- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:36-38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托克萨里斯批评希腊人的友谊只是和平时期的儿戏,阐述了斯基泰人在连绵战乱中通过歃血为誓缔结牢固友谊的习俗,并在就斯基泰誓言与姆涅西普斯发生简短争论后,开始讲述丹达米斯的故事。
Τόξαρις ἐγὼ δέ σοι διηγήσομαι φόνους πολλοὺς καὶ πολέμους καὶ θανάτους ὑπὲρ τῶν φίλων, ἵνʼ εἰδῇς ὡς παιδιὰ τὰ ὑμέτερά ἐστιν παρὰ τὰ Σκυθικὰ ἐξετάζεσθαι.1 καίτοι οὐδὲ ἀλόγως αὐτὸ πεπόνθατε, ἀλλὰ εἰκότως τὰ μικρὰ ταῦτα ἐπαινεῖτε· οὐδὲ γὰρ οὐδέ2 εἰσιν ὑμῖν ἀφορμαὶ ὑπερμεγέθεις πρὸς ἐπίδειξιν φιλίας ἐν εἰρήνῃ βαθείᾳ βιοῦσιν, ὥσπερ οὐδʼ ἂν ἐν γαλήνῃ μάθοις εἰ ἀγαθὸς ὁ κυβερνήτης ἐστί· χειμῶνος γὰρ δεήσει σοὶ πρὸς τὴν διάγνωσιν. παρʼ ἡμῖν δὲ συνεχεῖς οἱ πόλεμοι, καὶ ἢ ἐπελαύνομεν ἄλλοις ἢ ὑποχωροῦμεν ἐπιόντας ἢ συμπεσόντες ὑπὲρ νομῆς ἢ λείας μαχόμεθα, ἔνθα μάλιστα δεῖ φίλων ἀγαθῶν· καὶ διὰ τοῦτο ὡς βεβαιότατα συντιθέμεθα τὰς φιλίας, μόνον τοῦτο ὅπλον ἄμαχον καὶ δυσπολέμητον εἶναι νομίζοντες.
托克萨里斯:但我将向你讲述诸多为朋友而发生的杀戮、战争与死亡,好让你知道,若与斯基泰人的事迹相对比考察,你们的那些事不过是儿戏罢了。 不过,你们落入这般境地也并非没有道理,你们赞美这些微不足道的小事也是情理之中;因为生活在深沉和平中的你们,绝无展示友谊的重大机缘,正如在风平浪静的大海上你无法得知舵手是否优秀一样;因为要做出判断,你需要一场风暴。但在我们这里,战争连绵不绝,我们要么突袭他人,要么在来犯之敌面前撤退,要么正面冲突为争夺牧场或战利品而战,而这正是最需要忠实朋友的地方;正因如此,我们才将友谊缔结得坚不可摧,认为唯有这是战无不胜、难以抗衡的武器。
Τόξαρις πρότερον δέ σοι εἰπεῖν βούλομαι ὃν τρόπον ποιούμεθα τοὺς φίλους, οὐκ ἐκ τῶν πότων, ὥσπερ ὑμεῖς, οὐδὲ εἰ συνέφηβός τις ἢ γείτων ἦν, ἀλλʼ ἐπειδάν τινα ἴδωμεν ἀγαθὸν ἄνδρα καὶ μεγάλα ἐργάσασθαι δυνάμενον, ἐπὶ τοῦτον ἅπαντες σπεύδομεν, καὶ ὅπερ ὑμεῖς ἐν τοῖς γάμοις, τοῦτο ἡμεῖς ἐπὶ τῶν φίλων ποιεῖν ἀξιοῦμεν, ἐπὶ πολὺ μνηστευόμενοι καὶ πάντα ὁμοῦ πράττοντες ὡς μὴ διαμαρτάνοιμεν τῆς φιλίας μηδὲ ἀπόβλητοι δόξωμεν εἶναι. κἀπειδὰν προκριθείς τις