← 琉善

托克萨里斯或友谊

§39-42

丹达米斯牺牲双眼解救阿米佐凯斯

托克萨里斯讲述了丹达米斯与阿米佐凯斯的故事作为第一个范例,详细记述了丹达米斯如何以自己的双眼作为赎金从敌营中救出被俘的挚友,而阿米佐凯斯在得知挚友的牺牲后亦自刺双目,二人从此相伴生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

Τόξαρις τετάρτη μὲν ἦν ἡμέρα τῆς φιλίας Δανδάμιδι καὶ Ἀμιζώκῃ, ἀφʼ οὗ τὸ ἀλλήλων αἷμα συνεπεπώκεσαν· ἧκον δὲ ἡμῖν ἐπὶ τὴν χώραν Σαυρομάται μυρίοις μὲν ἱππεῦσιν, οἱ πεζοὶ δὲ τρὶς τοσοῦτοι ἐπεληλυθέναι ἐλέγοντο. οἷα δὲ οὐ προϊδομένοις τὴν ἔφοδον αὐτῶν ἐπιπεσόντες ἅπαντας μὲν τρέπουσι, πολλοὺς δὲ τῶν μαχίμων κτείνουσι, τοὺς δὲ καὶ ζῶντας ἀπάγουσι, πλὴν εἴ τις ἔφθη διανηξάμενος εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἔνθα ἡμῖν τὸ ἥμισυ τοῦ στρατοπέδου καὶ μέρος τῶν ἁμαξῶν ἦν· οὕτω γὰρ ἐσκηνώσαμεν τότε, οὐκ οἶδα ὅ τι δόξαν1 τοῖς ἀρχιπλάνοις ἡμῶν, ἐπʼ ἀμφοτέρας τὰς ὄχθας τοῦ Τανάϊδος. εὐθὺς οὖν ἥ τε λεία περιηλαύνετο καὶ τὰ αἰχμάλωτα συνείχετο καὶ τὰς σκηνὰς διήρπαζον καὶ τὰς ἁμάξας κατελαμβάνοντο, αὐτάνδρους τὰς πλείστας ἁλισκομένας,2 καὶ ἐν ὀφθαλμοῖς ἡμῶν ὑβρίζοντες τὰς παλλακίδας καὶ τὰς γυναῖκας· ἡμεῖς δὲ ἠνιώμεθα τῷ πράγματι.

托克萨里斯:这是丹达米斯与阿米佐凯斯互饮对方鲜血结为至交后的第四天;萨乌罗马泰人率领一万骑兵进犯我们的领土,据说他们的步兵更是骑兵的三倍。他们袭击了对来犯毫无防备的人们,击溃了全军,杀死了许多战士,并将其他人活捉带走,只有那些抢先一步游过河对岸的人幸免于难,而我们营地的一半以及部分车队就在对岸;因为那时不知是我们的行游首领们出于何种考虑,我们竟扎营在塔奈斯河的两岸。 于是顷刻之间,战利品被赶掠一空,战俘被聚拢押解,他们洗劫帐篷,抢占车辆,其中大多数车辆是连同车上的人一起被俘获的,而且就在我们眼前凌辱姬妾与妻子;我们目睹此景,痛苦万分。

