← 琉善

托克萨里斯或友谊

§33-35

德墨特里奥斯获释与托克萨里斯登场

德墨特里奥斯与安提菲洛斯在狱卒被杀的越狱暴动中并未逃跑,最终洗清罪名并获重赏,随后德墨特里奥斯留赠资财前往印度。姆涅西普斯以此结束希腊人友谊的讲述并交出话语权,托克萨里斯则预告将摒弃修饰、展示斯基泰人的真正壮举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

Μνήσιππος χρόνῳ δὲ καὶ τοιόνδε τι προσπεσὸν ἔπαυσεν ἐπὶ πλέον αὐτοὺς δυστυχοῦντας. εἷς γὰρ τῶν δεδεμένων, οὐκ οἶδʼ ὅθεν ῥίνης εὐπορήσας καὶ συνωμότας πολλοὺς τῶν δεσμωτῶν προσλαβών, ἀποπρίει τε τὴν ἅλυσιν ᾗ ἐδέδεντο ἑξῆς, τῶν κλοιῶν εἰς αὐτὴν διειρομένων, καὶ ἀπολύει ἅπαντας· οἱ δὲ ἀποκτείναντες εὐμαρῶς ὀλίγους ὄντας τοὺς φύλακας ἐκπηδῶσιν ἀθρόοι. ἐκεῖνοι μὲν οὖν τὸ παραυτίκα ἔνθα ἐδύναντο ἕκαστος διασπαρέντες ὕστερον συνελήφθησαν οἱ πολλοί· ὁ Δημήτριος δὲ καὶ ὁ Ἀντίφιλος κατὰ χώραν ἔμειναν, καὶ τοῦ Σύρου λαβόμενοι ἤδη ἀπιόντος. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, μαθὼν ὁ τὴν Αἴγυπτον ἐπιτετραμμένος τὸ συμβεβηκὸς ἐπʼ ἐκείνους μὲν ἔπεμψεν τοὺς διωξομένους, μεταστειλάμενος δὲ τοὺς ἀμφὶ τὸν Δημήτριον ἀπέλυσε τῶν δεσμῶν, ἐπαινέσας ὅτι μόνοι οὐκ ἀπέδρασαν. ἀλλʼ οὐκ ἐκεῖνοί γε ἠγάπησαν οὕτως ἀφιέμενοι, ἐβόα δὲ ὁ Δημήτριος καὶ δεινὰ ἐποίει, ἀδικεῖσθαι σφᾶς οὐ μικρὰ εἰ δόξουσι κακοῦργοι ὄντες ἐλέῳ ἢ ἐπαίνῳ τοῦ μὴ ἀποδρᾶναι1 ἀφεῖσθαι· καὶ τέλος ἠνάγκασαν τὸν δικαστὴν ἀκριβῶς τὸ πρᾶγμα ἐξετάσαι. ὁ δὲ ἐπεὶ ἔμαθεν οὐδὲν ἀδικοῦντας, ἐπαινέσας αὐτούς, τὸν Δημήτριον δὲ καὶ πάνυ θαυμάσας, ἀφίησι παραμυθησάμενος ἐπὶ τῇ κολάσει ἣν ἠνέσχοντο ἀδίκως δεθέντες, καὶ ἑκάτερον δωρησάμενος παρʼ αὑτοῦ, δραχμαῖς μὲν μυρίαις τὸν Ἀντίφιλον, δὶς τοσαύταις δὲ τὸν Δημήτριον.

姆涅西普斯:但随着时间推移,发生了这样一件事,结束了他们继续受难的处境。原来,在被囚禁的人中有一人不知从何处弄来了一把锉刀,并拉拢了许多狱友作为同谋,锯断了将他们依次串联锁住的铁链——那些颈枷正是穿在这条铁链上的——并将所有人释放;他们轻易杀死了为数不多的看守,一拥而出逃了出去。那些人当时各自四散逃窜,后来大多数又被捕获;但德墨特里奥斯和安提菲洛斯留在原地,并且抓住了正欲逃走的那个叙利亚人。天亮后,统领埃及的长官获悉所发生的事,派人去追捕那些逃跑者,却把德墨特里奥斯等人召来解除了锁链,称赞他们唯独没有逃走。 然而,他们绝不甘心就这样被释放。德墨特里奥斯大声呼喊并强烈抗议,称如果他们作为罪犯而被认为只是出于怜悯、或是出于因未逃跑而获得的赞许才被开释,那他们就蒙受了极大的不公;最终他们迫使法官仔细审查这起案件。当法官得知他们毫无罪过时,便赞赏了他们,尤其对德墨特里奥斯佩服得五体投地,并安慰他们因蒙冤被囚所承受的刑罚,将他们释放;法官还自掏腰包赐予两人赠礼:给安提菲洛斯一万德拉克马,给德墨特里奥斯两万德拉克马。