ἤδη φίλος ᾖ, συνθῆκαι τὸ ἀπὸ τούτου καὶ ὅρκος ὁ μέγιστος, ἦ μὴν καὶ βιώσεσθαι μετʼ ἀλλήλων καὶ ἀποθανεῖσθαι, ἢν δέῃ, ὑπὲρ τοῦ ἑτέρου τὸν ἕτερον· καὶ οὕτω ποιοῦμεν. ἀφʼ οὗ γὰρ ἂν ἐντεμόντες ἅπαξ τοὺς δακτύλους ἐνσταλάξωμεν τὸ αἷμα εἰς κύλικα καὶ τὰ ξίφη ἄκρα βάψαντες ἅμα ἀμφότεροι ἐπισχόμενοι πίωμεν, οὐκ ἔστιν ὅ τι τὸ μετὰ τοῦτο ἡμᾶς διαλύσειεν ἄν. ἐφεῖται δὲ τὸ μέγιστον ἄχρι τριῶν ἐς τὰς συνθήκας εἰσιέναι·3 ὡς ὅστις ἂν πολύφιλος ᾖ, ὅμοιος ἡμῖν δοκεῖ ταῖς κοιναῖς ταύταις καὶ μοιχευομέναις γυναιξί, καὶ οἰόμεθα οὐκέθʼ ὁμοίως ἰσχυρὰν αὐτοῦ τὴν φιλίαν εἶναι, πρὸς πολλὰς εὐνοίας διαιρεθεῖσαν.
托克萨里斯:但在此之前,我想先告诉你我们是如何结交朋友的:不是像你们那样在酒席上,也不是因为谁曾是同龄伙伴或邻人;而是当我们见到某位大勇之人且能建立伟业时,我们所有人都奔向他,正如你们对待婚事那样,我们在对待朋友时也认为应当如此:长期求取,竭尽所能,以免错失友谊或被视为遭弃之人。一旦有人被选定而正式成为朋友,自此便订立契约并立下最大的誓言:定要一同生活,若有必要,一人当为另一人赴死;我们确实也是如此践行的。因为只要我们割破手指将血滴入杯中,把剑尖浸入,随后两人一同握住并饮尽,此后便再无任何事物能将我们拆散。但进入这种契约的人数最多只许达到三人;因为无论谁若朋友过多,在我们看来就如同那些人尽可夫的荡妇,而且我们认为他的友谊被分散到众多的好意中,便不再同样牢固了。
Τόξαρις ἄρξομαι δὲ ἀπὸ τῶν Δανδάμιδος πρῴην γενομένων. ὁ γὰρ Δάνδαμις ἐν τῇ πρὸς Σαυρομάτας συμπλοκῇ, ἀπαχθέντος αἰχμαλώτου Ἀμιζώκου τοῦ φίλου αὐτοῦ — μᾶλλον δὲ πρότερον ὀμοῦμαί σοι τὸν ἡμέτερον ὅρκον, ἐπεὶ καὶ τοῦτο ἐν ἀρχῇ διωμολογησάμην· οὐ μὰ γὰρ τὸν Ἄνεμον καὶ τὸν Ἀκινάκην, οὐδὲν πρὸς σέ, ὦ Μνήσιππε, ψεῦδος ἐρῶ περὶ τῶν φίλων τῶν Σκυθῶν. Μνήσιππος ἐγὼ μὲν οὐ πάνυ σου ὀμνύντος ἐδεόμην· σὺ δὲ ὅμως εὖ ποιῶν οὐδένα θεῶν ἐπωμόσω.4 Τόξαρις τί σὺ λέγεις; οὔ σοι δοκοῦσιν ὁ Ἄνεμος καὶ ὁ Ἀκινάκης θεοὶ εἶναι; οὕτως ἄρα ἠγνόησας ὅτι ἀνθρώποις μεῖζον οὐδέν ἐστιν ζωῆς τε καὶ θανάτου; ὁπόταν τοίνυν τὸν Ἄνεμον καὶ τὸν Ἀκινάκην ὀμνύωμεν, ταῦτα ὀμνύομεν ὡς τὸν μὲν ἄνεμον ζωῆς αἴτιον ὄντα, τὸν