← 琉善

托克萨里斯或友谊

§57-60

西辛涅斯为救好友参加角斗

托克萨里斯讲述了亲身经历:当他在阿玛斯特里斯被洗劫一空走投无路时,好友西辛涅斯挺身而出参加角斗决斗,冒着生命危险受重伤击杀对手,赢取赏金解救了他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57

Τόξαρις μᾶλλον δὲ ἄκουσον ἐμοὶ αὐτῷ οἷα φίλος, Σισίννης τοὔνομα, ὑπηρέτησεν. Ὅτε γὰρ Ἀθήναζε ἀπῄειν οἴκοθεν ἐπιθυμίᾳ παιδείας τῆς Ἑλληνικῆς, κατέπλευσα ἐς Ἄμαστριν τὴν Ποντικήν· ἐν προσβολῇ δέ ἐστιν τοῖς ἀπὸ Σκυθίας προσπλέουσιν, οὐ πολὺ τῆς Καράμβεως ἀπέχουσα, ἡ πόλις. εἵπετο δὲ ὁ Σισίννης ἑταῖρος ἐκ παιδὸς ὤν. ἡμεῖς μὲν οὖν καταγωγήν τινα ἐπὶ τῷ λιμένι σκεψάμενοι κἀκ τοῦ πλοίου ἐς αὐτὴν μετασκευασάμενοι ἠγοράζομεν, οὐδὲν πονηρὸν ὑφορώμενοι· ἐν τοσούτῳ δὲ κλῶπές τινες ἀνασπάσαντες τὸ κλεῖστρον ἐκφέρουσιν ἅπαντα, ὡς μηδὲ τὰ ἐς ἐκείνην τὴν ἡμέραν διαρκέσοντα καταλιπεῖν. ἐπανελθόντες οὖν οἶκαδε καὶ τὸ γεγονὸς μαθόντες, δικάζεσθαι μὲν τοῖς γείτοσι πολλοῖς οὖσιν ἢ τῷ ξένῳ οὐκ ἐδοκιμάζομεν, δεδιότες μὴ συκοφάνται δόξωμεν τοῖς πολλοῖς λέγοντες ὡς ὑφείλετο ἡμῶν τις δαρεικοὺς τετρακοσίους καὶ ἐσθῆτα πολλὴν καὶ δάπιδάς τινας καὶ τὰ ἄλλα ὁπόσα εἴχομεν·

托克萨里斯:不仅如此,你倒不妨听听一位名叫西辛涅斯的朋友,曾为我本人做过何等义举。 当我因渴慕希腊的学问而离家前往雅典时,乘船抵达了本都的阿玛斯特里斯;这座城市正处在自斯基泰航行而来的必经之路上,离卡朗比斯岬角不远。西辛涅斯作为我自幼相交的挚友与我同行。我们在港口旁找了一处住所,将行李从船上搬入其中后,便去逛集市,毫无防备之意;在此期间,有些盗贼撬开门闩,将财物洗劫一空,甚至连维持当天生活的物资都没留下。 当我们返回住所得知变故后,并不认为去指控众多的邻人或房东是明智之举,唯恐在众人眼中落得诬告的名声,若是声称有人偷去了我们四百达利克金币、大量衣物、几条地毯以及我们所拥有的全部家当。

§58

Τόξαρις ἐσκοπούμεθα δὲ περὶ τῶν παρόντων ὅ τι πράξομεν, ἄποροι παντάπασιν ἐν τῇ ἀλλοδαπῇ γενόμενοι. κἀμοὶ μὲν ἐδόκει ὡς εἶχον αὐτοῦ παραβύσαντα ἐς τὴν πλευρὰν τὸν ἀκινάκην ἀπελθεῖν τοῦ βίου1 πρὶν ἀγεννές τι ὑποστῆναι λιμῷ ἢ δίψει πιεσθέντα, ὁ δὲ Σισίννης παρεμυθεῖτο καὶ ἱκέτευεν μηδὲν τοιοῦτο ποιεῖν· αὐτὸς γὰρ ἐπινοήσειν ὅθεν ἕξομεν ἱκανῶς τὰς τροφάς. καὶ τότε μὲν ξύλα ἐκ τοῦ λιμένος παρεκόμισεν καὶ ἧκεν ἡμῖν ἀπὸ τοῦ μισθοῦ ἐπισιτισάμενος· ἕωθεν δὲ περιιὼν κατὰ τὴν ἀγορὰν εἶδε προπομπήν τινα, ὡς ἔφη, γενναίων καὶ καλῶν νεανίσκων. μονομαχεῖν δὲ οὗτοι ἐπὶ μισθῷ ἀνδρολογηθέντες εἰς τρίτην ἡμέραν διαγωνιεῖσθαι ἔμελλον. καὶ δὴ τὸ πᾶν ὡς εἶχεν ἀμφʼ αὐτοὺς πυθόμενος, ἐλθὼν ὡς ἐμέ, μηκέτι, ὦ Τόξαρι, ἔφη, σαυτὸν πένητα λέγε, εἰς γὰρ τρίτην ἡμέραν πλούσιόν σε ἀποφανῶ.

