- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:5-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托克萨里斯解释说,斯基泰人尊崇奥瑞斯忒斯和皮拉得斯的真正原因并非其航海之功,而是他们无与伦比的深厚友谊与舍身精神,并讲述了神庙石碑、壁画中的感人事迹以及赋予他们的神圣尊号。
Τόξαρις ἄκουε δή, ὦ θαυμάσιε, καὶ σκόπει καθʼ ὅσον ἡμεῖς οἱ βάρβαροι εὐγνωμονέστερον ὑμῶν περὶ τῶν ἀγαθῶν ἀνδρῶν κρίνομεν, εἴ γε ἐν Ἄργει μὲν καὶ Μυκήναις οὐδὲ τάφον ἔνδοξον ἔστιν ἰδεῖν Ὀρέστου ἢ Πυλάδου, παρʼ ἡμῖν δὲ καὶ νεὼς ἀποδέδεικται αὐτοῖς ἅμα ἀμφοτέροις, ὥσπερ εἰκὸς ἦν, ἑταίροις γε οὖσι, καὶ θυσίαι προσάγονται καὶ ἡ ἄλλη τιμὴ ἅπασα, κωλύει τε οὐδὲν ὅτι ξένοι ἦσαν ἀλλὰ μὴ Σκύθαι ἀγαθοὺς κεκρίσθαι1 καὶ ὑπὸ Σκυθῶν τῶν ἀρίστων θεραπεύεσθαι. οὐ γὰρ ἐξετάζομεν ὅθεν οἱ καλοὶ καὶ ἀγαθοί εἰσιν, οὐδὲ φθονοῦμεν εἰ μὴ φίλοι ὄντες ἀγαθὰ εἰργάσαντο, ἐπαινοῦντες δὲ ἃ ἔπραξαν, οἰκείους αὐτοὺς ἀπὸ τῶν ἔργων ποιούμεθα. Ὃ δὲ δὴ μάλιστα καταπλαγέντες τῶν ἀνδρῶν ἐκείνων ἐπαινοῦμεν2 τοῦτό ἐστιν, ὅτι ἡμῖν ἔδοξαν φίλοι οὗτοι δὴ ἄριστοι ἁπάντων γεγενῆσθαι καὶ τοῖς ἄλλοις νομοθέται καταστῆναι ὡς χρὴ τοῖς φίλοις ἁπάσης τύχης κοινωνεῖν.
托克萨里斯:那么请听我说吧,可敬的朋友,看看我们这些异邦人在评价善人方面比你们要通情达理得多;因为在阿尔戈斯和迈锡尼,人们甚至看不到奥瑞斯忒斯或皮拉得斯显赫的坟墓,而在我们这里,却为他们两人共同奉献了一座神庙——正如他们身为同伴所理应得到的那样——并且献上牺牲以及所有其他的荣耀;他们是外邦人而非斯基泰人这一事实,丝毫不妨碍他们被评定为优秀之人,并受到最优秀的斯基泰人的敬奉。因为我们不探究贤良之士出自何方,也不因并非友方的人立下善功而心怀嫉妒;相反,我们赞赏他们的所作所为,凭着他们的事迹将他们引为同胞。 而我们对那两人最为钦佩和赞赏的,乃是这一点:在我们看来,这两人成为了所有人中最杰出的朋友,并为其他人树立了朋友理应同甘共苦的法度。
Τόξαρις καὶ ἅ γε μετʼ ἀλλήλων ἢ ὑπὲρ ἀλλήλων ἔπαθον ἀναγράψαντες οἱ πρόγονοι ἡμῶν ἐπὶ στήλης χαλκῆς ἀνέθεσαν εἰς τὸ Ὀρέστειον, καὶ νόμον ἐποιήσαντο πρῶτον τοῦτο μάθημα καὶ παίδευμα τοῖς παισὶ τοῖς σφετέροις εἶναι τὴν στήλην ταύτην καὶ τὰ ἐπʼ αὐτῆς γεγραμμένα διαμνημονεῦσαι. θᾶττον γοῦν τοὔνομʼ ἂν ἕκαστος αὐτῶν ἐπιλάθοιτο τοῦ πατρὸς ἢ τὰς Ὀρέστου καὶ Πυλάδου πράξεις ἀγνοήσειεν. ἀλλὰ καὶ ἐν τῷ περιβόλῳ τοῦ νεὼ τὰ αὐτὰ ὁπόσα ἡ στήλη δηλοῖ γραφαῖς ὑπὸ τῶν παλαιῶν