- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:54-56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔萨科马斯冲入敌阵解救了负伤的挚友,斩杀阿杜尔马科斯并反败为胜,迫使敌军接受苛刻条件媾和。托克萨里斯结束讲述后,姆涅西普斯对这一戏剧性故事半信半疑,并要求他下一个故事务必简短。
Τόξαρις ὁ δὲ Ἀδύρμαχος ὡς ἤκουσε τὴν ἐπιβουλήν, εἰς μὲν τὸν Βόσπορον οὐκέτι ἦλθεν — ἤδη γὰρ Εὐβίοτος ἦρχεν, ἐπικληθεὶς ἐκ Σαυροματῶν, παρʼ οἷς διέτριβεν — εἰς δὲ τὴν αὑτοῦ ἐπανελθὼν καὶ στρατιὰν πολλὴν συναγαγὼν διὰ τῆς ὀρεινῆς εἰσέβαλεν εἰς τὴν Σκυθίαν· καὶ ὁ Εὐβίοτος οὐ μετὰ πολὺ καὶ οὗτος εἰσέπεσεν ἄγων πανδημεὶ μὲν τοὺς Ἕλληνας, Ἀλανοὺς δὲ καὶ Σαυρομάτας ἐπικλήτους ἑκατέρους δισμυρίους. ἀναμίξαντες δὲ τὰ στρατεύματα ὁ Εὐβίοτος καὶ ὁ Ἀδύρμαχος, ἐννέα μυριάδες ἅπαντες ἐγένοντο καὶ τούτων τὸ τρίτον ἱπποτοξόται. ἡμεῖς δὲ — καὶ γὰρ αὐτὸς μετέσχον τῆς ἐξόδου αὐτοῖς, ἐπιδοὺς ἐν τῇ βύρσῃ τότε ἱππέας αὐτοτελεῖς ἑκατόν — οὐ πολλῷ ἔλαττον τῶν τρισμυρίων σὺν τοῖς ἱππεῦσιν ἀθροισθέντες ὑπεμένομεν τὴν ἔφοδον· ἐστρατήγει δὲ ὁ Ἀρσακόμας. καὶ ἐπειδὴ προσιόντας εἴδομεν αὐτούς, ἀντεπήγομεν, προεπαφέντες τὸ ἱππικόν. γενομένης δὲ ἐπὶ πολὺ μάχης καρτερᾶς ἐνεδίδου ἤδη τὰ ἡμέτερα καὶ παρερρήγνυτο ἡ φάλαγξ, καὶ τέλος εἰς δύο διεκόπη τὸ Σκυθικὸν ἅπαν, καὶ τὸ μὲν ὑπέφευγεν, οὐ πάνυ σαφῶς ἡττημένον, ἀλλʼ ἀναχώρησις ἐδόκει ἡ φυγή· οὐδὲ γὰρ οἱ Ἀλανοὶ ἐτόλμων ἐπὶ πολὺ διώκειν. τὸ δὲ ἥμισυ, ὅπερ καὶ ἔλαττον, περισχόντες οἱ Ἀλανοὶ καὶ Μάχλυες ἔκοπτον πανταχόθεν ἀφθόνως ἀφιέντες τῶν ὀϊστῶν καὶ ἀκοντίων, ὥστε πάνυ ἐπονοῦντο ἡμῶν οἱ περιεσχημένοι, καὶ ἤδη προΐεντο οἱ πολλοὶ τὰ ὅπλα.
