- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:51-53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马肯忒斯伪装成亲属骗过阿杜尔马科斯,促使其先行出发夺取王位,随即携玛扎埃亚逃回并将其交给阿尔萨科马斯;面对阿尔萨科马斯的道谢,马肯忒斯以手足同体为喻婉言谢绝。
Τόξαρις ταῦτα μὲν ὁ Λογχάτης ἔπραξεν καὶ τὴν ὑπόσχεσιν ἀπεπλήρωσεν τῷ Ἀρσακόμᾳ παραδοὺς τὴν κεφαλὴν τοῦ Λευκάνορος. ὁ Μακέντης δὲ καθʼ ὁδὸν ἀκούσας τὰ ἐν Βοσπόρῳ γενόμενα ἧκεν εἰς τοὺς Μάχλυας καὶ πρῶτος ἀγγείλας αὐτοῖς τὸν φόνον τοῦ βασιλέως, ἡ πόλις δέ, ἔφη, ὦ Ἀδύρμαχε, σὲ γαμβρὸν ὄντα ἐπὶ τὴν βασιλείαν καλεῖ· ὥστε σὺ μὲν προελάσας παραλάμβανε τὴν ἀρχήν, τεταραγμένοις τοῖς πράγμασιν ἐπιφανείς,1 ἡ κόρη δέ σοι κατόπιν ἐπὶ τῶν ἁμαξῶν ἑπέσθω· ῥᾷον γὰρ οὕτω προσάξεις Βοσπορανῶν τοὺς πολλούς, ἰδόντας τὴν Λευκάνορος θυγατέρα. ἐγὼ δὲ Ἀλανός τέ εἰμι καὶ τῇ παιδὶ ταύτῃ συγγενὴς μητρόθεν· παρʼ ἡμῶν γὰρ οὖσαν τὴν Μάστειραν ἠγάγετο ὁ Λευκάνωρ. καὶ νῦν σοι ἥκω παρὰ τῶν Μαστείρας ἀδελφῶν τῶν ἐν Ἀλανίᾳ παρακελευομένων ὅτι τάχιστα ἐλαύνειν ἐπὶ τὸν Βόσπορον καὶ μὴ περιιδεῖν ἐς Εὐβίοτον περιελθοῦσαν τὴν ἀρχήν, ὃς ἀδελφὸς ὢν νόθος Λευκάνορος Σκύθαις μὲν ἀεὶ φίλος ἐστίν, Ἀλανοῖς δὲ ἀπέχθεται. Ταῦτα δὲ ἔλεγεν ὁ Μακέντης ὁμόσκευος καὶ ὁμόγλωττος τοῖς Ἀλανοῖς ὤν· κοινὰ γὰρ ταῦτα Ἀλανοῖς καὶ Σκύθαις, πλὴν ὅτι οὐ πάνυ κομῶσιν οἱ Ἀλανοὶ ὥσπερ οἱ Σκύθαι. ἀλλὰ ὁ Μακέντης καὶ τοῦτο εἴκαστο αὐτοῖς καὶ ἀποκεκάρκει τῆς κόμης ὁπόσον εἰκὸς ἦν2 ἔλαττον κομᾶν τὸν Ἀλανὸν τοῦ Σκύθου· ὥστε ἐπιστεύετο διὰ ταῦτα καὶ ἐδόκει Μαστείρας καὶ Μαζαίας συγγενὴς εἶναι.
