- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:61-63
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托克萨里斯讲述了阿保卡斯在火灾中舍弃妻儿先救负伤挚友的故事,以此终结了他的五个斯基泰故事,并询问当由谁来裁判输赢。姆涅西普斯提议不再互相施行割舌断手之刑,而是使双方皆为胜者并缔结长久的友谊,托克萨里斯欣然同意,二人无需血誓便结为挚友。
Τόξαρις πέμπτον ἔτι σοι τὸ Ἀβαύχα ἔργον διηγησάμενος παύσομαι. ἧκέν ποτε οὗτος ὁ Ἀβαύχας εἰς τὴν Βορυσθενιτῶν πόλιν ἐπαγόμενος καὶ γυναῖκα, ἧς ἤρα μάλιστα, καὶ παιδία δύο· τὸ μὲν ἐπιμαστίδιον ἄρρεν, τὸ δὲ ἕτερον, ἡ κόρη, ἑπτέτις ἦν. συναπεδήμει δὲ καὶ ἑταῖρος αὐτοῦ, Γυνδάνης, οὗτος μὲν καὶ νοσῶν ἀπὸ τραύματος ὃ ἐτέτρωτο κατὰ τὴν ὁδὸν ὑπὸ λῃστῶν ἐπιπεσόντων σφίσι· διαμαχόμενος γὰρ πρὸς αὐτοὺς ἐλαύνεται εἰς τὸν μηρόν, ὥστε οὐδὲ ἑστάναι ἐδύνατο ὑπὸ τῆς ὀδύνης. νύκτωρ δὲ καθευδόντων — ἔτυχον δὲ ἐν ὑπερῴῳ τινὶ οἰκοῦντες — πυρκαϊὰ μεγάλη ἐξανίσταται καὶ πάντα περιεκλείετο καὶ περιεῖχεν ἡ φλὸξ ἁπανταχόθεν τὴν οἰκίαν. ἐνταῦθα δὴ ἀνεγρόμενος ὁ Ἀβαύχας καταλιπὼν τὰ παιδία κλαυθμυριζόμενα καὶ τὴν γυναῖκα ἐκκρεμαννυμένην ἀποσεισάμενος καὶ σώζειν αὑτὴν παρακελευσάμενος, ἀράμενος τὸν ἑταῖρον κατῆλθεν καὶ ἔφθη διεκπαίσας1 καθʼ ὃ μηδέπω τελέως ἀπεκέκαυτο ὑπὸ τοῦ πυρός. ἡ γυνὴ δὲ φέρουσα τὸ βρέφος εἵπετο, ἀκολουθεῖν κελεύσασα καὶ τὴν κόρην. ἡ δὲ ἡμίφλεκτος ἀφεῖσα τὸ παιδίον ἐκ τῆς ἀγκάλης μόλις διεπήδησε τὴν φλόγα, καὶ ἡ παῖς σὺν αὐτῇ, παρὰ μικρὸν ἐλθοῦσα κἀκείνη ἀποθανεῖν. καὶ ἐπεὶ ὠνείδισέν τις ὕστερον τὸν Ἀβαύχαν διότι προδοὺς τὰ τέκνα καὶ τὴν γυναῖκα ὁ δὲ Γυνδάνην ἐξεκόμισεν, ἀλλὰ παῖδας μέν, ἔφη, καὶ αὖθις ποιήσασθαί μοι ῥᾴδιον, καὶ ἄδηλον εἰ ἀγαθοὶ ἔσονται οὗτοι· φίλον δὲ οὐκ ἂν εὕροιμι ἄλλον ἐν πολλῷ χρόνῳ τοιοῦτον οἷος Γυνδάνης ἐστίν, πεῖράν μοι πολλὴν τῆς εὐνοίας παρεσχημένος.