§34

Μνήσιππος ὁ μὲν οὖν Ἀντίφιλος ἔτι καὶ νῦν ἐν Αἰγύπτῳ ἐστίν, ὁ δὲ Δημήτριος καὶ τὰς αὑτοῦ δισμυρίας ἐκείνῳ καταλιπὼν ᾤχετο ἀπιὼν εἰς τὴν Ἰνδικὴν παρὰ τοὺς Βραχμᾶνας, τοσοῦτον εἰπὼν πρὸς τὸν Ἀντίφιλον, ὡς συγγνωστὸς ἂν εἰκότως νομίζοιτο ἤδη ἀπολιπὼν αὐτόν· οὔτε γὰρ αὐτὸς δεῖσθαι τῶν χρημάτων, ἔστʼ ἂν αὐτὸς ᾖ ὅπερ ἐστίν, ἀρκεῖσθαι ὀλίγοις δυνάμενος, οὔτε ἐκείνῳ ἔτι δεῖν φίλου, εὐμαρῶν αὐτῷ τῶν πραγμάτων γεγενημένων. τοιοῦτοι, ὦ Τόξαρι, οἱ Ἕλληνες φίλοι. εἰ δὲ μὴ προδιεβεβλήκεις ἡμᾶς ὡς ἐπὶ ῥήμασι μέγα φρονοῦντας, καὶ αὐτοὺς ἄν σοι τοὺς λόγους διεξῆλθον, πολλοὺς καὶ ἀγαθοὺς ὄντας, οὓς ὁ Δημήτριος εἶπεν ἐν τῷ δικαστηρίῳ, ὑπὲρ αὑτοῦ μὲν οὐδὲν ἀπολογούμενος, ὑπὲρ τοῦ Ἀντιφίλου δέ, καὶ δακρύων προσέτι καὶ ἱκετεύων καὶ τὸ πᾶν ἐφʼ ἑαυτὸν ἀναδεχόμενος, ἄχρι μαστιγούμενος ὁ Σύρος ἀμφοτέρους ἀφίησιν αὐτούς.

姆涅西普斯:于是安提菲洛斯至今仍在埃及,而德墨特里奥斯把自己的两万德拉克马也留给了他,启程前往印度投奔婆罗门去了;他对安提菲洛斯只说了这么一句:如今离开他,理应被视为无可厚非;因为只要自己还是现在的自己,能够安于贫薄,就用不着钱财;而安提菲洛斯既然境况已经好转,也就不再需要朋友了。 托克萨里斯啊,希腊人的朋友就是这样。如果你没有事先诋毁我们,说我们不过是自吹自擂之辈,我还会向你详细转述德墨特里奥斯在法庭上发表的那些长篇而精妙的辩词呢;他完全没有为自己辩解,而全是为安提菲洛斯申辩,甚至痛哭流涕、苦苦哀求,把一切罪责揽在自己身上,直到那个叙利亚人在鞭笞之下使他们两人都被开脱无罪。

