← 琉善

托克萨里斯或友谊

§1-4

斯基泰人对奥瑞斯忒斯与皮拉得斯的崇拜

姆内西普斯与托克萨里斯就斯基泰人为何崇拜曾经是敌人的希腊人奥瑞斯忒斯和皮拉得斯展开辩论,探讨英雄崇拜的真正理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Μνήσιππος τί φής, ὦ Τόξαρι; θύετε Ὀρέστῃ καὶ Πυλάδῃ ὑμεῖς οἱ Σκύθαι καὶ θεοὺς εἶναι πεπιστεύκατε αὐτούς; Τόξαρις θύομεν, ὦ Μνήσιππε, θύομεν, οὐ μὴν θεούς γε οἰόμενοι εἶναι, ἀλλὰ ἄνδρας ἀγαθούς. Μνήσιππος νόμος δὲ ὑμῖν καὶ ἀνδράσιν ἀγαθοῖς ἀποθανοῦσι θύειν ὥσπερ θεοῖς; Τόξαρις οὐ μόνον, ἀλλὰ καὶ ἑορταῖς καὶ πανηγύρεσιν τιμῶμεν αὐτούς. Μνήσιππος τί θηρώμενοι παρʼ αὐτῶν; οὐ γὰρ δὴ ἐπʼ εὐμενείᾳ θύετε αὐτοῖς, νεκροῖς γε οὖσιν. Τόξαρις οὐ χεῖρον μὲν ἴσως, εἰ καὶ οἱ νεκροὶ ἡμῖν εὐμενεῖς εἶεν· οὐ μὴν ἀλλὰ πρὸς τοὺς ζῶντας ἄμεινον οἰόμεθα πράξειν μεμνημένοι τῶν ἀρίστων, καὶ τιμῶμεν ἀποθανόντας, ἡγούμεθα γὰρ οὕτως ἂν ἡμῖν πολλοὺς ὁμοίους αὐτοῖς ἐθελῆσαι γενέσθαι.

姆内西普斯:托克萨里斯,你说什么呢?你们斯基泰人竟然向奥瑞斯忒斯和皮拉得斯献祭,并确信他们是神明吗? 托克萨里斯:我们确实献祭,姆内西普斯,确实献祭;然而我们绝非以为他们是神明,而是以为他们是杰出的勇士。 姆内西普斯:难道你们的风俗是,即使对死去的善人,也像对神明一样献祭吗? 托克萨里斯:不仅如此,我们还用节日和盛会来尊崇他们。 姆内西普斯:你们想从他们那里猎取什么?毕竟你们总不至于为了求得死者的善意而向他们献祭吧。 托克萨里斯:如果死者也能对我们心怀善意,那固然未尝不可;然而更在于,我们认为通过铭记最优秀的人,在面对活着的人时我们将做得更好,因此我们尊崇死者,因为我们认为这样一来,我们中间就会有许多人渴望变得像他们一样。

§2

Μνήσιππος ἀλλὰ ταῦτα μὲν ὀρθῶς γιγνώσκετε. Ὀρέστην δὲ καὶ Πυλάδην τίνος μάλιστα θαυμάσαντες ἰσοθέους ἐποιήσασθε,1 καὶ ταῦτα ἐπήλυδας ὑμῖν ὄντας καὶ τὸ μέγιστον πολεμίους; οἵ γε, ἐπεὶ σφᾶς ναυαγίᾳ περιπεσόντας οἱ τότε Σκύθαι συλλαβόντες ἀπῆγον ὡς τῇ Ἀρτέμιδι καταθύσοντες, ἐπιθέμενοι τοῖς δεσμοφύλαξι καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες τόν τε βασιλέα κτείνουσι καὶ τὴν ἱέρειαν παραλαβόντες, ἀλλὰ καὶ τὴν Ἄρτεμιν αὐτὴν ἀποσυλήσαντες ᾤχοντο ἀποπλέοντες, καταγελάσαντες τοῦ κοινοῦ τῶν Σκυθῶν. ὥστε εἰ διὰ ταῦτα τιμᾶτε τοὺς ἄνδρας, οὐκ ἂν φθάνοιτε πολλοὺς ὁμοίους αὐτοῖς ἐξεργασάμενοι.2 καὶ τοὐντεῦθεν αὐτοὶ ἤδη πρὸς τὰ παλαιὰ σκοπεῖτε, εἰ καλῶς ἔχει ὑμῖν πολλοὺς ἐς τὴν Σκυθίαν Ὀρέστας καὶ Πυλάδας καταίρειν. ἐμοὶ μὲν γὰρ δοκεῖτε τάχιστα ἂν οὕτως ἀσεβεῖς αὐτοὶ καὶ ἄθεοι γενέσθαι, τῶν περιλοίπων θεῶν τὸν αὐτὸν τρόπον ὑμῖν ἐκ τῆς χώρας ἀποξενωθέντων. εἶτʼ, οἶμαι, ἀντὶ τῶν θεῶν ἁπάντων τοὺς ἐπʼ ἐξαγωγῇ αὐτῶν ἥκοντας ἄνδρας ἐκθειάσετε καὶ ἱεροσύλοις ὑμῶν οὖσιν θύσετε ὡς θεοῖς.