托克萨里斯:而阿杜尔马科斯一听闻这计谋,便不再前往博斯普鲁斯——因为欧比奥托斯早已即位统治,他是从寄居的萨乌罗马泰人那里被召回的——阿杜尔马科斯便返回本国,集结了一支庞大的军队,取道山区入侵斯基泰。欧比奥托斯不久也杀了进来,率领希腊人举国出动,并召集了各两万名阿兰人和萨乌罗马泰人。欧比奥托斯与阿杜尔马科斯会师后,全军总计达九万人,其中三分之一是骑射手。 至于我们——因为我自己也同他们一起参加了这次出征,当时在牛皮上认捐了自费维持的一百名骑兵——包括骑兵在内集结了近三万人,严阵以待迎击进攻;统帅则是阿尔萨科马斯。当我们望见敌人逼近时,便迎头推进,先派出了骑兵。在一场漫长激烈的战斗之后,我方阵线开始溃退,方阵被撕裂,最终整个斯基泰军队被切断成两部分。其中一部退却,但并未溃败,那撤退倒更像是有序后撤;因为阿兰人甚至不敢穷追。然而另一半,也是人数较少的部分,被阿兰人和马克律埃斯人合围痛击,他们从四面八方毫不吝惜地倾泻箭矢与投枪,以致被包围的我方战士陷入苦战,许多人已打算放下武器。
Τόξαρις ἐν τούτοις δὲ καὶ ὁ Λογχάτης καὶ ὁ Μακέντης ἔτυχον ὄντες καὶ ἐτέτρωντο ἤδη προκινδυνεύοντες, ὁ μὲν στυρακίῳ εἰς τὸν μηρόν, ὁ Λογχάτης, ὁ Μακέντης δὲ πελέκει εἰς τὴν κεφαλὴν καὶ κοντῷ εἰς τὸν ὦμον. ὅπερ αἰσθόμενος ὁ Ἀρσακόμας, ἐν ἡμῖν τοῖς ἄλλοις ὤν, δεινὸν ἡγησάμενος εἰ ἄπεισι καταλιπὼν τοὺς φίλους,1 προσβαλὼν τοὺς μύωπας τῷ ἵππῳ ἐμβοήσας ἤλαυνε διὰ τῶν πολεμίων κοπίδα διηρμένος, ὥστε τοὺς Μάχλυας μηδὲ ὑποστῆναι τὸ ῥόθιον τοῦ θυμοῦ, ἀλλὰ διαιρεθέντες ἔδωκαν αὐτῷ διεξελθεῖν. Ὁ δὲ ἀνακτησάμενος τοὺς φίλους καὶ τοὺς ἄλλους ἅπαντας παρακαλέσας ὥρμησεν ἐπὶ τὸν Ἀδύρμαχον καὶ πατάξας τῇ κοπίδι παρὰ τὸν αὐχένα μέχρι τῆς ζώνης διέτεμεν. πεσόντος δὲ ἐκείνου διελύθη τὸ Μαχλυϊκὸν ἅπαν, καὶ τὸ Ἀλανικὸν οὐ μετὰ πολύ, καὶ οἱ Ἕλληνες ἐπὶ τούτοις· ὥστε ἐκρατοῦμεν ἐξ ὑπαρχῆς ἡμεῖς καὶ ἐπεξήλθομεν ἂν ἐπὶ πολὺ κτείνοντες, εἰ μὴ νὺξ τὸ ἔργον ἀφείλετο.2 εἰς δὲ τὴν ἐπιοῦσαν ἱκέται παρὰ τῶν πολεμίων ἥκοντες ἐδέοντο φιλίαν ποιεῖσθαι, Βοσπορανοὶ μὲν ὑποτελέσειν διπλάσιον τὸν δασμὸν ὑπισχνούμενοι, Μάχλυες δὲ ὁμήρους δώσειν ἔφασαν, οἱ Ἀλανοὶ δὲ ἀντὶ τῆς ἐφόδου ἐκείνης Σινδιανοὺς ἡμῖν χειρώσασθαι ὑπέστησαν ἐκ πολλοῦ διεστῶτας. ἐπὶ τούτοις ἐπείσθημεν, δόξαν πολὺ πρότερον Ἀρσακόμᾳ καὶ Λογχάτῃ,3 καὶ ἐγένετο εἰρήνη ἐκείνων πρυτανευόντων ἕκαστα. τοιαῦτα, ὦ Μνήσιππε, τολμῶσιν ποιεῖν Σκύθαι ὑπὲρ τῶν φίλων.
