← 琉善

托克萨里斯或友谊

§43-45

贝利塔斯之死与阿尔萨科马斯求婚

托克萨里斯讲述了贝利塔斯为救遭狮子袭击的朋友巴斯忒斯而同归于尽的故事,并开始讲述第三个故事:阿尔萨科马斯向博斯普鲁斯国王之女求婚,不夸示财富而自豪于拥有两位挚友。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43

Τόξαρις ἄκουε δʼ οὖν καὶ ἄλλον ἰσότιμον, Βελίτταν, Ἀμιζώκου τούτου ἀνεψιόν, ὃς ἐπεὶ κατασπασθέντα ἐκ τοῦ ἵππου ὑπὸ λέοντος εἶδε Βάσθην τὸν φίλον (ἅμα δὲ ἔτυχον θηρῶντες) καὶ ἤδη ὁ λέων περιπλακεὶς αὐτῷ ἐνεπεφύκει τῷ λαιμῷ καὶ τοῖς ὄνυξιν ἐσπάρασσε, καταπηδήσας καὶ αὐτὸς ἐπιπίπτει κατόπιν τῷ θηρίῳ καὶ περιέσπα, πρὸς ἑαυτὸν παροξύνων καὶ μετάγων καὶ διὰ τῶν ὀδόντων μεταξὺ διείρων τοὺς δακτύλους καὶ τὸν Βάσθην, ὡς οἷόν τε ἦν, ὑπεξελεῖν πειρώμενος τοῦ δήγματος, ἄχρι δὴ ὁ λέων ἀφεὶς ἐκεῖνον ἡμιθνῆτα ἤδη ἐπὶ τὸν Βελίτταν ἀπεστράφη καὶ συμπλακεὶς ἀπέκτεινε κἀκεῖνον· ὁ δὲ ἀποθνήσκων τὸ γοῦν τοσοῦτον ἔφθη πατάξας1 τῷ ἀκινάκῃ τὸν λέοντα εἰς τὸ στέρνον ὥστε ἅμα πάντες ἀπέθανον, καὶ ἡμεῖς ἐθάψαμεν αὐτοὺς δύο τάφους ἀναχώσαντες πλησίον, ἕνα μὲν τῶν φίλων, ἕνα δὲ καταντικρὺ τοῦ λέοντος.

托克萨里斯:那么,你且听听另一位同等尊贵的人——正是这位阿米佐凯斯的堂弟贝利塔斯的故事。当他看见好友巴斯忒斯被一头狮子从马上拽下时(他们当时正巧一同狩猎),那狮子已经缠住巴斯忒斯,咬住他的喉咙,并用利爪撕扯着他;贝利塔斯自己也跳下马,从背后扑向野兽,拼命将它往后拽,试图把野兽激怒引向自己,将手指伸进狮子的利齿之间,竭尽所能想把巴斯忒斯从那利齿的撕咬中解救出来;直到那头狮子丢下已然奄奄一息的巴斯忒斯,转过身来扑向贝利塔斯,与他缠斗在一起并也将他咬死;然而他在垂死之际,至少及时用短剑刺入了狮子的胸膛,结果他们全都一同丧命。我们在附近堆起了两座坟冢安葬了他们,一座埋葬两位挚友,另一座就在正对面,埋葬了那头狮子。

