← 琉善

托克萨里斯或友谊

§49-50

隆卡忒斯刺杀博斯普鲁斯国王莱坎诺尔

隆卡忒斯伪装成使者接近博斯普鲁斯国王莱坎诺尔,假意告发阿尔萨科马斯的叛乱并以此换取迎娶王女的承诺,随后借立誓之名将国王诱入神庙刺杀,携其首级成功逃脱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49

Τόξαρις ὁ δὲ Λογχάτης ἀγνοούμενος παρελθὼν ἐς τὸν Βόσπορον προσέρχεται τῷ βασιλεῖ διοικουμένῳ τι τῆς ἀρχῆς καὶ φησὶν ἥκειν μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν, ἰδίᾳ δὲ αὐτῷ μεγάλα πράγματα κομίζων.1 τοῦ δὲ λέγειν κελεύσαντος, οἱ μὲν Σκύθαι, φησίν, τὰ κοινὰ ταῦτα καὶ τὰ καθʼ ἡμέραν ἀξιοῦσιν, μὴ ὑπερβαίνειν τοὺς νομέας ὑμῶν ἐς τὸ πεδίον ἀλλὰ μέχρι τοῦ τράχωνος νέμειν· τοὺς δὲ λῃστὰς οὓς αἰτιᾶσθε ὡς κατατρέχοντας ὑμῶν τὴν χώραν οὐ φασὶν ἀπὸ κοινῆς γνώμης ἐκπέμπεσθαι, ἀλλὰ ἰδίᾳ ἕκαστον ἐπὶ τῷ κέρδει κλωπεύειν· εἰ δέ τις ἁλίσκοιτο αὐτῶν, σὲ κύριον εἶναι κολάζειν. ταῦτα μὲν ἐκεῖνοι ἐπεστάλκασιν, Τόξαρις ἐγὼ δὲ μηνύω σοι μεγάλην ἔφοδον ἐσομένην ἐφʼ ὑμᾶς ὑπʼ Ἀρσακόμα τοῦ Μαριάντα, ὃς ἐπρέσβευε πρῴην παρὰ σὲ καί, οἶμαι, διότι αἰτήσας τὴν θυγατέρα οὐκ ἔτυχε παρὰ σοῦ, ἀγανακτεῖ καὶ ἐπὶ τῆς βύρσης ἑβδόμην ἡμέραν ἤδη κάθηται καὶ συνῆκται στρατὸς οὐκ ὀλίγος αὐτῷ. ἤκουσα, ἔφη ὁ Λευκάνωρ, καὶ αὐτὸς ἀθροίζεσθαι δύναμιν ἀπὸ βύρσης, ὅτι δʼ ἐφʼ ἡμᾶς συνίσταται καὶ ὅτι Ἀρσακόμας ὁ ἐλαύνων ἐστὶν ἠγνόουν. ἀλλʼ ἐπὶ σέ, ἔφη ὁ Λογχάτης, ἡ παρασκευή. ἐμοὶ δὲ ἐχθρὸς ὁ Ἀρσακόμας ἐστί, καὶ ἄχθεται διότι προτιμῶμαι αὐτοῦ ὑπὸ τῶν γεραιτέρων καὶ ἀμείνων τὰ πάντα δοκῶ εἶναι· εἰ δέ μοι ὑπόσχοιο τὴν ἑτέραν σου θυγατέρα Βαρκέτιν, οὐδὲ τὰ ἄλλα ἀναξίῳ ὑμῶν ὄντι, οὐκ εἰς μακράν σοι ἥξω τὴν κεφαλὴν αὐτοῦ κομίζων. ὑπισχνοῦμαι, ἔφη ὁ βασιλεύς, μάλα περιδεὴς γενόμενος· ἔγνω γὰρ τὴν αἰτίαν τῆς ὀργῆς τῆς Ἀρσακόμα τὴν ἐπὶ τῷ γάμῳ, καὶ ἄλλως ὑπέπτησσεν ἀεὶ τοὺς Σκύθας. ὁ δὲ Λογχάτης, ὄμοσον, εἶπεν, ἦ μὴν φυλάξειν τὰς συνθήκας, μηδὲ ἀπαρνήσεσθαι τότε ἤδη, τούτων γενομένων. καὶ ἐπεὶ ἀνατείνας εἰς τὸν οὐρανὸν ἤθελεν ὀμνύειν, μὴ σύ γε ἐνταῦθα, εἶπεν, μὴ καί τις ὑπίδηται τῶν ὁρώντων ἐφʼ ὅτῳ ὁρκωμοτοῦμεν, ἀλλὰ εἰς τὸ ἱερὸν τοῦ Ἄρεως τουτὶ εἰσελθόντες, ἐπικλεισάμενοι τὰς θύρας ὀμνύωμεν, ἀκουσάτω δὲ μηδείς· εἰ γάρ τι τούτων πύθοιτο Ἀρσακόμας, δέδια μὴ προθύσηται με τοῦ πολέμου,2 χεῖρα οὐ μικρὰν ἤδη περιβεβλημένος. εἰσίωμεν, ἔφη ὁ βασιλεύς, ὑμεῖς δὲ ἀπόστητε ὅτι πορρωτάτω· μηδεὶς δὲ παρέστω ἐς τὸν νεὼν ὅντινα μὴ ἐγὼ καλέσω. Ἐπεὶ δὲ οἱ μὲν εἰσῆλθον, οἱ δορυφόροι δὲ ἀπέστησαν, σπασάμενος τὸν ἀκινάκην, ἐπισχὼν τῇ ἑτέρᾳ τὸ στόμα ὡς μὴ βοήσειε, παίει παρὰ τὸν μαστόν, εἶτα ἀποτεμὼν τὴν κεφαλὴν ὑπὸ τῇ χλαμύδι ἔχων ἐξῄει, μεταξὺ διαλεγόμενος δῆθεν αὐτῷ3 καὶ διὰ ταχέων ἥξειν λέγων, ὡς δὴ ἐπί τι πεμφθεὶς ὑπʼ ἐκείνου. καὶ οὕτως ἐπὶ τὸν τόπον ἀφικόμενος ἔνθα καταδεδεμένον καταλελοίπει τὸν ἵππον, ἀναβὰς ἀφιππάσατο εἰς τὴν Σκυθίαν. δίωξις δὲ οὐκ ἐγένετο αὐτοῦ, ἐπὶ πολὺ ἀγνοησάντων τὸ γεγονὸς τῶν Βοσπορανῶν, καὶ ὅτε ἔγνωσαν, ὑπὲρ τῆς βασιλείας στασιαζόντων.