姆内西普斯:在这一点上你们的见解倒是对的。但是,你们究竟最赞赏奥瑞斯忒斯和皮拉得斯的什么,竟然把他们尊为与神平等的存在?更何况他们对你们而言是外来者,而且最主要的是敌人!想当年,他们遭遇海难,被当时的斯基泰人俘获并押送去向阿尔忒弥斯献祭,然而他们袭击狱卒,制服卫兵,不仅杀死了国王,带走了女祭司,甚至还掠走阿尔忒弥斯女神的神像乘船离去,嘲弄了整个斯基泰共同体。所以,如果你们因这些事而尊崇他们,那你们可得赶紧多制造出一些像他们一样的人才好!从此你们自己就对照往昔好好想想吧,有许多奥瑞斯忒斯和皮拉得斯来到斯基泰对你们而言究竟是不是一件好事。因为在我看来,你们很快就会以这种方式让自己变得不虔敬且没有神明,因为其余的神明也将以同样的方式被逐出你们的国土。随后,我想,你们会把前来掠夺神明的人捧为神,而不是尊崇所有的神明,并且向洗劫你们神庙的盗贼像向神明一样献祭了。

§3

Μνήσιππος εἰ γὰρ μὴ ἀντὶ τούτων Ὀρέστην καὶ Πυλάδην τιμᾶτε, ἀλλʼ εἰπέ, τί ἄλλο, ὦ Τόξαρι, ἀγαθὸν ὑμᾶς εἰργάσαντο ἀνθʼ ὅτου, πάλαι οὐ θεοὺς εἶναι δικαιώσαντες αὐτούς, νῦν τὸ ἔμπαλιν θύσαντες αὐτοῖς θεοὺς νενομίκατε, καὶ ἱερείοις ὀλίγου δεῖν τότε γενομένοις ἱερεῖα νῦν προσάγετε; γελοῖα γὰρ ἂν ταῦτα δόξειε καὶ ὑπεναντία τοῖς πάλαι. Τόξαρις καὶ ταῦτα μέν, ὦ Μνήσιππε, γενναῖα τῶν ἀνδρῶν ἐκείνων ἃ κατέλεξας. τὸ γὰρ δύο ὄντας οὕτω μέγα τόλμημα τολμῆσαι καὶ τοσοῦτον ἀπὸ τῆς αὐτῶν ἀπάραντας ἐκπλεῦσαι ἐς τὸν Πόντον ἀπείρατον ἔτι τοῖς Ἕλλησιν ὄντα πλὴν μόνων τῶν ἐπὶ τῆς Ἀργοῦς ἐς τὴν Κολχίδα στρατευσάντων, μὴ καταπλαγέντας μήτε τοὺς μύθους τοὺς ἐπʼ αὐτῷ μήτε τὴν προσηγορίαν καταδείσαντας ὅτι ἄξενος ἐκαλεῖτο, οἷα, οἶμαι, ἀγρίων ἐθνῶν περιοικούντων, καὶ ἐπειδὴ ἑάλωσαν, οὕτως ἀνδρείως χρήσασθαι τῷ πράγματι καὶ μὴ ἀγαπῆσαι εἰ διαφεύξονται μόνον, ἀλλὰ τιμωρησαμένους τὸν βασιλέα τῆς ὕβρεως καὶ τὴν Ἄρτεμιν ἀναλαβόντας ἀποπλεῦσαι, πῶς ταῦτα οὐ θαυμαστὰ καὶ θείας τινὸς τιμῆς ἄξια3 παρὰ πάντων ὁπόσοι ἀρετὴν ἐπαινοῦσιν; ἀτὰρ οὐ ταῦτα ἡμεῖς Ὀρέστῃ καὶ Πυλάδῃ ἐνιδόντες ἥρωσιν αὐτοῖς χρώμεθα.