§40

Τόξαρις ὁ δὲ Ἀμιζώκης ἀγόμενος — ἑαλώκει γάρ — ἐβόα τὸν φίλον ὀνομαστί, κακῶς δεδεμένος, καὶ ὑπεμίμνησκεν τῆς κύλικος καὶ τοῦ αἵματος. ὧν ἀκούσας ὁ Δάνδαμις οὐδὲν ἔτι μελλήσας ἁπάντων ὁρώντων διανήχεται εἰς τοὺς πολεμίους· καὶ οἱ μὲν Σαυρομάται διηρμένοι τοὺς ἄκοντας ὥρμησαν ἐπʼ αὐτὸν ὡς κατακεντήσοντες, ὁ δὲ ἐβόα τὸ Ζίριν. τοῦτο δὲ ἤν τις εἴπῃ, οὐκέτι φονεύεται ὑπʼ αὐτῶν, ἀλλὰ δέχονται αὐτὸν ὡς ἐπὶ λύτροις ἥκοντα. καὶ δὴ ἀναχθεὶς πρὸς τὸν ἄρχοντα αὐτῶν ἀπῄτει τὸν φίλον, ὁ δὲ λύτρα ᾔτει· μὴ γὰρ προήσεσθαι, εἰ μὴ μεγάλα ὑπὲρ αὐτοῦ λάβοι.3 ὁ Δάνδαμις δέ, ἃ μὲν εἶχον, φησίν, ἅπαντα διήρπασται ὑφʼ ὑμῶν, εἰ δέ τι δύναμαι γυμνὸς ὑποτελέσαι, ἕτοιμος ὑποστῆναι ὑμῖν, καὶ πρόσταττε ὅ τι ἂν θέλῃς. εἰ βούλει δέ, ἐμὲ ἀντὶ τούτου λαβὼν κατάχρησαι πρὸς ὅ τι σοι φίλον. ὁ δὲ Σαυρομάτης, οὐδέν, ἔφη, δεῖ ὅλον κατέχεσθαί σε, καὶ ταῦτα Ζίριν ἥκοντα, σὺ δὲ ὧν ἔχεις μέρος καταβαλὼν ἄγου τὸν φίλον. ἤρετο ὁ Δάνδαμις ὅ τι καὶ βούλεται λαβεῖν· ὁ δὲ τοὺς ὀφθαλμοὺς ᾔτησεν. ὁ δὲ αὐτίκα παρέσχεν ἐκκόπτειν αὐτούς· κἀπειδὴ ἐξεκέκοπτο καὶ ἤδη τὰ λύτρα εἶχον οἱ Σαυρομάται, παραλαβὼν τὸν Ἀμιζώκην ἐπανῄει ἐπερειδόμενος αὐτῷ, καὶ ἅμα διανηξάμενοι ἀπεσώθησαν πρὸς ἡμᾶς.

托克萨里斯:被押送的阿米佐凯斯——因为他已被俘——被紧紧捆绑着,痛苦地直呼其友的名字,提醒他那酒杯与鲜血。丹达米斯听到了这些呼喊,不再有丝毫迟疑,在众目睽睽之下游向敌人;萨乌罗马泰人扬起长矛朝他冲来,意图将他刺死,但他大喊了一声: “齐林”。 任何人若喊出这个词,便不再会被他们杀害,而是被接纳为前来赎人者。 果然,他被押送到他们的首领面前,要求放还他的朋友,但首领索要赎金;首领声称,除非为他得到重赎,否则决不放人。丹达米斯则说: “我所拥有的东西,”他说,“全都被你们洗劫一空了;但若我这赤条条的躯体还能支付些什么,我随时听凭你们处置,你想要什么就吩咐吧。如果你愿意,用我换下他,随你怎么用我都行。” 萨乌罗马泰首领则说: “完全没有必要,”他说,“将你整个人扣留,更何况你是喊着‘齐林’前来的;你只需交出你所拥有之物的一部分,便带走你的朋友吧。” 丹达米斯问他究竟想取走什么;首领索要他的双眼。丹达米斯当即任由他们剜出双眼;当双眼被剜去、萨乌罗马泰人已经得到了赎金时,他接回阿米佐凯斯,倚靠着他往回走,两人一同游过河,平安返回到我们身边。

§41

Τόξαρις τοῦτο γενόμενον παρεμυθήσατο ἅπαντας Σκύθας καὶ οὐκέτι ἡττᾶσθαι ἐνόμιζον, ὁρῶντες ὅτι τὸ μέγιστον ἡμῖν τῶν ἀγαθῶν οὐκ ἀπήγαγον οἱ πολέμιοι, ἀλλʼ ἔτι ἦν παρʼ ἡμῖν ἡ ἀγαθὴ γνώμη καὶ ἡ πρὸς τοὺς φίλους πίστις. καὶ τοὺς Σαυρομάτας δὲ τὸ αὐτὸ οὐ μετρίως ἐφόβησε, λογιζομένους πρὸς οἵους ἄνδρας ἐκ παρασκευῆς μαχοῦνται, εἰ καὶ ἐν τῷ ἀπροσδοκήτῳ τότε ὑπερέσχον· ὥστε νυκτὸς ἐπιγενομένης ἀπολιπόντες τὰ πλεῖστα τῶν βοσκημάτων καὶ τὰς ἁμάξας ἐμπρήσαντες ᾤχοντο φεύγοντες. ὁ μέντοι Ἀμιζώκης οὐκέτι ἠνέσχετο βλέπειν αὐτὸς ἐπὶ τυφλῷ τῷ Δανδάμιδι,4 ἀλλὰ τυφλώσας καὶ αὐτὸς ἑαυτὸν ἀμφότεροι κάθηνται ὑπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν δημοσίᾳ μετὰ πάσης τιμῆς τρεφόμενοι.

