略的不定式主语保持一致。

  4. 12πλεῖστον ὅσον ἀποδέοντας

    惯用短语 πλεῖστον ὅσον(极大地、差得不可计量)修饰分词 ἀποδέοντας,后接属格 φιλίας,意为“与友谊相差悬殊、极度匮乏”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:11-12