← 琉善

托克萨里斯或友谊

§46-48

三友人的复仇盟誓与牛皮誓约聚兵

阿尔萨科马斯向两位挚友哭诉求婚受辱的经过,隆卡忒斯发誓取来国王首级,马肯忒斯前往夺回新娘,阿尔萨科马斯则依斯基泰传统端坐牛皮之上召集起庞大军队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46

Τόξαρις ὁ δὲ Ἀρσακόμας ἐπανελθὼν οἴκαδε μηνύει τοῖς φίλοις ὡς ἀτιμασθείη ὑπὸ τοῦ βασιλέως καὶ γελασθείη ἐν τῷ συμποσίῳ, πένης εἶναι δόξας. καίτοι, ἔφη, ἐγὼ διηγησάμην αὐτῷ τὸν πλοῦτον ὁπόσος ἐστίν μοι, ὑμᾶς, ὦ Λογχάτα καὶ Μακέντα, καὶ τὴν εὔνοιαν τὴν ὑμετέραν, πολὺ ἀμείνω καὶ βεβαιοτέραν τῆς Βοσπορανῶν δυνάμεως. ἀλλʼ ἐμοῦ ταῦτα διεξιόντος ἡμᾶς μὲν ἐχλεύαζεν καὶ κατεφρόνει, Ἀδυρμάχῳ δὲ τῷ Μάχλυϊ παρέδωκεν ἀπάγειν τὴν νύμφην, ὅτι χρυσᾶς τε φιάλας ἐλέγετο ἔχειν δέκα καὶ ἁμάξας τετρακλίνους ὀγδοήκοντα καὶ πρόβατα καὶ βοῦς πολλούς. οὕτως ἄρα προετίμησεν ἀνδρῶν ἀγαθῶν βοσκήματα πολλὰ καὶ ἐκπώματα περίεργα καὶ ἁμάξας βαρείας. ἐγὼ δέ, ὦ φίλοι, διʼ ἀμφότερα ἀνιῶμαι· καὶ γὰρ ἐρῶ τῆς Μαζαίας, καὶ ἡ ὕβρις ἐν τοσούτοις ἀνθρώποις οὐ μετρίως μου καθίκετο. οἶμαι δὲ καὶ ὑμᾶς ἐπʼ ἴσης ἠδικῆσθαι· τὸ γὰρ τρίτον μετῆν ἑκάστῳ ἡμῶν τῆς ἀτιμίας,1 εἴ γε οὕτω βιοῦμεν ὡς ἀφʼ οὗ συνεληλύθαμεν εἷς ἄνθρωπος ὄντες καὶ τὰ αὐτὰ ἀνιώμενοι καὶ τὰ αὐτὰ χαίροντες. οὐ μόνον, ἐπεῖπεν ὁ Λογχάτης, ἀλλὰ ἕκαστος ἡμῶν ὅλος ὕβρισται, ὁπότε σὺ τοιαῦτα ἔπαθες.

托克萨里斯:阿尔萨科马斯回到家中,向朋友们通报自己因被视作穷人而遭到国王的侮辱并在宴席上受尽嘲笑。 “然而,”他说, “我曾向他陈述过我的财富有多么雄厚——那就是你们,隆卡忒斯和马肯忒斯,以及你们的情谊,这远比博斯普鲁斯人的权势更优秀、更坚固。但我诉说这些时,他却嘲弄并鄙视我们,将新娘交由马赫律埃斯人阿狄尔马科斯带走,只因据说那人拥有十只金盏、八十辆带四人卧榻的大车以及数不清的牛羊。看来,比起英勇的男子汉,他竟更看重成群的牲畜、精巧过度的酒杯和沉重的大车! 朋友们,我因两件事而痛苦万分:其一是我深爱着玛扎亚,其二是在众人面前受到的这般奇耻大辱令我痛彻心扉。我认为你们也同样受到了侵害;因为如果我们自从结义以来便形同一人、休戚与共,那么我们每个人便各自分担了这屈辱的三分之一。” “不仅如此,”隆卡忒斯插话道,“既然你遭受了这等遭遇,我们每个人便都受到了完全的侮辱。”

§47

Τόξαρις πῶς οὖν, ὁ Μακέντης ἔφη, χρησόμεθα τοῖς παροῦσι; ʼ διελώμεθα, ἔφη ὁ Λογχάτης, τὸ ἔργον· καὶ ἐγὼ μὲν ὑπισχνοῦμαι Ἀρσακόμᾳ τὴν κεφαλὴν κομιεῖν τὴν Λευκάνορος, σὲ δὲ χρὴ τὴν νύμφην ἐπανάγειν αὐτῷ. οὕτω γινέσθω, ἔφη· σὺ δέ, ὦ Ἀρσακόμα, ἐν τοσούτῳ — εἰκὸς γὰρ καὶ στρατιᾶς καὶ πολέμου τὸ μετὰ τοῦτο δεήσειν — ἡμᾶς αὐτοῦ περιμένων συνάγειρε καὶ παρασκεύαζε ὅπλα καὶ ἵππους καὶ τὴν ἄλλην δύναμιν ὡς πλείστην. ῥᾷστα δʼ ἂν πολλοὺς προσαγάγοις αὐτός τε ἀγαθὸς ὢν καὶ ἡμῖν οὐκ ὀλίγων ὄντων οἰκείων, μάλιστα δὲ εἰ καθέζοιο ἐπὶ τῆς βύρσης τοῦ βοός. ἔδοξε ταῦτα, καὶ ὁ μὲν ἐχώρει ὡς εἶχεν εὐθὺς ἐπὶ τοῦ Βοσπόρου, ὁ Λογχάτης, ὁ Μακέντης δὲ ἐπὶ τοὺς Μάχλυας, ἱππότης ἑκάτερος, ὁ δὲ Ἀρσακόμας οἴκοι μένων τοῖς τε ἡλικιώταις διελέγετο καὶ ὥπλιζε δύναμιν παρὰ τῶν οἰκείων, τέλος δὲ καὶ ἐπὶ τῆς βύρσης ἐκαθέζετο.