§44

Τόξαρις τρίτην δέ σοι διηγήσομαι, ὦ Μνήσιππε, τὴν Μακέντου φιλίαν καὶ Λογχάτου καὶ Ἀρσακόμα. ὁ γὰρ Ἀρσακόμας οὗτος ἠράσθη Μαζαίας τῆς Λευκάνορος, τοῦ βασιλεύσαντος ἐν Βοσπόρῳ, ὁπότε ἐπρέσβευεν ὑπὲρ τοῦ δασμοῦ ὃν οἱ Βοσπορανοὶ ἀεὶ φέροντες ἡμῖν τότε ἤδη τρίτον μῆνα ὑπερήμεροι ἐγεγένηντο. ἐν τῷ δείπνῳ οὖν ἰδὼν τὴν Μαζαίαν μεγάλην καὶ καλὴν παρθένον ἤρα καὶ πονηρῶς εἶχε. τὰ μὲν οὖν περὶ τῶν φόρων διεπέπρακτο ἤδη, καὶ ἐχρημάτιζεν αὐτῷ ὁ βασιλεὺς καὶ εἱστία, ἤδη αὐτὸν ἀποπέμπων. ἔθος δέ ἐστιν ἐν Βοσπόρῳ τοὺς μνηστῆρας ἐπὶ τῷ δείπνῳ αἰτεῖν τὰς κόρας καὶ λέγειν οἵτινες ὄντες ἀξιοῦσι καταδεχθῆναι ἐπὶ τὸν γάμον, καὶ δὴ καὶ τότε ἔτυχον ἐν τῷ δείπνῳ πολλοὶ μνηστῆρες παρόντες, βασιλεῖς καὶ βασιλέων παῖδες· καὶ Τιγραπάτης ἦν ὁ Λαζῶν δυνάστης καὶ Ἀδύρμαχος ὁ Μαχλυηνῆς ἄρχων καὶ ἄλλοι πολλοί. δεῖ δὲ τῶν μνηστήρων ἕκαστον, προσαγγείλαντα ἑαυτὸν διότι μνηστευσόμενος ἥκει, δειπνεῖν ἐν τοῖς ἄλλοις κατακείμενον ἐφʼ ἡσυχίας· ἐπὰν δὲ παύσωνται δειπνοῦντες, αἰτήσαντα φιάλην ἐπισπεῖσαι κατὰ τῆς τραπέζης καὶ μνηστεύεσθαι τὴν παῖδα πολλὰ ἐπαινοῦντα ἑαυτόν, ὥς τις ἢ γένους ἢ πλούτου ἢ δυνάμεως ἔχει.2

托克萨里斯:姆涅西普斯,我向你讲述的第三个故事,是马肯忒斯、隆卡忒斯与阿尔萨科马斯之间的友谊。原来这位阿尔萨科马斯爱上了博斯普鲁斯国王莱坎诺尔的女儿玛扎亚,当时他正作为使节前往交涉贡赋之事——博斯普鲁斯人历来向我们缴纳这笔贡赋,而那时他们已经逾期拖欠了三个月。于是在宴席上见到玛扎亚这位身姿高挑、容貌美丽的少女后,他便坠入爱河,神魂颠倒。有关贡赋的事情当时已然办妥,国王与他处理事务并款待着他,正准备打发他离去。博斯普鲁斯有一种风俗,求婚者须在宴席上求娶少女,并陈述自己是何等样人、凭何自认为有资格结此良缘;而当时在宴席上恰巧有许多求婚者在场,包括诸王及其子嗣:有拉齐人的统治者蒂格拉帕忒斯、马赫律埃涅的首领阿狄尔马科斯,以及许多其他人。求婚者中的每一个人,在预先通报自己是为求婚而来之后,都必须安详地卧在众人当中进餐;而当进餐完毕,便须索要酒盏,向桌上奠酒,并根据自己在门第、财富或权势方面的状况极力夸赞自己,向少女求婚。