ἀκινάκην δὲ ὅτι ἀποθνήσκειν ποιεῖ. Μνήσιππος καὶ μὴν εἰ διά γε τοῦτο, καὶ ἄλλους ἂν ἔχοιτε πολλοὺς θεοὺς οἷος ὁ Ἀκινάκης ἐστί, τὸν Ὀιστὸν καὶ τὴν Λόγχην καὶ Κώνειον δὲ καὶ Βρόχον καὶ τὰ τοιαῦτα· ποικίλος γὰρ οὗτος ὁ θεὸς ὁ θάνατος καὶ ἀπείρους τὰς ἐφʼ ἑαυτὸν παρέχεται ἀγούσας ὁδούς. Τόξαρις ὁρᾷς τοῦτο ὡς ἐριστικὸν ποιεῖς καὶ δικανικόν, ὑποκρούων μεταξὺ καὶ διαφθείρων μου τὸν λόγον; ἐγὼ δὲ ἡσυχίαν ἦγον σοῦ λέγοντος. Μνήσιππος ἀλλʼ οὐκ αὖθίς γε, ὦ Τόξαρι, ποιήσω τοῦτο, πάνυ γὰρ ὀρθῶς ἐπετίμησας· ὥστε θαρρῶν τό γε ἐπὶ τούτῳ λέγε, ὡς μηδὲ παρόντος ἐμοῦ τοῖς λόγοις, οὕτω σιωπήσομαί σοι.
托克萨里斯:那么,我就从不久前发生在丹达米斯身上的事讲起。丹达米斯在与萨乌罗马泰人的交锋中,当他的朋友阿米佐凯斯被俘虏带走时——或者更确切地说,我先向你立下我们的誓言,因为在开始时我也曾约定过这一点:凭着疾风与短剑起誓,姆涅西普斯,关于斯基泰人的朋友,我对你绝无虚言。 姆涅西普斯:我其实并不太需要你起誓;不过你倒做得很明智,没有指着哪位神明起誓。 托克萨里斯:你说什么?难道在你看来,疾风与短剑不是神明吗?你竟如此无知,不知道对凡人而言没有什么比生与死更重大吗?因此,每当我们指着疾风与短剑起誓时,我们是对它们起誓,乃因风是生命的根源,而短剑能致人于死地。 姆涅西普斯:话说回来,若是出于这个缘故,那你们还可以拥有许多其他像短剑一样的神明呢,比如箭矢、长矛、毒芹、套索等等;因为死亡这个神明是千变万化的,提供了无数条通往它自身的道路。 托克萨里斯:你难道没看出自己这样做多么好辩、多么像法庭上的作派吗?在中途插嘴打断并败坏我的演说?而你在讲述时,我可是一直保持安静的。 姆涅西普斯:托克萨里斯,我绝不再犯了,因为你的责备完全正确;所以在这点上你只管放心地说吧,我会为你保持肃静,就像我根本不在你的演讲现场一样。
- 36παρὰ τὰ Σκυθικὰ ἐξετάζεσθαι
介词 παρά 接宾格(τὰ Σκυθικά)表示比较(“与……相比”),现在被动不定式 ἐξετάζεσθαι 表示结果或限制,整体意为“若与斯基泰人的事迹相对比考察”。
- 36οὐδὲ γὰρ οὐδέ
οὐδέ 夹着后置词 γάρ 重复出现,构成双重否定以极力强调前述陈述的理由(“因为……绝无……”),修饰 εἰσιν,强调希腊人在深沉和平中根本不存在展现友谊的重大机缘。
- 37ἐφεῖται δὲ τὸ μέγιστον ἄχρι τριῶν ἐς τὰς συνθήκας εἰσιέναι
无人称动词 ἐφεῖται(ἐφίημι 的完成时被动直陈式第三人称单数,“被允许”)带不定式短语 ἄχρι τριῶν ... εἰσιέναι 作其主语,副词性宾格短语 τὸ μέγιστον(“至多、最多”)限定了其上限。
- 38εὖ ποιῶν οὐδένα θεῶν ἐπωμόσω
分词短语 εὖ ποιῶν 是惯用表达,带有说话者的赞许或庆幸(“做得好”、“明智地”、“幸而”)。它修饰主动词 ἐπωμόσω(“以……起誓”),意为“你没有以任何神明起誓,真是做得好”。