托克萨里斯:向你讲述完第五件——阿保卡斯的事迹之后,我便结语。这阿保卡斯曾经来到鲍里斯提涅斯人的城邦,带着他深爱的妻子和两个孩子:一个是尚在襁褓中哺乳的男婴,另一个是女儿,年仅七岁。与他一同客居异乡的还有他的挚友琴达涅斯,这位朋友正因在路上遭遇强盗袭击时所受的创伤而卧病不起;原来在同强盗殊死搏斗时,他的大腿被刺穿,以致因剧痛而无法站立。夜间当他们熟睡时——他们碰巧寄宿在一处楼阁上——一场大火骤起,烈焰四面合围,封死了整座房屋的去路。就在此时,阿保卡斯惊醒过来,抛下了啼哭的孩童,甩开了攀附在身上的妻子,喝令她自求多福,随后抱起同伴走下楼去,趁着火焰尚未彻底吞没的一处通道,抢先夺路而出。妻子怀抱着婴儿紧随其后,并呼喊着女儿跟上;但她半身被烈火灼伤,婴儿从怀中脱落,勉强跃过烈焰逃生,女儿同她一道,也险些丧命。后来,有人责怪阿保卡斯弃妻儿于不顾,却把琴达涅斯救了出来, “然而孩子嘛, 他说, 我日后再养育也是易事,而且这些孩子将来是否贤良尚未可知;但在漫长的岁月中,我却再难找到像琴达涅斯这样为我屡显赤诚之心的挚友。”
Τόξαρις εἴρηκα, ὦ Μνήσιππε, ἀπὸ πολλῶν πέντε τούτους προχειρισάμενος. ἤδη δὲ καιρὸς ἂν εἴη κεκρίσθαι ὁπότερον ἡμῶν ἢ τὴν γλῶτταν ἢ τὴν δεξιὰν ἀποτετμῆσθαι δέοι. τίς οὖν ὁ δικάσων ἐστίν; Μνήσιππος οὐδὲ εἷς· οὐ γὰρ ἐκαθίσαμέν τινα δικαστὴν τοῦ λόγου. ἀλλʼ οἶσθα ὃ δράσωμεν;2 ἐπειδὴ νῦν ἄσκοπα τετοξεύκαμεν, αὖθις ἑλόμενοι διαιτητὴν ἄλλους ἐπʼ ἐκείνῳ εἴπωμεν φίλους, εἶτα ὃς ἂν ἥττων γένηται, ἀποτετμήσεται τότε, ἢ ἐγὼ τὴν γλῶτταν ἢ σὺ τὴν δεξιάν. ἢ τοῦτο μὲν ἄγροικον, ἐπεὶ δὲ καὶ σὺ φιλίαν ἐπαινεῖν ἔδοξας, ἐγὼ δὲ οὐδὲν ἄλλο ἡγοῦμαι ἀνθρώποις εἶναι τούτου κτῆμα ἄμεινον ἢ κάλλιον, τί οὐχὶ καὶ ἡμεῖς συνθέμενοι πρὸς ἡμᾶς αὐτοὺς φίλοι τε αὐτόθεν εἶναι καὶ εἰσαεὶ ἔσεσθαι ἀγαπῶμεν ἄμφω νικήσαντες, τὰ μέγιστα ἆθλα προσλαβόντες, ἀντὶ μιᾶς γλώττης καὶ μιᾶς δεξιᾶς δύο ἑκάτερος ἐπικτησάμενοι καὶ προσέτι γε καὶ ὀφθαλμοὺς τέτταρας καὶ πόδας τέτταρας καὶ ὅλως διπλᾶ πάντα; τοιοῦτόν τι γάρ ἐστι συνελθόντες δύο ἢ τρεῖς φίλοι, ὁποῖον τὸν Γηρυόνην οἱ γραφεῖς ἐνδείκνυνται, ἄνθρωπον ἑξάχειρα καὶ τρικέφαλον· ἐμοὶ γὰρ δοκεῖν,3 τρεῖς ἐκεῖνοι ἦσαν ἅμα πράττοντες πάντα, ὥσπερ ἐστὶ δίκαιον φίλους γε ὄντας.