托克萨里斯:我们商讨面对当下的困境该如何行事,毕竟我们在这异国他乡已彻底陷入绝境。在我看来,倒不如当场拔出随身携带的砍刀刺入肋部以了结残生,免得在饥渴交加中蒙受什么卑贱的屈辱;但西辛涅斯抚慰我,恳求我绝不可做出这等事来,说他自己会想出办法,使我们得到充足的给养。 那天,他从港口运送木材,用挣来的工钱为我们买回了食物。次日清晨,他在集市一带闲逛时,如他所言,看见了一队英俊健美的青年男子。这些人是为了酬金而被招募来决斗的角斗士,定于后天登场较量。在探明了关于他们的一切内情后,他来到我身边,说道: “托克萨里斯啊, 他说, 莫要再自称是穷人了,因为到了后天,我定会让你变成富翁。”

§59

Τόξαρις Ταῦτα εἶπε, καὶ πονηρῶς τὸ μεταξὺ ἀποζήσαντες, ἐνστάσης ἤδη τῆς θέας ἐθεώμεθα καὶ αὐτοί· παραλαβὼν γάρ με ὡς ἐπὶ τερπνόν τι καὶ παράδοξον θέαμα τῶν Ἑλληνικῶν ἄγει εἰς τὸ θέατρον. καὶ καθίσαντες ἑωρῶμεν τὸ μὲν πρῶτον θηρία κατακοντιζόμενα καὶ ὑπὸ κυνῶν διωκόμενα καὶ ἐπʼ ἀνθρώπους δεδεμένους ἀφιέμενα, κακούργους τινάς, ὡς εἰκάζομεν. ἐπεὶ δὲ εἰσῆλθον οἱ μονομάχοι καί τινα παραγαγὼν ὁ κῆρυξ εὐμεγέθη νεανίσκον εἶπεν, ὅστις ἂν ἐθέλῃ τούτῳ μονομαχῆσαι, ἥκειν εἰς τὸ μέσον δραχμὰς ληψόμενον μυρίας μισθὸν τῆς μάχης, ἐνταῦθα ἐξανίσταται ὁ Σισίννης καὶ καταπηδήσας ὑπέστη μαχεῖσθαι καὶ τὰ ὅπλα ᾔτει, καὶ τὸν μισθὸν λαβών, τὰς μυρίας ἐμοὶ φέρων ἐνεχείρισε, καὶ εἰ μὲν κρατήσαιμι, ὦ Τόξαρι, εἶπεν, ἅμα ἄπιμεν ἔχοντες τὰ ἀρκοῦντα, ἢν δὲ πέσω, θάψας με ὑποχώρει ὀπίσω ἐς Σκύθας.

托克萨里斯:他说完这番话,我们在这几日间勉强度日;及至赛会开始之日,我们也前去观看。因为他拉着我,仿若带我去观看某种令人愉悦而奇特的希腊奇观一般,引我走进了剧场。坐定之后,我们起初看见野兽被标枪刺中、被猎犬追逐,并被驱赶扑向被捆绑的人——正如我们所推测的,是一些罪犯。当角斗士们登场,传令官领出一名身材魁梧的青年,高声宣布:凡愿与此人单独决斗者,便可来到场中,领取一万德拉克马作为战斗的酬金。就在那一瞬间,西辛涅斯一跃而起,跳入场中应承应战,索要武器;他领了酬金,将这一万德拉克马带回交到我手中,说道: “托克萨里斯啊,若我获胜, 他说, 我们便携带着充足的盘缠一同离开;若我不幸倒下,你便将我安葬,然后返回斯基泰去。”