§45

Τόξαρις πολλῶν οὖν κατὰ τόνδε τὸν νόμον σπεισάντων καὶ αἰτησάντων καὶ βασιλείας καὶ πλούτους καταριθμησαμένων τελευταῖος ὁ Ἀρσακόμας αἰτήσας τὴν φιάλην οὐκ ἔσπεισεν, οὐ γὰρ ἔθος ἡμῖν ἐκχεῖν τὸν οἶνον, ἀλλὰ ὕβρις εἶναι δοκεῖ τοῦτο εἰς τὸν θεόν· πιὼν δὲ ἀμυστί, δός μοι, εἶπεν, ὦ βασιλεῦ, τὴν θυγατέρα σου Μαζαίαν γυναῖκα ἔχειν πολὺ ἐπιτηδειοτέρῳ τούτων ὄντι ὁπόσα γε ἐπὶ τῷ πλούτῳ καὶ τοῖς κτήμασι.3 τοῦ δὲ Λευκάνορος θαυμάσαντος — ἠπίστατο γὰρ πένητα τὸν Ἀρσακόμαν καὶ Σκυθῶν τῶν πολλῶν — καὶ ἐρομένου, πόσα δὲ βοσκήματα ἢ πόσας ἁμάξας ἔχεις, ὦ Ἀρσακόμα; ταῦτα γὰρ ὑμεῖς πλουτεῖτε, ἀλλʼ οὐχ ἁμάξας, ἔφη, ἔχω οὐδὲ ἀγέλας, ἀλλʼ εἰσί μοι δύο φίλοι καλοὶ καὶ ἀγαθοὶ οἷοι οὐκ ἄλλῳ Σκυθῶν. Τότε μὲν οὖν ἐγελάσθη ἐπὶ τούτοις καὶ παρώφθη καὶ μεθύειν ἔδοξεν, ἕωθεν δὲ προκριθεὶς τῶν ἄλλων Ἀδύρμαχος ἔμελλεν ἀπάξειν τὴν νύμφην παρὰ τὴν Μαιῶτιν ἐς τοὺς Μάχλυας.

托克萨里斯:于是,当许多人按照这规矩奠了酒、求了婚,并一一列举了自己的王国与财富之后,最后一个索要酒盏的阿尔萨科马斯却没有奠酒——因为我们并无倾倒葡萄酒的习惯,反而认为这是对神明的亵渎;他一饮而尽后,“国王啊,”他说,“请将你的女儿玛扎亚赐给我为妻吧,因为至少在财富和资产方面,我远比这些人更为合适。” 莱坎诺尔大为诧异——因为他知道阿尔萨科马斯家境贫寒,不过是寻常的普通斯基泰人——便问道: “阿尔萨科马斯,你究竟有多少牲畜,多少大车?因为你们是以这些为富的。” 但他回答道: “我既没有大车,”他说,“也没有成群的牲畜;但我有两位高尚而优秀的挚友,全斯基泰再无旁人能拥有这样的朋友。” 当时众人听了这话都嘲笑他,不予理睬,以为他是醉了;到了拂晓,阿狄尔马科斯从众人中被选中,正准备带着新娘沿着迈奥提斯湖前往马赫律埃斯人的领地。

语法注3 条
  1. 43ἔφθη πατάξας

    动词 φθάνω 搭配补充性分词 πατάξας,表示抢先、及时做成某事(“来得及……/抢在……之前”)。此处指贝利塔斯在垂死之际(ἀποθνήσκων),赶在断气之前成功将短剑刺入了狮子的胸膛。

  2. 44ὥς τις ἢ γένους ἢ πλούτου ἢ δυνάμεως ἔχει

    副词 ὡς 与动词 ἔχω 加属格构成的习惯用法,表示“在某方面处于何种状况”。在此处指根据自己在门第(γένους)、财富(πλούτου)或权势(δυνάμεως)方面的实际状况来极力自夸。

  3. 45πολὺ ἐπιτηδειοτέρῳ τούτων ὄντι ὁπόσα γε ἐπὶ τῷ πλούτῳ καὶ τοῖς κτήμασι

    与格分词 ὄντι 与前面的第一人称代词与格 μοι(“给我”)保持一致。比较级形容词 ἐπιτηδειοτέρῳ 后接比较属格 τούτων(“比这些人更合适”),后半句 ὁπόσα γε ἐπὶ τῷ πλούτῳ καὶ τοῖς κτήμασι 则是由关系代词中性复数宾格构成的范围限定短语,意为“至少在财富与资产方面而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:43-45