托克萨里斯:姆涅西普斯啊,我从诸多事例中挑选了这五个,已经讲完了。现在该是判定我们两人中哪一个应当被割去舌头或被砍去右手的时候了。那么,由谁来担当裁判呢? 姆涅西普斯:一个人也没有;因为我们并未为这场论辩设立任何裁判。不过,你知道我们该怎么做吗?既然我们方才是漫无目标地射箭,不如重新选一位仲裁人,在他面前再讲论其他的朋友,随后落败的一方便受刑,或是我被割去舌头,或是你被砍去右手。抑或这样做未免过于粗鄙蛮横?既然你似乎也在赞颂友谊,而我认为对人类而言没有比这更好、更美好的财富,那我们为何不在彼此之间订立誓约,就地成为朋友并永为挚友,使两人皆为胜者而欢欣受纳,赢得至高无上的奖赏?如此一来,我们每人不是各得两条舌头与两只右手,而非仅仅一条舌头和一只右手,并且还外加四只眼睛、四只脚,总之一切皆成双成对?因为两三位好友聚在一起,就宛如画家笔下的格律翁一般,是一个六手三头的男子;在我看来,那分明是三个志同道合、万事协同一致的人,正如身处挚友之位者理当如此。
Τόξαρις εὖ λέγεις· καὶ οὕτω ποιῶμεν. Μνήσιππος ἀλλὰ μήτε αἵματος, ὦ Τόξαρι, μήτε ἀκινάκου δεώμεθα τὴν φιλίαν ἡμῖν βεβαιώσοντος· ὁ γὰρ λόγος ὁ παρὼν καὶ τὸ τῶν ὁμοίων ὀρέγεσθαι πολὺ πιστότερα τῆς κύλικος ἐκείνης ἣν πίνετε, ἐπεὶ τά γε τοιαῦτα οὐκ ἀνάγκης ἀλλὰ γνώμης δεῖσθαί μοι δοκεῖ. Τόξαρις ἐπαινῶ ταῦτα, καὶ ἤδη ὦμεν φίλοι καὶ ξένοι, ἐμοὶ μὲν σὺ ἐνταῦθα ἐπὶ τῆς Ἑλλάδος, ἐγὼ δὲ σοὶ εἴ ποτε ἐς τὴν Σκυθίαν ἀφίκοιο. Μνήσιππος καὶ μήν, εὖ ἴσθι, οὐκ ἂν ὀκνήσαιμι καὶ ἔτι πορρωτέρω ἐλθεῖν, εἰ μέλλω τοιούτοις φίλοις ἐντεύξεσθαι οἷος σύ, ὦ Τόξαρι, διεφάνης ἡμῖν ἀπὸ τῶν λόγων.
托克萨里斯:你说得极好;我们就照此办理吧。 姆涅西普斯:但是托克萨里斯啊,我们切莫用鲜血或砍刀来确立我们的友谊;因为眼下的交谈以及对相同志趣的追求,远比你们所饮的那杯血酒更值得信赖,毕竟这类事情在我看来不需要强迫,而需要心甘情愿的共识。 托克萨里斯:我赞同这话;自此刻起我们便是朋友与客友了:在希腊这里你是我的客友,若是你哪天来到斯基泰,我便是你的客友。 姆涅西普斯:而且请你确信,托克萨里斯啊,若能遇上从言谈中向我们显现出来的你这般挚友,我便是走向更远的天涯海角也绝不犹豫迟疑。
- 61ἔφθη διεκπαίσας
动词 φθάνω 与补充性不定过去时分词 διεκπαίσας 连用的惯用句式,意为“抢先……”,此处表示在通道尚未被大火完全烧毁之前抢先冲出脱险。
- 62οἶσθα ὃ δράσωμεν;
第二人称动词 οἶσθα 后接由关系代词 ὅ(用作间接疑问代词 ὅ τι)引导的从句,虚拟语气 δράσωμεν 作深思虚拟语气(deliberative subjunctive),意为“你知道我们该怎么做吗?”。
- 62ἐμοὶ γὰρ δοκεῖν
限制性绝对不定式(absolute infinitive)的惯用法,充当插入语性的副词短语,意为“依我看”、“据我所思”(so it seems to me)。