托克萨里斯:这一幕鼓舞了全体斯基泰人,他们不再认为自己遭受了失败,因为他们看到敌人并没有夺走我们最宝贵的财富,高尚的气节与对朋友的忠诚依然留存在我们心中。而这同一件事也令萨乌罗马泰人深感恐惧,他们意识到,即便他们当时借出其不意占了上风,可一旦对方严阵以待,他们将要面对的是怎样一群人;于是当黑夜降临时,他们丢弃了大部分牲畜,烧毁了车辆,仓皇逃遁。然而阿米佐凯斯再也无法忍受在丹达米斯双目失明的情况下自己却拥有视力,于是他也弄瞎了自己的双眼;如今两人一同由斯基泰公社以公费供养,安享无上的尊荣。

§42

Τόξαρις τί τοιοῦτον, ὦ Μνήσιππε, ὑμεῖς ἔχοιτε ἂν εἰπεῖν, εἰ καὶ ἄλλους σοι δέκα δοίη τις ἐπὶ τοῖς πέντε καταριθμήσασθαι, ἀνωμότους, εἰ βούλει, ὡς καὶ πολλὰ ἐπιψεύδοιο αὐτοῖς; καίτοι ἐγὼ μέν σοι γυμνὸν τὸ ἔργον διηγησάμην· εἰ δὲ σύ τινα τοιοῦτον ἔλεγες, εὖ οἶδα, ὁπόσα ἂν κομψὰ ἐγκατέμιξας τῷ λόγῳ, οἷα ἱκέτευεν ὁ Δάνδαμις καὶ ὡς ἐτυφλοῦτο καὶ ἃ εἶπεν καὶ ὡς ἐπανῆκεν καὶ ὡς ὑπεδέξαντο αὐτὸν ἐπευφημοῦντες οἱ Σκύθαι καὶ ἄλλα ὁποῖα ὑμεῖς μηχανᾶσθαι εἰώθατε πρὸς τὴν ἀκρόασιν.

托克萨里斯:姆涅西普斯,面对这样的事,哪怕有人允许你在那五个故事之外再列举十个,甚至如果你愿意的话无需发誓,好让你能随意添枝加叶,你们又能说出什么相匹敌的事迹来呢?不过,我向你讲述的只是朴实无华的事实;但若是换作你讲述这样的故事,我很清楚你会在演说中掺杂多少华丽的修辞:丹达米斯是如何恳求的,他是如何被弄瞎的,他说了什么,他是如何返回的,斯基泰人又是如何欢呼迎接他的,以及你们为了迎合听众惯常捏造出来的种种花样。

语法注4 条
  1. 39δόξαν

    非人称动词 δοκεῖ(被认为适当、显得合适)的对格绝对独立结构(accusative absolute)。与不定关系代词 ὅ τι 连用,构成插入句 οὐκ οἶδα ὅ τι δόξαν(“不知出于何种考虑/决定”)。

  2. 39αὐτάνδρους τὰς πλείστας ἁλισκομένας

    形容词 αὐτάνδρους(连同乘员一起、连人带船/车)作表语性修饰,与分词 ἁλισκομένας(被俘获)相搭配,表示“其中大部分车辆连同车上的人一起被俘”的状态。

  3. 40μὴ γὰρ προήσεσθαι, εἰ μὴ μεγάλα ὑπὲρ αὐτοῦ λάβοι

    间接引语结构。未来时不定词 προήσεσθαι 依赖于语境中隐含的言说动词,而从属条件从句则是原本的将来较确定条件句(ἐὰν μὴ ... λάβω)在过去主导动词影响下转换为希求法 λάβοι。

  4. 41ἐπὶ τυφλῷ τῷ Δανδάμιδι

    介词 ἐπί 支配与格表示伴随情况或处境(“在……的情况下”),此处意为“在丹达米斯双目失明的情况下(自己却保有视力)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:39-42