εἰκασμένα δείκνυται, πλέων Ὀρέστης ἅμα τῷ φίλῳ, εἶτα ἐν τοῖς κρημνοῖς διαφθαρείσης αὐτῷ τῆς νεὼς συνειλημμένος καὶ πρὸς τὴν θυσίαν παρεσκευασμένος, καὶ ἡ Ἰφιγένεια ἤδη κατάρχεται αὐτῶν. καταντικρὺ δὲ ἐπὶ τοῦ ἑτέρου τοίχου ἤδη ἐκδεδυκὼς τὰ δεσμὰ γέγραπται καὶ φονεύων τὸν Θόαντα καὶ πολλοὺς ἄλλους τῶν Σκυθῶν, καὶ τέλος ἀποπλέοντες, ἔχοντες τὴν Ἰφιγένειαν καὶ τὴν θεόν. οἱ Σκύθαι δὲ ἄλλως ἐπιλαμβάνονται τοῦ σκάφους ἤδη πλέοντος, ἐκκρεμαννύμενοι τῶν πηδαλίων καὶ ἐπαναβαίνειν πειρώμενοι· εἶτʼ οὐδὲν ἀνύσαντες οἱ μὲν αὐτῶν τραυματίαι, οἱ δὲ καὶ δέει τούτου, ἀπονήχονται πρὸς τὴν γῆν. ἔνθα δὴ καὶ μάλιστα ἴδοι τις ἂν ὁπόσην ὑπὲρ ἀλλήλων εὔνοιαν ἐπεδείκνυντο, ἐν τῇ πρὸς τοὺς Σκύθας συμπλοκῇ. πεποίηκεν γὰρ ὁ γραφεὺς ἑκάτερον ἀμελοῦντα μὲν τῶν καθʼ ἑαυτὸν πολεμίων, ἀμυνόμενον δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ πρὸ ἐκείνου ἀπαντᾶν πειρώμενον τοῖς τοξεύμασιν καὶ παρʼ οὐδὲν τιθέμενον εἰ ἀποθανεῖται σώσας τὸν φίλον καὶ τὴν ἐπʼ ἐκεῖνον φερομένην πληγὴν προαρπάσας τῷ ἑαυτοῦ σώματι.
托克萨里斯:而且,我们的祖先将他们共同经历的或为彼此承受的苦难刻在一块青铜碑上,立在奥瑞斯忒斯神庙中,并定下一条规矩:这块碑以及其上所刻的内容,必须成为他们子孙最初的功课与教化。他们当中的每个人宁可忘记自己父亲的名字,也绝不会不知道奥瑞斯忒斯和皮拉得斯的事迹。 不仅如此,在神庙的围墙内,那块碑所载述的全部事迹也由古人以壁画的形式展现出来:奥瑞斯忒斯与他的朋友一同航行;接着是在悬崖边船只失事后被擒获并准备作为祭品,伊菲革涅亚正开始对他们施行献祭仪式。而在正对面的另一面墙上,描绘着他已经挣脱了束缚,正在斩杀托阿斯以及许多其他斯基泰人;最后是他们带着伊菲革涅亚和女神像扬帆而去。斯基泰人们徒劳地抓着已经起航的小船,挂在船舵上试图攀爬上去;接着他们一无所成,有的受了伤,有的出于对此的畏惧,游回了陆地。正是在那里,在与斯基泰人的混战中,人们最能看出他们为彼此展现出了何等深厚的情谊。因为画师将他们两人描绘成:各自不顾冲着自己而来的敌人,反而击退扑向另一人的攻击者,力图在对方面前替他抵挡箭矢,只要能救下朋友并用自己的身躯先挡下射向对方的重击,便将自己的生死置之度外。
Τόξαρις τὴν δὴ τοσαύτην εὔνοιαν αὐτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς κοινωνίαν καὶ τὸ πιστὸν καὶ φιλέταιρον καὶ τὸ ἀληθὲς καὶ βέβαιον τοῦ πρὸς ἀλλήλους ἔρωτος, οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι,3 ἀλλά τινος γνώμης βελτίονος ἢ κατὰ τοὺς πολλοὺς τούτους ἀνθρώπους, οἳ μέχρι μὲν κατʼ οὖρον ὁ πλοῦς