托克萨里斯:隆卡忒斯便做成了这些事,将莱坎诺尔的首级交与阿尔萨科马斯,履行了自己的诺言。而马肯忒斯在途中听闻博斯普鲁斯发生的事变,便来到了马克律埃斯人那里,抢先一步向他们通报了国王被弑的消息: “阿杜尔马科斯啊,”他说道,“城邦正在召请你这位乘龙快婿前去继承王位。因此,你当趁局势动荡之际现身,先行策马前往接掌政权;至于姑娘,则让她乘坐马车跟在你的后方。因为博斯普鲁斯人一见到莱坎诺尔的女儿,你便能更容易地争取到他们大多数人的归附。而我本是阿兰人,按母系算是这姑娘的亲族;莱坎诺尔所娶的玛斯泰拉正是我们的同胞。如今我受玛斯泰拉身在阿兰尼亚的兄弟们之托前来见你,他们敦促你以最快速度赶赴博斯普鲁斯,切勿坐视政权落入欧比奥托斯之手;此人是莱坎诺尔的私生兄弟,一向亲附斯基泰人,却对阿兰人怀有敌意。” 马肯忒斯之所以这样说,是因为他在服饰装备与语言上都与阿兰人相同;这些在阿兰人和斯基泰人之间本是相通的,除了一点:阿兰人并不像斯基泰人那样留着长发。但马肯忒斯在这点上也模仿了他们,照着阿兰人比斯基泰人头发短的惯例,剪去了相应长度的头发;因此由于这些缘故,人们对他深信不疑,认为他确是玛斯泰拉和玛扎埃亚的亲戚。
Τόξαρις καὶ νῦν, ἔφη, ὦ Ἀδύρμαχε, ἐλαύνειν τε ἕτοιμος ἅμα σοι ἐπὶ τὸν Βόσπορον, ἢν ἐθέλῃς, μένειν τε, εἰ δέοι, καὶ τὴν παῖδα ἄγειν. τοῦτο, ἔφη, καὶ μᾶλλον, ὁ Ἀδύρμαχος, ἐθελήσαιμʼ ἄν, ἀφʼ αἵματος ὄντα σε Μαζαίαν ἄγειν. ἢν μὲν γὰρ ἅμα ἡμῖν ἴῃς ἐπὶ Βόσπορον, ἱππεῖ ἑνὶ πλείους ἂν γενοίμεθα· εἰ δέ μοι τὴν γυναῖκα ἄγοις, ἀντὶ πολλῶν ἂν γένοιο. Ταῦτα ἐγίνετο καὶ ὁ μὲν ἀπήλαυνε παραδοὺς τῷ Μακέντῃ ἄγειν τὴν Μαζαίαν παρθένον ἔτι οὖσαν. ὁ δὲ ἡμέρας μὲν ἐπὶ τῆς ἁμάξης ἦγεν αὐτήν, ἐπεὶ δὲ νὺξ κατέλαβεν, ἀναθέμενος ἐπὶ τὸν ἵππον — ἐτεθεραπεύκει δὲ ἕνα σφίσιν ἄλλον ἱππέα ἕπεσθαι3 — ἀναπηδήσας καὶ αὐτὸς οὐκέτι παρὰ τὴν Μαιῶτιν ἤλαυνεν, ἀλλʼ ἀποτραπόμενος εἰς τὴν μεσόγειαν ἐν δεξιᾷ λαβὼν τὰ Μιτραίων ὄρη, διαναπαύων μεταξὺ τὴν παῖδα, τριταῖος ἐτέλεσεν ἐκ Μαχλύων ἐς Σκύθας. καὶ ὁ μὲν ἵππος αὐτῷ, ἐπειδὴ ἐπαύσατο τοῦ δρόμου, μικρὸν ἐπιστὰς ἀποθνήσκει, Τόξαρις ὁ δὲ Μακέντης ἐγχειρίσας τὴν Μαζαίαν τῷ Ἀρσακόμᾳ, δέδεξο εἶπεν, καὶ παρʼ ἐμοῦ τὴν ὑπόσχεσιν. Τοῦ δὲ πρὸς τὸ ἀνέλπιστον τοῦ θεάματος καταπλαγέντος καὶ χάριν ὁμολογοῦντος, παῦε, ἔφη ὁ Μακέντης, ἄλλον με ποιῶν σεαυτοῦ·4 τὸ γὰρ χάριν ἐμοὶ ὁμολογεῖν ἐφʼ οἷς ἔπραξα τούτοις τοιόνδε ἐστὶν ὥσπερ ἂν εἰ ἡ ἀριστερά μου χάριν εἰδείη τῇ δεξιᾷ διότι τρωθεῖσάν ποτε αὐτὴν ἐθεράπευσε καὶ φιλοφρόνως ἐπεμελήθη καμνούσης. γελοῖα τοίνυν καὶ ἡμεῖς ἂν ποιοῖμεν εἰ πάλαι ἀναμιχθέντες καὶ ὡς οἷόν τε ἦν εἰς ἕνα συνελθόντες ἔτι μέγα νομίζοιμεν εἶναι εἰ τὸ μέρος ἡμῶν ἔπραξέ τι χρηστὸν ὑπὲρ ὅλου τοῦ σώματος· ὑπὲρ αὑτοῦ γὰρ ἔπραττεν, μέρος ὂν τοῦ ὅλου εὖ πάσχοντος. Οὕτως μὲν ὁ Μακέντης ἔφη τῷ Ἀρσακόμᾳ χάριν ὁμολογήσαντι.