§60

Τόξαρις ἐγὼ μὲν ἐπὶ τούτοις ἐκώκυον, ὁ δὲ λαβὼν τὰ ὅπλα τὰ μὲν ἄλλα περιεδήσατο, τὸ κράνος δὲ οὐκ ἐπέθηκεν, ἀλλʼ ἀπὸ γυμνῆς τῆς κεφαλῆς2 καταστὰς ἐμάχετο. καὶ τὸ μὲν πρῶτον τιτρώσκεται αὐτός, καμπύλῳ τῷ ξίφει ὑποτμηθεὶς τὴν ἰγνύαν, ὥστε αἷμα ἔρρει πολύ· ἐγὼ δὲ προετεθνήκειν ἤδη τῷ δέει. θρασύτερον δὲ ἐπιφερόμενον τηρήσας τὸν ἀντίπαλον παίει εἰς τὸ στέρνον καὶ διήλασεν, ὥστε αὐτίκα ἐπεπτώκει πρὸ τοῖν ποδοῖν αὐτοῦ. ὁ δὲ κάμνων καὶ αὐτὸς ἀπὸ τοῦ τραύματος ἐπεκάθιζε τῷ νεκρῷ, καὶ μικροῦ δεῖν3 ἀφῆκεν αὐτὸν ἡ ψυχή, ἀλλʼ ἐγὼ προσδραμὼν ἀνέστησα καὶ παρεμυθησάμην. ἐπεὶ δὲ ἀφεῖτο ἤδη νενικηκώς, ἀράμενος αὐτὸν ἐκόμισα εἰς τὴν οἰκίαν· καὶ ἐπὶ πολὺ θεραπευθεὶς ἐπέζησε μὲν καὶ ἔστι μέχρι νῦν ἐν Σκύθαις, γήμας τὴν ἐμὴν ἀδελφήν· χωλὸς δέ ἐστιν ὅμως ἀπὸ τοῦ τραύματος. τοῦτο, ὦ Μνήσιππε, οὐκ ἐν Μάχλυσιν οὐδὲ ἐν Ἀλανίᾳ ἐγένετο, ὡς ἀμάρτυρον εἶναι καὶ ἀπιστεῖσθαι δύνασθαι, ἀλλὰ πολλοὶ πάρεισιν Ἀμαστριανῶν μεμνημένοι τὴν μάχην τοῦ Σισίννου.

托克萨里斯:听到这些话我痛哭失声,但他接过武器,穿戴好其余防具,却未戴头盔,而是赤着头迎上前去交战。起初他自己受了伤,被对方的弯刀切断了膝弯,以致鲜血直流;我当时早已吓得魂飞魄散。但他瞅准对手过于鲁莽地扑上来的破绽,一击刺中其胸膛并彻底穿透,那人顿时倒毙在他的脚前。他自己也因负伤力竭而瘫倒在尸体上,几乎气绝;但我飞奔上前扶起他并安慰他。当他作为胜利者被准予离场后,我抬着他送回住所。经过长期的医治他活了下来,如今仍留在斯基泰,并娶了我的妹妹;但他终究因那处创伤而跛了脚。 姆涅西普斯啊,此事并非发生在马克律埃斯人之地或阿兰尼亚,以致无人作证、可以为人怀疑;相反,阿玛斯特里斯的许多居民就在这里,他们都记得西辛涅斯的这场决斗。

语法注3 条
  1. 58κἀμοὶ μὲν ἐδόκει ὡς εἶχον αὐτοῦ παραβύσαντα ἐς τὴν πλευρὰν τὸν ἀκινάκην ἀπελθεῖν τοῦ βίου

    在非人称动词 ἐδόκει(“似乎适宜”)之后接不定词 ἀπελθεῖν,其逻辑主语并非采取与主句与格 ἐμοί 一致的形式,而是采用了宾格分词 παραβύσαντα(修饰省略的宾格主语 με)。这是不定词结构中主语向宾格转换的常见句法。

  2. 60ἀπὸ γυμνῆς τῆς κεφαλῆς

    形容词 γυμνῆς 处于述语位置(在冠词外侧),与前置词 ἀπό 结合表示状态与方式,意为“光着头”、“未戴头盔”。

  3. 60μικροῦ δεῖν

    意为“几乎”、“差一点”的绝对不定词成语短语,修饰主句动词 ἀφῆκεν(“几乎绝气/魂魄几乎离体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:57-60