εἴη τοῖς φίλοις, ἀγανακτοῦσιν εἰ μὴ ἐπʼ ἴσης κοινωνήσουσιν τῶν ἡδέων, εἰ δέ τι καὶ μικρὸν ἀντιπνεύσειεν αὐτοῖς, οἴχονται μόνους τοῖς κινδύνοις ἀπολιπόντες. καὶ γὰρ οὖν καὶ τόδε ὅπως εἰδῇς, οὐδὲν Σκύθαι φιλίας μεῖζον οἴονται εἶναι, οὐδὲ ἔστιν ἐφʼ ὅτῳ ἄν τις Σκύθης μᾶλλον σεμνύναιτο ἢ ἐπὶ τῷ συμπονῆσαι φίλῳ ἀνδρὶ καὶ κοινωνῆσαι τῶν δεινῶν, ὥσπερ οὐδὲν ὄνειδος μεῖζον παρʼ ἡμῖν τοῦ προδότην φιλίας γεγενῆσθαι δοκεῖν. διὰ ταῦτα Ὀρέστην καὶ Πυλάδην τιμῶμεν, ἀρίστους γενομένους τὰ Σκυθῶν ἀγαθὰ καὶ ἐν φιλίᾳ διενεγκόντας, ὃ πρῶτον ἡμεῖς ἁπάντων θαυμάζομεν, καὶ τοὔνομα ἐπὶ τούτοις αὐτῶν ἐθέμεθα Κοράκους καλεῖσθαι· τοῦτο δέ ἐστιν ἐν τῇ ἡμετέρᾳ φωνῇ ὥσπερ ἂν εἴ τις λέγοι φίλιοι δαίμονες.
托克萨里斯:他们如此深厚的情谊、患难与共的同盟、忠诚与同伴之爱,以及彼此间爱意的真挚与坚定——我们认为这些不是常人所能有的,而是出自某种远超世俗凡人的崇高心灵。那些凡夫俗子只要朋友的航行一帆风顺,若是不能平分乐事便忿忿不平;但只要有一丝逆风吹向他们,他们便抛下朋友独自面对危险,逃之夭夭。而且你也该知道这一点:斯基泰人认为没有什么比友谊更伟大,斯基泰人最引以为傲的事,莫过于与朋友分担劳苦、共渡险难,正如在我们中间,没有比被视为友谊的叛徒更大的耻辱一样。正因如此,我们尊崇奥瑞斯忒斯和皮拉得斯,因为他们在斯基泰人看重的美德上登峰造极,在友谊上卓越非凡——而友谊正是我们排在一切之上赞叹的事物;为此我们赐予他们一个名字,称他们为‘科拉科伊’,这在我们的话里,就如同人们所说的‘友爱神灵’一样。
- 5κωλύει τε οὐδὲν ὅτι ξένοι ἦσαν ἀλλὰ μὴ Σκύθαι ἀγαθοὺς κεκρίσθαι
ὅτι从句(ὅτι ξένοι ἦσαν...)充当动词κωλύει的主语,而不定式短语(ἀγαθοὺς κεκρίσθαι...)作为其补足成分(“他们是外邦人这一事实,丝毫不妨碍他们被评定为优秀之人”)。οὐδὲν作副词性宾格(“毫无/绝不”)。
- 5Ὃ δὲ δὴ μάλιστα καταπλαγέντες τῶν ἀνδρῶν ἐκείνων ἐπαινοῦμεν
关系代词ὅ作ἐπαινοῦμεν的宾语(由后文的指示代词τοῦτο承接)。属格τῶν ἀνδρῶν ἐκείνων由表示情感/惊叹的分词καταπλαγέντες支配,表示原因或惊叹的对象(类似θαυμάζω τινός,“惊叹于那两个人”)。
- 7τὴν δὴ τοσαύτην εὔνοιαν αὐτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς κοινωνίαν καὶ τὸ πιστὸν καὶ φιλέταιρον καὶ τὸ ἀληθὲς καὶ βέβαιον τοῦ πρὸς ἀλλήλους ἔρωτος, οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι
句首列出的一长串宾格短语(τὴν εὔνοιαν, τὴν κοινωνίαν, τὸ πιστόν, τὸ ἀληθές...)构成了先取宾格(prolepsis)或悬空宾格结构,后由指示代词ταῦτα总括,作为不定式结构(οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι)的主语。