托克萨里斯: “而眼下,”他说道,“阿杜尔马科斯啊,若你愿意,我随时准备与你一同策马前往博斯普鲁斯;若是需要,我也准备留下来护送姑娘。” “若是这样,”阿杜尔马科斯说道, “我倒更希望 由你这位有血缘之亲的人来护送玛扎埃亚。因为你若与我们一同前往博斯普鲁斯,我们不过多了一名骑兵;但若替我护送妻子,你一人的作用便抵得上千军万马。” 事情便如此定下了,阿杜尔马科斯策马离去,将尚待字闺中的玛扎埃亚交由马肯忒斯护送。马肯忒斯白天用车载着她前行,但当夜幕降临,他将她扶上自己的马匹——他此前已安排好另一名骑兵跟随他们二人——自己也翻身上马,不再沿着迈奥提斯湖行进,而是转向内陆,将米特赖亚山脉留在右侧,途中不时让姑娘歇息,在第三天完成了从马克律埃斯人到斯基泰人的行程。而他的战马在跑完全程停下脚步后,只站立了片刻便倒毙了。托克萨里斯:马肯忒斯将玛扎埃亚交到阿尔萨科马斯手中,说道: “收下吧, 这也是来自我的 诺言的兑现。” 阿尔萨科马斯面对这意外的景象惊诧不已,连连道谢,“快打住,”马肯忒斯说道,“切勿将我视作与你无关的旁人。因为你为我所做的这些事向我道谢,正如我的左手受了伤、右手予以医治并在它患病时悉心照料,左手反倒向右手道谢一样。因此,如果我们早已交融在一起、尽可能地合而为一,却依然觉得我们身体的一部分为整个身躯做些有益的事是什么了不起的壮举,那我们也就显得滑稽可笑了;因为既然作为受惠整体的一部分,它本就是为了自身而做的。” 面对阿尔萨科马斯的道谢,马肯忒斯便是这样作答的。
- 51τεταραγμένοις τοῖς πράγμασιν ἐπιφανείς
与格短语“τεταραγμένοις τοῖς πράγμασιν”作复合动词分词“ἐπιφανείς”(ἐπιφαίνομαι的不定过去时分词)的间接宾语,表示在混乱动荡的局势中“突然出现/现身”。
- 51ἀποκεκάρκει τῆς κόμης ὁπόσον εἰκὸς ἦν
“τῆς κόμης”是依赖于动词“ἀποκεκάρκει”的部分属格,表示被剪去毛发的来源整体;而由“ὁπόσον”引导的关系从句则限定了被剪去的具体分量。
- 52ἐτεθεραπεύκει δὲ ἕνα σφίσιν ἄλλον ἱππέα ἕπεσθαι
动词“θεραπεύω”的过去完成时“ἐτεθεραπεύκει”在此接带不定式的宾格句结构(“ἕνα... ἱππέα ἕπεσθαι”),表示预先打点、安排使另一名骑兵随行。“σφίσιν”是间接反身代词与格,指代主语马肯忒斯与姑娘二人。
- 53παῦε... ἄλλον με ποιῶν σεαυτοῦ
命令式“παῦε”带补充性分词“ποιῶν”,表示“停止做……”。“ἄλλον”作宾语补足语,其后的“σεαυτοῦ”则是依赖于“ἄλλον”的比较/分离属格,意为“不要把我当成与你不同的外人”。