托克萨里斯:在这些人中,恰好有隆卡忒斯和马肯忒斯,他们由于身先士卒冒险作战而已然负伤:隆卡忒斯的大腿被长矛后鐏刺伤,马肯忒斯的头部被战斧劈中,肩膀被长枪刺中。身处我们其余人之中的阿尔萨科马斯察觉到这一点,认为抛下朋友离去是不可容忍的,便用马刺猛踢马腹,大喝一声,高举砍刀策马穿刺敌阵;马克律埃斯人甚至承受不住他这汹涌狂暴的怒火,纷纷闪避开来,让他穿了过去。 他救下了朋友们,鼓舞了其余的所有人,便直扑阿杜尔马科斯,用砍刀砍中其颈旁,径直将其劈至腰带处。此人一倒,整个马克律埃斯军队随之瓦解,不久阿兰军队也告溃散,其后希腊人亦是如此。于是我们重新掌握了胜势;若非夜幕降临中断了战事,我们本可长途追击斩杀更多敌人。 到了次日,敌方的请降者前来恳求修好,博斯普鲁斯人承诺缴纳双倍贡赋,马克律埃斯人称愿提供人质,阿兰人则承诺以此番进犯为代价,替我们平定叛离已久的辛迪人。依照这些条件我们接受了和议,因为这在很久之前就已是阿尔萨科马斯和隆卡忒斯的意见,并在二人主持所有细节之下达成了和平。 姆涅西普斯啊,斯基泰人为了朋友敢于做出的正是这般壮举。
Μνήσιππος πάνυ τραγικά, ὦ Τόξαρι, καὶ μύθοις ὅμοια· καὶ ἵλεως μὲν ὁ Ἀκινάκης καὶ ὁ Ἄνεμος εἶεν,4 οὓς ὤμοσας· εἰ δʼ οὖν τις ἀπιστοίη αὐτοῖς, οὐ πάνυ μεμπτὸς εἶναι δόξειεν ἄν. Τόξαρις ἀλλʼ ὅρα, ὦ γενναῖε, μὴ φθόνος ὑμῶν ἡ ἀπιστία ᾖ. πλὴν οὐκ ἐμὲ ἀποτρέψεις ἀπιστῶν καὶ ἄλλα τοιαῦτα εἰπεῖν ἃ οἶδα ὑπὸ Σκυθῶν γενόμενα. Μνήσιππος μὴ μακρὰ μόνον, ὦ ἄριστε, μηδὲ οὕτως ἀφέτοις χρώμενος τοῖς λόγοις· ὡς νῦν γε, ἄνω καὶ κάτω τὴν Σκυθίαν καὶ τὴν Μαχλυανὴν διαθέων καὶ εἰς τὸν Βόσπορον ἀπιών, εἶτʼ ἐπανιών, πάνυ μου κατεχρήσω τῇ σιωπῇ. Τόξαρις πειστέον καὶ ταῦτά σοι νομοθετοῦντι καὶ διὰ βραχέων λεκτέον, μὴ καὶ κάμῃς ἡμῖν τῇ ἀκοῇ συμπερινοστῶν.
姆涅西普斯:托克萨里斯啊,这真是极具悲剧色彩,宛如神话!愿你所起誓的短剑与长风宽恕;不过,若有人对此不予置信,恐怕也不能过分责怪他。 托克萨里斯:但请留心,可敬的朋友,莫让你们的不信出于嫉妒。即便你不信,也不能阻止我讲述我所知道的斯基泰人做下的其他类似壮举。 姆涅西普斯:只要别太长就行,高尚的朋友,也别把话说得如此漫无边际。就像刚才,在斯基泰和马克律埃斯之地四处奔波,跑到博斯普鲁斯又转回,你简直太辜负我的沉默了。 托克萨里斯:既然你定下了这条规矩,我自当依从,长话短说,免得你一路用耳朵随我们奔波跋涉而感到疲倦。
- 55δεινὸν ἡγησάμενος εἰ ἄπεισι καταλιπὼν τοὺς φίλους
接在表示情感的词语(此处为 δεινὸν ἡγησάμενος)之后的 εἰ 从句,意为“认为若抛下朋友离去则是不可容忍的”。在古典希腊语中,表示情感的动词常接 εἰ 引导的从句(而非 ὅτι 从句)来表达令人愤慨或担忧的事情,带有假设或悬念色彩。
- 55ἐπεξήλθομεν ἂν ἐπὶ πολὺ κτείνοντες, εἰ μὴ νὺξ τὸ ἔργον ἀφείλετο
过去非真实条件句(与过去事实相反的虚拟语气)。主句用 ἄν 搭配不定过去时直陈式(ἐπεξήλθομεν ἄν),从句用 εἰ 搭配不定过去时直陈式(εἰ μὴ ... ἀφείλετο),意为“若不是夜幕打断了战事,我们本可长途追击斩杀敌人”。
- 55δόξαν πολὺ πρότερον Ἀρσακόμᾳ καὶ Λογχάτῃ
由无人称动词 δοκεῖ 的不定过去时中性单数宾格分词 δόξαν 构成的宾格绝对独立结构。在此充当状语从句,说明先前做出的决定与背景:“因为这早就由阿尔萨科马斯和隆卡忒斯决意定下”。
- 56ἵλεως μὲν ὁ Ἀκινάκης καὶ ὁ Ἄνεμος εἶεν
使用祈愿语气(εἶεν)表达的愿望:“愿短剑与长风宽恕/慈悲”。主语为“短剑”与“长风”二者(托克萨里斯早先起誓的对象),表语形容词 ἵλεως 为雅典式第二变格的单数主格形式(标准复数主格为 ἵλεῳ),与紧随其后的单数主语 ὁ Ἀκινάκης 一致,句末动词 εἶεν 则用复数。