托克萨里斯:隆卡忒斯则在未被认出的情况下潜入博斯普鲁斯,趁国王正在处理政务之际上前觐见,声称自己代表斯基泰公众而来,却为国王私下带来了重大机密。国王命他陈述,“斯基泰人方面,”他说道,“提出了这些通常且日常的交涉:请求你们的牧民切勿越界进入平原,而只放牧到石地为止;至于你们指控侵扰贵国边境的盗匪,斯基泰人声称他们并非依照公意派遣,而是各自为图私利进行偷盗;若其中有人被捕,任凭陛下处置。以上是他们嘱托转达的事务。托克萨里斯:但我个人要向陛下告发,马里安塔斯之子阿尔萨科马斯正准备对你们发起大规模进犯。他日前曾作为使节出使贵国,想必因向陛下求娶王女未遂而愤恨不平,如今坐在牛皮上已有七天,麾下已纠集起一支不小的军队。” “这事我也听说了,”莱坎诺尔说道,“有人正借牛皮招募兵力;但我此前并不知道这兵力是针对我们的,更不知幕后的指使者竟是阿尔萨科马斯。” “然而这场备战正是针对陛下的,”隆卡忒斯说道。 “阿尔萨科马斯本就是我的仇敌,他因长辈们看重我甚于他、且认为我各方面都比他强而对我怀恨在心。倘若陛下愿将另一位王女巴尔凯蒂斯许配给我——在其他方面我也决不辱没你们——不久我定将带着他的头颅前来献给陛下。” “我答应你,”国王极为惊恐地说道;因为他完全明白阿尔萨科马斯因婚姻之事产生的怒火缘由,况且他向来就对斯基泰人十分畏怯。 隆卡忒斯随即说道: “请起誓必定恪守誓约,事成之时绝不反悔。” 正当国王举手向天欲立誓之际,“切勿在此起誓,”隆卡忒斯说道,“免得旁观者起疑,猜出我们为何事立誓。我们不如进入这座阿瑞斯神庙,紧闭大门后再起誓,不要让任何人听见。因为倘若阿尔萨科马斯察觉到半点风声,我唯恐他已坐拥不小的武装,会在开战前拿我血祭。” “我们进去吧,”国王说道,“你们退得越远越好;凡未经我召见者,一律不得踏入神庙。” 待二人进入神庙、侍卫们退散之后,隆卡忒斯拔出短剑,用另一只手捂住国王的嘴以免他呼救,猛刺其胸侧。随后斩下国王的首级藏于斗篷之下便走了出来,一路上佯装仍在与国王交谈,口中说着立刻便回,宛如奉了国王的旨意前去办事一般。就这样,他来到此前拴马之处,翻身上马策马奔回斯基泰。并没有人追捕他,因为博斯普鲁斯人很久都未发觉发生了何事,而当他们察觉之时,又为了争夺王位而陷入了内乱。

语法注3 条
  1. 49φησὶν ἥκειν μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν, ἰδίᾳ δὲ αὐτῷ μεγάλα πράγματα κομίζων

    在主要动词 φησίν 的支配下,前半句使用不定式 ἥκειν,而后半句则并列了主格分词 κομίζων。由于分词的逻辑主语与 φησίν 的主语(隆卡忒斯)一致,此处未顺应前面的不定式结构,而是转换为主格分词(轻微的句法破格)。

  2. 50δέδια μὴ προθύσηται με τοῦ πολέμου

    δέδια μή 引出表示担心的从句(虚拟式)。动词 προθύω(预先献祭、充当先锋祭品)的中动态虚拟式 προθύσηται 支配直接宾语 με,而 τοῦ πολέμου 则是表示时间在先或比较的属格(意为“在开战之前”或“作为战争的前奏献祭”)。

  3. 50μεταξὺ διαλεγόμενος δῆθεν αὐτῷ

    副词 μεταξύ 与现在分词 διαλεγόμενος 连用,表示动作的同时性(“正在离开的当间 / 一边交谈着”)。δῆθεν 则是表示假装、表象的小词(“假意”、“佯称”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:49-50