§35

Μνήσιππος ἐγὼ μὲν οὖν τούτους ὀλίγους ἀπὸ πλειόνων, οὓς πρώτους ἡ μνήμη ὑπέβαλε, διηγησάμην σοι ἀγαθοὺς καὶ βεβαίους φίλους. καὶ τὸ λοιπὸν ἤδη καταβὰς ἀπὸ τοῦ λόγου σοὶ τὴν ῥήτραν παραδίδωμι· σὺ δὲ ὅπως μὴ χείρους ἐρεῖς τοὺς Σκύθας, ἀλλὰ πολλῷ τούτων ἀμείνους, αὐτῷ σοὶ μελήσει, εἴ τι καὶ τῆς δεξιᾶς πεφρόντικας, ὡς μὴ ἀποτμηθείης αὐτήν. ἀλλὰ χρὴ ἄνδρα ἀγαθὸν εἶναι· ἐπεὶ καὶ γελοῖα ἂν πάθοις Ὀρέστην μὲν καὶ Πυλάδην πάνυ σοφιστικῶς ἐπαινέσας, ὑπὲρ δὲ τῆς Σκυθίας φαῦλος ῥήτωρ φαινόμενος. Τόξαρις εὖ γε, ὦ Μνήσιππε, ὅτι καὶ παροτρύνεις με πρὸς τὸν λόγον, ὥσπερ οὐ πάνυ σοι μέλον εἰ ἀποτμηθείης τὴν γλῶτταν κρατηθεὶς ἐν τοῖς λόγοις. πλὴν ἄρξομαί γε ἤδη, μηδὲν ὥσπερ σὺ καλλιλογησάμενος· οὐ γὰρ Σκυθικὸν τοῦτο, καὶ μάλιστα ἐπειδὰν τὰ ἔργα ὑπερφθέγγηται τοὺς λόγους. προσδοκήσῃς δὲ μηδὲν τοιοῦτο παρʼ ἡμῶν οἷα σὺ διεξελήλυθας, ἐπαινῶν εἴ τις ἄπροικον ἔγημεν αἰσχρὰν γυναῖκα ἢ εἴ τις ἀργύριον ἐπέδωκε γαμουμένῃ φίλου ἀνδρὸς θυγατρὶ δύο τάλαντα, ἢ καὶ νὴ Δίʼ εἴ τις παρέσχεν ἑαυτὸν δεδησόμενον ἐπὶ προδήλῳ τῷ μικρὸν ὕστερον λυθήσεσθαι·2 πάνυ γὰρ εὐτελῆ ταῦτα καὶ μεγαλουργὸν ἐν αὐτοῖς ἢ ἀνδρεῖον ἔνι οὐδέν.

姆涅西普斯:总之,我从众多人之中,向你讲述了记忆最先唤起的这几位优秀而忠贞的朋友。接下来我已经结束演讲,把发言权让给你;至于如何不把斯基泰人说得低劣、反而说得远比这些人更卓越,这就全凭你自己操心了,假如你还在乎自己的右手、不想被砍掉它的话。但你必须像个男子汉;因为如果你如此巧妙雄辩地赞颂了奥瑞斯忒斯与皮拉得斯,却在为斯基泰辩护时显得像个拙劣的说客,那你的处境可就惹人耻笑了。 托克萨里斯:好啊,姆涅西普斯,你竟然还催促我演讲,好像你若在言辞较量中落败、被割去舌头与你毫不相干似的!不过我现在就要开始了,绝不像你那样雕琢文辞;因为这不是斯基泰人的风格,尤其是当行动的声音压倒言辞之时。你也别指望从我们这里听到像你所讲述的那类事情:赞美某人娶了一个没有嫁妆的丑陋妇人,或者某人在朋友的女儿出嫁时送出两塔兰同银子作为陪嫁,又或者——凭宙斯起誓——某人明知自己不久就会获释却甘愿受缚;因为这些都是微不足道的事情,里面毫无任何伟业或英勇可言。

语法注2 条
  1. 33ἐπαίνῳ τοῦ μὴ ἀποδρᾶναι

    带冠词的不定式属格 τοῦ μὴ ἀποδρᾶναι 依附于名词 ἐπαίνῳ,表示赞赏的内容或原因(“因未逃跑而获得的赞许”)。它与与格 ἐλέῳ 构成并列,说明开释依据的两个方面。

  2. 35ἐπὶ προδήλῳ τῷ μικρὸν ὕστερον λυθήσεσθαι

    介词 ἐπί 支配中性与格形容词 προδήλῳ 以及与之同格的带冠词将来时不定式短语 τῷ μικρὸν ὕστερον λυθήσεσθαι,构成表示条件或前提的状语短语,意为“在明摆着不久之后就会获释的条件下/前提下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:33-35