姆内西普斯:如果你们不是因为这些事而尊崇奥瑞斯忒斯和皮拉得斯,那么请告诉我,托克萨里斯,他们究竟对你们做过什么别的好事,以至于从前认定他们不是神明,如今却反过来向他们献祭并将他们视若神明,从前他们差一点沦为祭品,如今你们却向他们奉献祭品?因为这看来既荒唐,又与当年的情形完全背道而驰。 托克萨里斯:姆内西普斯,你所列举的那些,也正是那两个人的高贵之处。仅仅两个人就敢于进行如此伟大的冒险,从自己的家园远涉重洋来到本都,而这片海域除了随阿尔戈号远征科尔喀斯的人之外对希腊人来说还是未踏足之地,他们既不畏惧关于它的种种传说,也不害怕它被称为“不待客之海”的名号(我想是因为周围居住着野蛮部族),而在被俘之后,他们如此英勇地应对局面,不以仅仅逃脱为满足,反而为受到的侮辱惩罚了国王,带上阿尔忒弥斯女神像扬帆而去——这一切在所有赞美德行的人看来,难道不值得惊叹,不配得到某种神圣的尊荣吗?然而,我们并不是因为在奥瑞斯忒斯和皮拉得斯身上看到了这些,才将他们尊为英雄的。

§4

Μνήσιππος λέγοις ἂν ἤδη ὅ τι τὸ σεμνὸν καὶ θεῖον ἄλλο ἐξειργάσαντο· ἐπεὶ ὅσον ἐπὶ τῷ πλῷ καὶ τῇ ἀποδημίᾳ πολλοὺς ἄν σοι θειοτέρους ἐκείνων ἀποδείξαιμι, τοὺς ἐμπόρους, καὶ μάλιστα τοὺς Φοίνικας αὐτῶν, οὐκ εἰς τὸν Πόντον οὐδὲ ἄχρι τῆς Μαιώτιδος καὶ τοῦ Βοσπόρου μόνον ἐσπλέοντας, ἀλλὰ πανταχοῦ τῆς Ἑλληνικῆς καὶ βαρβαρικῆς θαλάττης ναυτιλλομένους· ἅπασαν γὰρ οὗτοι ἀκτὴν καὶ πάντα αἰγιαλόν, ὡς εἰπεῖν, διερευνησάμενοι καθʼ ἕκαστον ἔτος ὀψὲ τοῦ μετοπώρου εἰς τὴν αὐτῶν ἐπανίασιν. οὓς κατὰ τὸν αὐτὸν λόγον θεοὺς νόμιζε, καὶ ταῦτα καπήλους καὶ ταριχοπώλας, εἰ τύχοι, τοὺς πολλοὺς αὐτῶν ὄντας.

姆内西普斯:那你现在就可以说说他们还成就了什么庄严而神圣的事迹。因为单就航海和远游而言,我能向你指出许多比他们更具神性的人——那些商旅,尤其是他们之中的腓尼基人,他们不仅航行到本都,也不仅航行到迈奥提斯和博斯普鲁斯,而且在整个希腊与蛮族的各处海域航行。他们可以说探查了每一个岬角和每一片海滩,在每年深秋返回故土。按照同样的逻辑,你也该把他们当作神明了,尽管他们大多数人恰恰不过是小贩和腌鱼贩子罢了。

语法注3 条
  1. 2τίνος μάλιστα θαυμάσαντες ἰσοθέους ἐποιήσασθε

    动词 θαυμάζω 的结构通常以宾格表示赞赏的对象(即前文的 Ὀρέστην δὲ καὶ Πυλάδην),以原因属格表示所赞赏的方面(τίνος)。整句意为“究竟赞赏他们的哪一点而将他们尊为与神同等”。

  2. 2οὐκ ἂν φθάνοιτε πολλοὺς ὁμοίους αὐτοῖς ἐξεργασάμενοι

    短语 οὐκ ἂν φθάνοις / φθάνοιτε 接分词为希腊语习惯表达,意为“宜速做……”、“势必很快会……”或“不可避免地……”。此处带有讽刺意味:如果因为这些行径而尊崇他们,斯基泰人很快就会在自己人中造就许多同样的暴徒。

  3. 3τὸ γὰρ δύο ὄντας οὕτω μέγα τόλμημα τολμῆσαι καὶ τοσοῦτον ἀπὸ τῆς αὐτῶν ἀπάραντας ἐκπλεῦσαι ... καὶ ἐπειδὴ ἑάλωσαν, οὕτως ἀνδρείως χρήσασθαι τῷ πράγματι ... πῶς ταῦτα οὐ θαυμαστὰ καὶ θείας τινὸς τιμῆς ἄξια

    长大的首尾呼应结构。句首以带冠词的不定式短语(τὸ ... τολμῆσαι, ἐκπλεῦσαι, χρήσασθαι, ἀποπλεῦσαι)列举一系列英雄壮举作为话题主语,句末则以反问从句中的指示代词 ταῦτα 将上述内容进行归纳与复指(πῶς ταῦτα οὐ θαυμαστὰ...),进而连接谓语形容词 θαυμαστὰ καὶ ... ἄξια。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:1-4