托克萨里斯:“那么,”马肯忒斯说道,“我们该如何应对目前的局势呢?” “让我们分工协作吧,”隆卡忒斯说道,“我向阿尔萨科马斯保证取来莱坎诺尔的首级,而你则应当把新娘给他带回来。” “就这么办,”他说道。 “阿尔萨科马斯,至于你,在这期间——因为此后势必需要军队与战事——且在此等候我们,并尽可能多地召集和筹备武器、战马以及其他兵力。你自己本就是豪勇之人,加之我们亲族众多,你定能轻易招揽大批人马,尤其是如果你坐上牛皮的话。” 商议已定,隆卡忒斯便轻装策马径直奔向博斯普鲁斯,马肯忒斯则策马奔向马赫律埃斯人,二人皆为骑兵;而阿尔萨科马斯留在故里,一方面与同辈青年商榷,从亲族中武装人马,最终也坐上了牛皮。

§48

Τόξαρις τὸ δὲ ἔθος ἡμῖν τὸ περὶ τὴν βύρσαν οὕτως ἔχει· ἐπειδὰν ἀδικηθείς τις πρὸς ἑτέρου, ἀμύνασθαι βουλόμενος, ἴδῃ καθʼ ἑαυτὸν οὐκ ἀξιόμαχος ὤν, βοῦν ἱερεύσας τὰ μὲν κρέα κατακόψας ἥψησεν, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν κάθηται ἐπʼ αὐτῆς, εἰς τοὐπίσω παραγαγὼν τὼ χεῖρε ὥσπερ οἱ ἐκ τῶν ἀγκώνων δεδεμένοι. καὶ τοῦτό ἐστιν ἡμῖν ἡ μεγίστη ἱκετηρία. παρακειμένων δὲ τῶν κρεῶν τοῦ βοὸς προσιόντες οἱ οἰκεῖοι καὶ τῶν ἄλλων ὁ βουλόμενος μοῖραν ἕκαστος λαβὼν ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα2 ὑπισχνεῖται κατὰ δύναμιν, ὁ μὲν πέντε ἱππέας παρέξειν ἀσίτους καὶ ἀμίσθους, ὁ δὲ δέκα, ὁ δὲ πλείους, ὁ δὲ ὁπλίτας ἢ πεζοὺς ὁπόσους ἂν δύνηται, ὁ δὲ μόνον ἑαυτόν, ὁ πενέστατος. ἀθροίζεται οὖν ἐπὶ τῆς βύρσης πολὺ πλῆθος ἐνίοτε, καὶ τὸ τοιοῦτο σύνταγμα βεβαιότατόν τέ ἐστι συμμεῖναι καὶ ἀπρόσμαχον τοῖς ἐχθροῖς ἅτε καὶ ἔνορκον ὄν· τὸ γὰρ ἐπιβῆναι τῆς βύρσης ὅρκος ἐστίν. ὁ μὲν οὖν Ἀρσακόμας ἐν τούτοις ἦν, καὶ ἠθροίσθησαν αὐτῷ ἱππεῖς μὲν ἀμφὶ τοὺς πεντακισχιλίους, ὁπλῖται δὲ καὶ πεζοὶ συναμφότεροι δισμύριοι.

托克萨里斯:我们关于牛皮的风俗是这样的:凡是遭受他人侵害而意图复仇、却发觉单凭自身实力难以匹敌之人,便宰杀一头公牛,将肉切碎煮熟;他自己则将牛皮摊在地上并端坐其上,把双手背在身后,宛如双肘被捆绑的囚徒一般。这在我们当中是最高规格的祈求仪式。公牛的肉陈列在旁,亲族以及其他任何有意相助者便走上前来,每人取一份肉,右脚踏上牛皮,并根据自身能力许下诺言:有人承诺提供五名不领口粮与军饷的骑兵,有人承诺出十人,有人承诺出更多,有人承诺尽力提供重装兵或步卒,而最穷苦的人则承诺亲自从军。因此,有时会有大批人马聚集在牛皮周围,而这样的队伍不仅最为同心同德、坚不可摧,对敌人而言更难抵挡,因为这是一支立誓之军;踏上牛皮本身就是立誓。 当时阿尔萨科马斯正忙于此事,聚集到他麾下的骑兵约有五千人,重装兵与步兵共计两万人。

语法注2 条
  1. 46τὸ γὰρ τρίτον μετῆν ἑκάστῳ ἡμῶν τῆς ἀτιμίας

    此处使用了无人称动词 μέτεστι(未完成过去时 μετῆν,意为“某人享有某物的一份”)结构。与格 ἑκάστῳ ἡμῶν 表示所属者(“我们每个人”),部分性属格 τῆς ἀτιμίας 表示分担的对象(“耻辱的”),中性格名词短语 τὸ τρίτον(“三分之一”)充当份额的名词短语,整体意为“那耻辱的三分之一分属于我们每个人”。

  2. 48ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα

    复合动词 ἐπιβαίνω(踏上)支配与格 τῇ βύρσῃ(“牛皮上”),同时带有名词宾格 τὸν δεξιὸν πόδα(“右脚”)。该宾格既可视为动作器官的内部宾格/手段性宾格(“把右脚踏上”),亦可视为限制性宾格(希腊语特征性的身体部位宾格),与格则承接前缀 ἐπί 表明着落点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:46-48